Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Domine, non est in homine 1.1
Not analysed yet
Τῆς ὁδοῦ ταύτης τῆς αἰσθητῆς καὶ λεωφόρου τὰ μέν ἐστιν ὕπτια καὶ λεῖα, τὰ δὲ προσάντη καὶ τραχύτερα· οὕτω δὲ καὶ τῶν θείων Γραφῶν τὰ μέν ἐστιν αὐτόθεν πᾶσιν εὐσύνοπτα, τὰ δὲ πλείονος ἐξεργασίας καὶ πόνου δεόμενα. Ἀλλ' ὅταν μὲν ἰσόπεδον καὶ λείαν ὁδεύωμεν ὁδὸν, οὐ πολλῆς ἡμῖν δεῖ ἀκριβείας· ὅταν δὲ ὑπτίαν καὶ στενὴν καὶ πρὸς αὐτὴν ἀνατεινομένην τὴν ἀκρώρειαν, καὶ ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην, νηφούσης ἡμῖν δεῖ ψυχῆς καὶ διεγηγερμένης, τῆς δυσχωρίας ῥᾳθυμεῖν οὐκ ἐπιτρεπούσης. Κἂν γὰρ μικρόν τις παραβλέψῃ, μόνου τοῦ ποδὸς ὀλισθήσαντος. ἅπαν τὸ σῶμα κατακρημνίζεται, κἂν εἰς φάραγγας κατακύψῃ κάτω, σκοτοδίνῳ κατεχόμενος καταφέρεται. Οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν τὰ μὲν εὔκολα καὶ ῥᾴδια τῶν νοημάτων, καὶ ἀπονητὶ διοδεῦσαι ἔνι, τὰ δὲ τραχύτερα καὶ προσάντη οὐχ ὁμοίως εὔπορον διαβῆναι. Διὸ νήφειν ἅπαντας δεῖ καὶ ἐγρηγορέναι, ὅταν τοιαῦτα διαβαίνωμεν χωρία, ὥστε μὴ περὶ τῶν ἐσχάτων ἡμῖν γενέσθαι τὸν κίνδυνον. Διὰ γὰρ τοῦτο καὶ ἡμεῖς ποτὲ μὲν ἐν τοῖς εὐκολωτέροις ὑμᾶς ἐγγυμνάζομεν, ποτὲ δὲ ἐπὶ τὰ δυσκολώτερα ἄγομεν, ἵνα καὶ τὸν πόνον ὑμῖν παραμυθησώμεθα, καὶ τὴν ῥᾳθυμίαν ἐκβάλωμεν. Ὥσπερ γὰρ οἱ διαπαντὸς εὐκολίας ἀπολαύοντες, χαυνότεροι γίνονται· οὕτως οἱ διηνεκῶς πρὸς τραχύτερα ἑλκόμενοι, πρὸς τὸν πόνον ἀπογινώσκουσι. Δεῖ τοίνυν ἀναμεμίχθαι τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο μεταχειρίζειν, ὥστε μήτε χαλᾶσθαι πέρα τοῦ μέτρου τὴν διάνοιαν ἡμῖν, μήτε διατεινομένην ὑπὲρ τὸ δέον διαῤῥήγνυσθαι πάλιν πρὸς τὸν πόνον ἀπαγορεύουσαν. Διὰ τοῦτο πρώην ὑμῖν περὶ Παύλου καὶ Πέτρου διαλεχθέντες, καὶ τῆς ἐν Ἀντιοχείᾳ γενομένης αὐτοῖς πρὸς ἀλλήλους ἀμφισβητήσεως, καὶ τὴν δοκοῦσαν ἐκείνων εἶναι μάχην πάσης εἰρήνης χρησιμωτέραν ὑμῖν ἀποδείξαντες, καὶ ἐπὶ τὴν ὑπτίαν ἐκείνην καὶ τραχείαν ἀγαγόντες ὁδὸν, ἐπειδὴ πεπονηκότας εἴδομεν, τῇ μετ' ἐκείνην ἡμέρᾳ πρὸς ἑτέραν εὐκολωτέραν ἐχειραγωγοῦμεν ὑπόθεσιν, τοῦ μακαρίου Εὐσταθίου τὰ ἐγκώμια διηγούμενοι, καὶ μετ' ἐκεῖνον τοῦ γενναίου μάρτυρος Ῥωμανοῦ τοὺς ἐπαίνους διεξιόντες, ὅτε δὴ καὶ λαμπρότερον ἡμῖν τὸ θέατρον γέγονε, καὶ πλείων ὁ κρότος, καὶ μείζων ὁ θόρυβος. Καθάπερ γάρ τις καμὼν, εἶτα εἰς λειμῶνα εἰσελθὼν, γάννυται καὶ διαχεῖται, τραχὺ μὲν ὁρῶν οὐδὲν οὐδὲ ἐπίπονον, ἄνεσιν δὲ καὶ τέρψιν καὶ ψυχαγωγίαν πολλήν· οὕτω καὶ ὑμεῖς μοι διέκεισθε τότε· ἀπὸ γὰρ τῶν πόνων καὶ τῶν δυσκολιῶν τῆς ἀκροάσεως ἐκείνης, ὥσπερ εἰς λειμῶνα εἰσελθόντες τῶν μαρτύρων τὰ ἐγκώμια, μετὰ πολλῆς τῆς ἀδείας τῆς τέρψεως ἐνεφορεῖσθε ἐκείνης. Οὐδὲ γὰρ λαβαὶ καὶ ἀντιλαβαὶ ἦσαν τότε, οὐδὲ παλαίσματα καὶ διαδύσεις, ἀλλ' οὐδενὸς ἀντικρούοντος, ἄφετος καθ' ἑαυτὸν ὁ λόγος ἠγωνίζετο, ἀπολελυμένος καὶ ἐλεύθερος ὤν. διὰ τοῦτο δὲ καὶ λαμπρότερος ἦν καὶ πανηγυρικώτερος, καὶ πλειόνων ἀπέλαυεν ἐπαίνων. Ἡ γὰρ διάνοια τῶν ἀκροατῶν, ὅταν μετ' εὐκολίας τοῖς λεγομένοις παρακολουθῇ, πολλῆς ἀνέσεως ἀπολαύουσα, προθυμότερον πρὸς τὸν ἔπαινον τοῦ λέγοντος διεγείρεται. Ἐπεὶ οὖν ἱκανῶς ὑμᾶς ἀνεκτησάμεθα ἐν ταῖς ἡμέραις ταύταις, οὐδὲν ἐπίπονον καὶ τραχὺ πρὸς τὴν ὑμετέραν κινήσαντες ἀγάπην, φέρε δὴ τήμερον ὑμᾶς πάλιν ἐπὶ τὴν προτέραν ἀγάγωμεν γυμνασίαν, πρὸς τὰ ἐπιπονώτερα τῶν Γραφῶν καὶ πολλῆς δεόμενα συνέσεως χειραγωγοῦντες ὑμᾶς, οὐχ ἵνα συντρίψωμεν τῷ καμάτῳ, ἀλλ' ἵνα γυμνάσωμεν εἰς τὸ δύνασθαι καὶ ταῦτα μετὰ ἀσφαλείας διαβαίνειν τὰ χωρία. Ὥσπερ οὖν τότε παρὰ μὲν τὴν ἀρχὴν ἐδόκει μάχη τις εἶναι καὶ φιλονεικία τῶν ἀποστόλων, ἐπειδὴ δὲ ἀνέβημεν τοὺς σκοπέλους ἐκείνους, εἴδομεν ἄνω λοιπὸν τὸν καρπὸν τοῦ Πνεύματος, ἀγάπην, χαρὰν, εἰρήνην, καὶ οὐ μάταιος ἡμῖν οὐδὲ περιττὸς ὁ πόνος ἐγένετο, ἀλλ' εἰς εὐφροσύνην κατέληξεν· οὕτω καὶ σήμερον προσδοκῶ ταῖς εὐχαῖς ταῖς ὑμετέραις, ἂν μετὰ καρτερίας καὶ πολλῆς τῆς ὑπομονῆς τὴν προκειμένην ἡμῖν διανύσωμεν ὁδὸν, καὶ ἐπὶ τὴν κορυφὴν αὐτὴν ἀναβῆναι δυνηθῶμεν, ἰσόπεδα καὶ λεῖα καὶ ὕπτια πάντα εὑρήσειν ἐκεῖ. Τί ποτ' οὖν ἐστι τὸ προκείμενον ἡμῖν νῦν; Τὸ παρὰ τοῦ προφήτου σήμερον ἀναγνωσθέν· Κύριε, οὐκ ἐν τῷ ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ. Τὸ μὲν ζήτημα τοῦτο· ὑμεῖς δὲ, ὥσπερ τότε παρέσχετε τὴν σπουδὴν, καὶ νῦν συντείνατε ἑαυτούς· οὐδὲ γὰρ τοῦτο ἔλαττον ἐκείνου τὸ ζήτημα, ἀλλὰ καὶ πλείονος δεῖται φροντίδος. Τί δήποτε; Ὅτι ἡ μὲν Παύλου καὶ Πέτρου δοκοῦσα μὲν εἶναι διαφορὰ, οὐκ οὖσα δὲ, οὐ πολλοῖς γνώριμος ἦν, ὅθεν οὐδὲ πολλὴν ἐκ τῆς ἀγνοίας εἰκὸς ἦν γενέσθαι τὴν βλάβην· αὕτη δὲ ἡ ῥῆσις πανταχοῦ περιφέρεται, ἐν οἰκίαις, ἐν ἀγοραῖς, ἐν χώραις, ἐν πόλεσιν, ἐν γῇ καὶ θαλάττῃ καὶ νήσοις· καὶ ὅπουπερ ἂν ἀπέλθῃς, ἀκούσῃ ταῦτα λεγόντων πολλῶν· Γέγραπται, Οὐκ ἐν τῷ ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ. Οὐ ταύτην δὲ μόνον μεμελετήκασι τὴν ῥῆσιν, ἀλλὰ καὶ ἑτέρας πρὸς ταύτην συνείρουσι τοιαύτας, ὅτι Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος· καὶ μετ' ἐκεῖνο πάλιν, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Τοῦτο δὲ ποιοῦσι, τῆς οἰκείας ῥᾳθυμίας προκαλύμματα τὰς θείας Γραφὰς προβαλλόμενοι, καὶ τὴν σωτηρίαν ἡμῶν καὶ τὴν ἐλπίδα διὰ τούτων διορύττειν ἐπιχειροῦντες τῶν ῥημάτων. Οὐδὲν γὰρ ἕτερον κατασκευάσαι βούλονται διὰ τούτων, ἀλλ' ἢ ὅτι οὐδενός ἐσμεν κύριοι. Πάντα οἴχεται τὰ καθ' ἡμᾶς· εἰκῆ βασιλείας ὑπόσχεσις, εἰκῆ γεέννης ἀπειλὴ, εἰκῆ νόμοι καὶ τιμωρίαι καὶ κολάσεις καὶ συμβουλαί.