Ancient Greek
Sect 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 3
Not analysed yet
Τοῦτο δὲ ἠπείλησεν τῶν ὁρώντων κηδόμενος. Ἐπὶ μὲν γὰρ τῶν κυνῶν καὶ τῶν ἀνθρώπων, οὐχ οἱ δάκνοντες κύνες, ἀλλ' οἱ δακνόμενοι ἄνθρωποι τὰ ἕλκη λαμβάνουσιν· ἐπὶ δὲ τῶν ἀσελγῶς ὁρώντων ὀφθαλμῶν καὶ τῶν ὁρωμένων γυναικῶν, οὐχ αἱ ὁρώμεναι γυναῖκες, ἀλλ' οἱ ὁρῶντες ἄνθρωποι τὰ τραύματα δέχονται. Ἐκεῖ ὁ δηχθεὶς ἐπλήγη, ἐνταῦθα ὁ δάκνων τὸν ἰὸν ἔλαβεν.