# In illud: Credidi propter quod locutus sum [Sp.] 351

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Credidi propter quod locutus sum [Sp.], Pg 351. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-credidi-propter-quod-locutus-sum-sp/351

Τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου· Εἰς τὸ Ἐπίστευσα, διὸ ἐλάλησα. Φασί ποτε τὴν μέλισσαν κούφοις πτεροῖς δένδρεσι καὶ βοτάναις ἀνθοφόροις ἐφιπταμένην καὶ τὴν ἐν ταῖς τῶν ἀνθῶν ἰδέαις ἐγκειμένην νοτίδα ἀβλαβῶς λῃστεύουσαν τὸ γλυκύτατον κηρίον τοῦ μέλιτος τοῖς ἀνθρώποις ἐκεῖθεν πορίζεσθαι. Τοιοῦτοί εἰσιν οἱ τῆς ἐκκλησίας διδάσκαλοι· κούφῳ γὰρ τῷ πτερῷ τῆς διανοίας ἐπὶ τὸ καλλίχλοον ἔαρ τῶν γραφῶν ἐφιπτάμενοι καὶ τὴν ἐν τῷ γράμματι ἐγκειμένην νοτίδα τοῦ πνεύματος ἀρυόμενοι τὸ γλυκύτατον τῆς πίστεως μέλι εἰς τὰς τῶν ὑπηκόων καρδίας ἠρέμα ἐνραίνουσιν. Δεῦρο δὴ καὶ ἡμεῖς, ἀγαπητοί, μιμησάμενοι τὴν μέλισσαν καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου τῆς δικαιοσύνης τὸν νοῦν ἐκθερμάναντες ἐπὶ τὸν ἀνθηρότατον λειμῶνα τῆς ψαλμῳδίας θερμῷ τῷ πνεύματι καταδράμωμεν. Τί γὰρ ἡμῖν ὁ ὑποψαλθεὶς ἀρτίως ψαλμὸς ἔλεγεν; Ἐπίστευσα, διὸ ἐλάλησα. Ποίαν δὲ ἔχει δύναμιν ὁ λόγος; Ἀναγκαῖόν ἐστι τὸ ἐν τῷ βάθει τοῦ γράμματος κείμενον μελισταγὲς νόημα ἀρυσαμένους ἡμᾶς πᾶσιν ὑμῖν τοῖς διψῶσι, καθ' ὃ μὲν ἰσχύομεν, πότιμον τὸ ῥεῦμα τοῦ λόγου κεράσαι. Ἐπίστευσα, διὸ ἐλάλησα. Ὥςπερ οἱ βουλόμενοι ἐπί τινος πράγματος διηγήσασθαί τισι πρότερον αὐτοὶ ἐν πληροφορίᾳ γίνονται καὶ οὕτως ἄρχονται λεπτομερῶς τὸ πρᾶγμα διδάσκειν, ὡςαύτως καὶ ὁ προφήτης μέλλων διδάσκειν ἡμᾶς αὐτὸς ἐν πληροφορίᾳ πρότερον γίνεται περὶ τῆς τοῦ θεοῦ ὑπάρξεως καὶ τῆς ἐν Χριστῷ ἐλπίδος ἀποκειμένης τοῖς ἀνθρώποις· λέγει· Ἐπίστευσα, διὸ ἐλάλησα. Οὐκ ἦν

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Credidi propter quod locutus sum [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg443.local001/.
