Ancient Greek · ~22 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Diligentibus deum omnia cooperantur in bonum 3.1
Not analysed yet
Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου. Ἵνα τοίνυν μάθητε ὅπως τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, ἀναγκαῖον πᾶσαν ὑμῖν ἀναγνῶναι ταύτην τὴν ἱστορίαν, ἵνα καὶ ἐντεῦθεν γνῶτε, ὅπως μετὰ τὰς πληγὰς, μετὰ τὸ δεσμωτήριον, εἰς ἀγαθὸν ἅπαντα αὐτοῖς μετέβαλεν ἡ τοῦ Θεοῦ χάρις. Ἀλλ' ἴδωμεν πῶς τοῦτο δείκνυσιν ὁ μακάριος Λουκᾶς λέγων· Παραγγελίαν δὲ τοιαύτην εἰληφὼς ὁ δεσμοφύλαξ ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Σκόπει πῶς ἐπιτείνεται τὰ δεινὰ, ἵνα καὶ ἡ ὑπομονὴ τῶν ἀποστόλων λαμπροτέρα γένηται, καὶ ἡ ἄφατος τοῦ Θεοῦ δύναμις κατάδηλος ἅπασι καταστῇ. Ἄκουε δὲ καὶ τὸ ἑξῆς. Ἐπάγει γὰρ, Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν. Ὅρα ψυχὴν ἐπτερωμένην, ὅρα διάνοιαν νήφουσαν· μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ εἰρημένον. Οὐ γὰρ εἰκῆ καὶ τὸν καιρὸν ἡμῖν ἐπεσημήνατο, εἰπὼν, Κατὰ δὲ τὸ μεσονύκτιον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι, ὅτε τοῖς ἄλλοις ἅπασιν ἡδὺς ὁ ὕπνος ἐφίσταται καὶ κοιμίζει τὰ βλέφαρα, μάλιστα δὲ τοὺς ἐν ὀδύναις πολλαῖς καθεστῶτας εἰκὸς κατὰ τὸν καιρὸν ἐκεῖνον τοῦ ὕπνου καθέλκεσθαι, τότε τοίνυν, φησὶν, ὅτε πάντοθεν περιεγένετο ἡ τοῦ ὕπνου τυραννὶς, τότε ἐκεῖνοι Προσευχόμενοι ὕμνουν τὸν Θεὸν, τῆς περὶ αὐτὸν ἀγάπης μέγιστον δεῖγμα τοῦτο ποιούμενοι. Καθάπερ γὰρ ἡμεῖς ὑπὸ ἀλγημάτων σωματικῶν ἐνοχλούμενοι, τὴν τῶν γνησίων συνουσίαν ἐπιζητοῦμεν, ἵνα ἐκ τῆς πρὸς ἐκείνους διαλέξεως τὴν ἐπίτασιν τῆς ὀδύνης παραμυθησώμεθα· οὕτω καὶ οἱ ἅγιοι οὗτοι τῷ πόθῳ τῷ περὶ τὸν Δεσπότην πυρούμενοι, καὶ τοὺς ἱεροὺς ὕμνους ἀναφέροντες, οὐδὲ αἴσθησιν ἐλάμβανον τῶν ὀδυνῶν ἐκείνων, ἀλλ' ὅλοι τῆς ἱκετηρίας ἐγίνοντο, καὶ τὴν θαυμαστὴν ἐκείνην ὑμνῳδίαν ἀνέφερον, καὶ λοιπὸν ἐκκλησία ἐγένετο τὸ δεσμωτήριον, καὶ ὁ τόπος ἅπας ἡγιάζετο διὰ τῆς ὑμνῳδίας τῶν ἁγίων ἐκείνων. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, ἀνθρώπους τῷ ξύλῳ προσδεδεμένους, καὶ οὐδὲν ἐμποδιζομένους πρὸς τὴν ὑμνῳδίαν. Τὸν γὰρ νήφοντα, καὶ ἐγρηγορότα, καὶ ζέοντα πόθον ἔχοντα περὶ τὸν Θεὸν, οὐδὲν κωλῦσαι δυνήσεταί ποτε τῆς πρὸς τὸν Δεσπότην συνουσίας· Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν ἀλλαχοῦ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Ἔνθα γὰρ ἂν ᾖ διάνοια νήφουσα, πτεροῦται ὁ λογισμὸς καὶ ἀπαλλάττεται, ὡς εἰπεῖν, τοῦ συνδέσμου τοῦ σώματος, καὶ πρὸς τὸν ποθούμενον ἀνίπταται, καὶ τῆς γῆς ὑπερορᾷ. καὶ τῶν ὁρωμένων ἀνωτέρω γενόμενος, πρὸς ἐκεῖνον ἐπείγεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἁγίων τούτων γεγένηται. Ὅρα γὰρ τὴν παραχρῆμα τῶν ὕμνων ἐνέργειαν, καὶ ὅπως καὶ ἐν δεσμωτηρίῳ γενόμενοι καὶ τῷ ξύλῳ προσδεδεμένοι, καὶ μετὰ γοήτων καὶ δεσμίων συναναμιγέντες, οὐ μόνον οὐδὲν παρεβλάβησαν, ἀλλὰ καὶ ταύτῃ μᾶλλον ἐξέλαμψαν, καὶ τῷ φωτὶ τῆς οἰκείας ἀρετῆς κατηύγασαν ἅπαντας τοὺς τὸ δεσμωτήριον οἰκοῦντας. Ἡ γὰρ φωνὴ τῶν ἱερῶν ὕμνων ἐκείνων εἰς τὴν ἑκάστου τῶν δεσμωτῶν εἰσιοῦσα ψυχὴν, μετέπλαττεν αὐτὴν, ὡς εἰπεῖν, καὶ μετεῤῥύθμιζεν. Ἄφνω γὰρ, φησὶ, σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι ἅπασαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες τῶν ὕμνων τῶν εἰς τὸν Θεὸν τὴν δύναμιν; Οὐ μόνον αὐτοὶ παρακλήσεως ἀπέλαυσαν οἱ τοὺς ὕμνους ἀναφέροντες, ἀλλὰ καὶ πάντων τὰ δεσμὰ λυθῆναι παρεσκεύασαν· ἵνα δειχθῇ διὰ τῶν πραγμάτων αὐτῶν, ὅπως Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ἰδοὺ γὰρ καὶ πληγαὶ, καὶ δεσμωτήριον, καὶ ξύλον, καὶ μετὰ τῶν δημίων διαγωγὴ, καὶ ὅμως ταῦτα ἀγαθῶν ὑπόθεσις γεγένηται καὶ εὐδοκιμήσεως ἀφορμὴ, οὐκ αὐτοῖς μόνον, οὐδὲ τοῖς οἰκοῦσι τὸ δεσμωτήριον δεσμίοις, ἀλλὰ καὶ αὐτῷ τῷ δεσμοφύλακι. Ἔξυπνος γὰρ, φησὶ, γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν τὰς θύρας ἀνεῳγμένας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίσας ἐκπεφευγέναι τοὺς δεσμίους. Ὅρα μοι ἐνταῦθα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν πάντα λόγον ὑπερβαίνουσαν. Τίνος γὰρ ἕνεκεν κατὰ τὸ μεσονύκτιον ἅπαντα ταῦτα γίνεται; Οὐδενὸς ἑτέρου χάριν, ἀλλ' ἵνα ἀθόρυβον καὶ ἐν ἡσυχίᾳ τὸ πρᾶγμα οἰκονομηθῇ, καὶ τὴν σωτηρίαν πραγματεύσωνται τοῦ δεσμοφύλακος. Τοῦ γὰρ σεισμοῦ γενομένου καὶ τῶν θυρῶν ἀνοιχθεισῶν, τὰ δεσμὰ ἀνέθη πάντων τῶν αὐτόθι, καὶ οὐδεὶς αὐτῶν ἐκπηδῆσαι συνεχωρήθη. Σκόπει μοι καὶ ἄλλην ἐνταῦθα Θεοῦ σοφίαν. Τὰ μὲν γὰρ ἄλλα πάντα γέγονεν, ὁ σεισμὸς, λέγω, καὶ ἡ τῶν θυρῶν ἄνοιξις, ἵνα μάθωσι διὰ τῶν ἔργων ἅπαντες, τίνες ἦσαν οἱ τότε τὸ δεσμωτήριον οἰκοῦντες, καὶ ὅτι οὐχ οἱ τυχόντες εἰσὶν ἄνθρωποι· οὐδενὶ δὲ ἐξελθεῖν ἐγένετο, ἵνα μὴ κινδύνων ἀφορμὴ γένηται τοῦτο τῷ δεσμοφύλακι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον πῶς, ὅτε μόνον ὑπώπτευσε τοῦτο γεγενῆσθαι ὁ δεσμοφύλαξ, καὶ ἐνόμισέ τινας ἐκπεφευγέναι, καὶ τῆς ζωῆς αὐτῆς κατεφρόνησε. Σπασάμενος γὰρ, φησὶ, μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν. Ἀλλ' ὁ πανταχοῦ νήφων καὶ ἐγρηγορῶν, ὁ μακάριος Παῦλος, τῇ οἰκείᾳ φωνῇ ἐξήρπασε τῆς φάρυγγος τοῦ θηρίου τὸ ἀρνίον. Ἐφώνησε γὰρ φωνῇ μεγάλῃ, λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ὢ ταπεινοφροσύνης ὑπερβολή. οὐκ ἐφρόνησε μέγα ἐπὶ τοῖς γεγενημένοις, οὐ κατεξανέστη τοῦ δεσμοφύλακος. οὐδὲν ὑπέρογκον φθέγξασθαι κατεδέξατο· ἀλλὰ μετὰ τῶν δεσμωτῶν, μετὰ τῶν δημίων, μετὰ τῶν κακούργων ἑαυτὸν κατηρίθμησε, λέγων· Ἅπαντές ἐσμεν ἐνθάδε. Εἶδες αὐτὸν πολλῇ τῇ ταπεινοφροσύνῃ χρώμενον, καὶ οὐδὲν πλέον ἑαυτῷ νέμοντα τῶν αὐτόθι κακούργων; Ὅρα καὶ τὸν δεσμοφύλακα λοιπὸν, οὐχ ὡς ἑνὶ τῶν ἄλλων προσιόντα. Θαῤῥήσας γὰρ καὶ αἰτήσας φῶτα, εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Εἴδετε πῶς Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν; εἴδετε τοῦ διαβόλου τὴν μηχανὴν, ὅπως διελύθη; ὅπως ἄκυρα αὐτοῦ γέγονε τὰ μηχανήματα; Ἐπειδὴ γὰρ ἀπήλασαν τὸν δαίμονα, παρεσκεύασεν εἰς τὸ δεσμωτήριον αὐτοὺς ἐμβληθῆναι, νομίζων ἐμποδίζειν τὸν δρόμον τοῦ κηρύγματος διὰ τούτου. Ἀλλ' ἰδοὺ καὶ τὸ δεσμωτήριον ἐμπορίας αὐτοῖς ὑπόθεσις γεγένηται πνευματικῆς.