Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Attendite ne eleemosynam vestram faciatis coram hominibus [Sp.] 1.1
Not analysed yet
Οἱ σοφοὶ καὶ ἐπιστήμονες τῆς γεωργίας τεχνῖται, ὅταν μετὰ πάσης φροντίδος καὶ ἐπιμελείας τὰ κατὰ γῆς βλαστήματα φυτεύσωσιν, αὐτὰ τὰ φυτὰ πρότερον εἰς μῆκος διεγείρουσιν, εἶθ' οὕτω τὰς παρενοχλούσας φυάδας τεχνικῶς τέμνουσιν. Τὸ αὐτὸ καὶ ὁ νομοθέτης Μωσῆς πεποίηκεν· πρότερον γὰρ κατεφύτευσε τὴν μοναρχίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, εἶθ' οὕτως ἐξέτεμε τὴν πολυαρχίαν διὰ τὴν τῶν ἀνθρώπων διάνοιαν. Καὶ πῶς κατεφύτευσεν τὴν μοναρχίαν; Ἄκουσον αὐτοῦ λέγοντος· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ πάλιν, Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Καὶ πῶς τὰς παρενοχλούσας φυάδας τῆς πολυαρχίας ἐξέτεμε, μάθε· Οὐ ποιήσεις, φησὶ, θεοὺς χωνευτοὺς, οὐδὲ προσκυνήσεις θεοὺς ἀλλοτρίους· ἐγὼ γὰρ, ἐγὼ Κύριος ὁ Θεός σου. Τοῦτο δὲ καὶ σήμερον αὐτὸς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ποιεῖ. Ἐπειδὴ γὰρ πρῴην ταῖς ἡμετέραις ψυχαῖς κατεφύτευσε τὴν καλὴν ἐλαίαν τῆς ἐλεημοσύνης, καὶ τὸν καρπὸν αὐτῆς ἐστεφάνωσεν, τουτέστι τοὺς ἐλεήμονας, καὶ ἐμακάρισεν εἰπὼν, Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται· εἰκότως ὅτι σήμερον τὰ παρενοχλοῦντα τῆς ἐλεημοσύνης ἀνακόπτει μάταια καὶ ἀποκαθαίρει. Πρῴην γὰρ πάντας ὁμοῦ πρὸς ἐλεημοσύνην διεγείρων, καὶ τὸν μὲν πένητα ἀπὸ τῆς πενιχρᾶς χήρας τῆς ἐν Σαράφθοις τῆς Σιδωνίας ἐπαίδευσε, μὴ προφάσεις τῆς ἀπανθρωπίας τὴν πενίαν προβάλλεσθαι· τὸν δὲ πτωχὸν ἀπὸ τῆς πτωχῆς χήρας τῆς ἐν τοῖς Εὐαγγελίοις καταβαλούσης τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον, διήγειρεν, ὥστε τὸν πτωχὸν πλοῦτον τῆς ἐλεημοσύνης μετὰ προθυμίας συνεισφέρειν· τὸν δὲ ἔμπορον ἀπὸ τῆς τρικυμίας τῆς θαλάσσης ἐχαλίνωσε, τοῖς πένησιν μᾶλλον ἢ τῇ θαλάσσῃ μεταδιδόναι· τὸν δὲ κατὰ γῆν πραγματευόμενον περιέσφιγξε προλαβεῖν τῇ γνώμῃ τὴν ἀνάγκην, καὶ πρὸ τῆς ἀνάγκης τὸν Θεὸν μᾶλλον προτιμᾷν, ἤπερ τὸν λῃστήν. Ἐπειδὴ πάντας ὁμοῦ πρὸς ἐλεημοσύνην παιδεύσας, εἶδεν, ἀφ' ὧν ἐπαινέσεται, ἀποδεξάμενος ὡς ἕτοιμός ἐστιν ἕκαστος, καθάπερ φυτὸν εὐθαλὲς πρὸς ἐλεημοσύνην κλιθέν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· διὰ τοῦτο συναναιρεῖ τὰς παρενοχλούσας τῆς ἐλεημοσύνης ὑποκρίσεις. Τί λέγων; Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς, οὐχ ὅτι ἡμῶν ἐπιτηδείως τὴν ἀνάγνωσιν ταύτην προβαλλομένων, ἀλλὰ τῆς προτέρας ἀκολουθίας τῶν ἀναγνωσμάτων παραπεμπούσης. Προσέχετε τὴν ὑμῶν ἐλεημοσύνην μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε· αὕτη γὰρ ἡ ἐπίδειξις ἐκείνων ἀφανίζει τὸν μισθόν· ἡ τοιαύτη δόσις ἀποστερεῖ ἐκείνους τῆς μελλούσης ἀγαθωσύνης. Οὐδὲν γὰρ οὕτω πικρὸν πάθος ἐστὶν τῆς ψυχῆς, ὡς τὸ τῆς κενοδοξίας. Ὅταν γὰρ πολλὰ κατορθώσωμεν τῶν ἐπιταγμάτων, τότε τῆς κενοδοξίας παραφύεται νόσημα. Ἀλλὰ πρόῤῥιζον αὐτὸ ἐξέτεμεν ὁ Σωτὴρ ἀφ' ἡμῶν, διδάξας ἡμᾶς ἐν τῷ κρυπτῷ τὰς ἐλεημοσύνας ποιεῖν. Ἀλλὰ πάντως ἐρεῖς· Τί οὖν; οὐ δυνάμεθα ποιῆσαι· οὐ γάρ ἐστι δυνατὸν διδόντα τοῖς πένησιν, ἢ προσφέροντα τοῖς ἱερεῦσιν, ἢ βάλλοντα εἰς τὸ γαζοφυλάκιον, μὴ θεαθῆναι. Οὐκοῦν καὶ πρὸς τὴν δόσιν τῆς ἐλεημοσύνης ὀκνηροτέρους ἡμᾶς κατέστησας διὰ παντός. Νῦν οὖν ὠφελῆσαι τὰς ψυχὰς τῶν ἐμῶν φίλων καὶ ἀδελφῶν βούλομαι, καὶ παντὸς νοσήματος ἀπαλλάξαι, χάριτι τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὸν τρόπον τοῦ γινομένου διορθώσασθαι. Τὴν γὰρ προαίρεσιν ἐτάζει τοῦ ποιοῦντος ἐλεημοσύνην. Διὰ τοῦτο καλῶς ἐπάγει λέγων· Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταί· οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλ' ὅτι μὲν τὸ προσωπεῖον ἐλεημοσύνης ἦν, ἡ δὲ ψυχὴ τοῖς ἀνθρώποις ἐστρατεύετο, καὶ πρὸς τὴν ἐκείνων ἐβάδιζον θέαν. Οὐ γὰρ διὰ τὸν Θεὸν ἐποίουν ἐλεημοσύνην, ἐλπίζοντες ἐλεηθῆναι παρ' αὐτοῦ, καὶ λαβεῖν τὸν ἐπηγγελμένον μισθὸν ἑκατονταπλασίονα· ἀλλὰ διὰ τὸ τῆς προσκαίρου δόξης ἀπολαύειν τῶν ἀνθρώπων, παρεῖχον. Οὐδὲν οὖν ἔλαττον τῶν ἐν τοῖς θεάτροις φιλοτιμουμένων, καὶ τῶν ἐπὶ ταῖς κεναῖς δόξαις τὰς ἰδίας ὑπάρξεις σκορπιζόντων, οὐ διὰ τὸν τῆς ψυχῆς χρήσιμον καρπὸν, ἀλλὰ διὰ τὸν τῶν ἀνθρώπων ἔπαινον τὸν μάταιον. Περιτρέπεται γὰρ ὁ ἔπαινος πολλάκις ἐκεῖνος πρὸς ὕβριν, καὶ πολλὰ δαπανήσαντες, πολλὰ καθυβρίζονται. Ἐπίβλεπε πόσα δαπανῶσι χρήματα κατὰ τὰς ἱπποδρομίας· καὶ ὅταν πολλὰ δαπανῶσι, τότε πλείονα παρ' ἐλαχίστων καὶ ἀπεῤῥιμμένων ἀνθρώπων ὑβρίζονται. Τὴν γὰρ τῶν ἵππων ἀσθένειαν τοῖς ἀνθρώποις προστρίβουσιν· καὶ ὁ μὲν ἵππος σφάλλεται, ὁ δὲ φιλότιμος ἀτιμάζεται· καὶ ὁ μὲν ἄλογος ἵππος ἔπεσεν, ὁ δὲ λογικὸς ἄνθρωπος ἐξέπεσεν· καὶ πολλάκις ἀποδυρόμενος εἶπε, Τί μάτην ἀπολῶ μου τὴν ὑπόστασιν; τί τοσοῦτον κάματον ὑπέμεινα καὶ τοσαύτας ζημίας, καὶ τῶν ὑπαρχόντων ἔκπτωτος ἐγενόμην, ἵνα παρὰ τῶν ἀπηγορευμένων ὑβρισθῶ ἐσχάτως; Ὢ πόσους πένητας ἠδύναντο πλουτίσαι τὰ χρήματα ταῦτα τὰ μάτην ἀπολλύμενα. πόσους ἐκπεσόντας ἀνορθῶσαι. Καὶ ῥέουσι μὲν ὥσπερ ἀπό τινος πηγῆς αἱ φιλοτιμίαι διὰ τὸν μάταιον ἔπαινον· ἀνεγείρονται δὲ ὥσπερ ἀπό τινος ποταμοῦ αἱ λοιδορίαι τῶν ἀλογίστων ἀνθρώπων. Ἄλλοι δὲ καὶ τῶν οἰκείων ψυχῶν καταφρονοῦσι, καὶ πάλιν ἕτεροι διὰ τὴν ἔριν τῶν ἵππων τοὺς ἰδίους οἴκους καταστρέφουσιν.