# In illud: Domine, non est in homine 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Domine, non est in homine, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-domine-non-est-in-homine/2.1

Τί γὰρ ἄν τις παραινέσειε τῷ μηδενὸς ὄντι κυρίῳ; τί δὲ ἄν τις ὑπόσχοιτο τῷ πάσης ἐξουσίας ἀπεστερημένῳ; Οὔτε ὁ κατορθώσας ἄξιός ἐστιν ἐπαίνου, οὔτε ὁ διαμαρτὼν ὑπεύθυνος κολάσεως καὶ τιμωρίας, ἂν μὴ ἐφ' ἡμῖν ᾖ τὰ πρακτέα. Εἰ δὲ τοῦτο πεισθεῖεν ἄνθρωποι, οὐδεὶς οὐκέτι λοιπὸν οὐκ ἀρετῆς ἀνθέξεται, οὐ κακίαν φεύξεται. Εἰ γὰρ νῦν καθ' ἑκάστην ἡμέραν περὶ γεέννης ἐνηχούντων ἡμῶν, περὶ βασιλείας διαλεγομένων, καὶ τὰς κολάσεις τὰς ἀφορήτους καὶ τὰ ἔπαθλα τὰ ὑπερβαίνοντα διάνοιαν ἀνθρωπίνην προτιθέντων, συμβουλευόντων, παρακαλούντων, πάντα κινούντων λόγον, μόλις τινὲς ὑπομένουσι τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας, μόλις ἀφίστανται τῆς ἐν τοῖς ἁμαρτήμασιν ἡδονῆς· ἂν καὶ ταύτην ἐκκόψῃς τὴν ἄγκυραν τὴν ἱερὰν, οὐχ ὁλόκληρον βαπτισθήσεται τὸ σκάφος, καὶ πάντες οἰχήσονται γενόμενοι τέλεον ὑποβρύχιοι, καὶ πολλὰ ἔσται καθ' ἡμέραν τὰ ναυάγια; Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἐσπούδακεν ὁ διάβολος, ὡς τοῦτο πεῖσαι τὴν ἀνθρωπίνην ψυχὴν, ὅτι οὔτε ἐν τοῖς ἁμαρτήμασίν ἐστιν ὑπεύθυνος κολάσεως, οὔτε ἐν τοῖς κατορθώμασιν ἐπαίνων ἄξιος καὶ στεφάνων, ἵνα καὶ τῶν σπουδαίων ἐκλύσῃ τὰς χεῖρας, καὶ σβέσῃ τὴν προθυμίαν, καὶ τῶν ἀναπεπτωκότων ἐπιτείνῃ τὴν ὀλιγωρίαν καὶ αὐξήσῃ τὴν ῥᾳθυμίαν. Διὸ χρὴ προσέχειν μετὰ ἀκριβείας τοῖς λεγομένοις. Κρημνὸς ἑκατέρωθέν ἐστι καὶ βόθρος, ἂν μὴ νηφόντως ἀναγνῶμεν τὸ ῥητόν. Τί γὰρ εἴπωμεν; ὅτι ἐψεύσατο ὁ προφήτης; Ἀλλ' ἐπικίνδυνον· προφήτης γὰρ οὐ ψεύδεται· τὰ γὰρ τοῦ Θεοῦ φθέγγεται ῥήματα. Ἀλλ' οὐκ ἐψεύσατο ὁ προφήτης; οὐκοῦν οὐκ ἐφ' ἡμῖν τὰ πρακτέα; Ἀλλὰ καὶ ἐφ' ἡμῖν τὰ πρακτέα, καὶ ὁ προφήτης οὐκ ἐψεύσατο· καὶ ἀμφότερα ταῦτα παραστήσομεν, ἐὰν προσέχητε. Διὰ γὰρ τοῦτο ἑκατέρωθεν ἔδειξα τὸν κρημνὸν, ἵνα νήφοντες διανύσωμεν τὴν προκειμένην ἡμῖν ὁδόν. Μὴ γὰρ δὴ τοῦτο μόνον ἐξετάσωμεν, τὸ, Οὐκ ἐν τῷ ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ· ἀλλὰ καὶ τὴν ἀκολουθίαν ἅπασαν, καὶ ὑπὲρ τίνων εἴρηται, καὶ παρὰ τίνος, καὶ πρὸς τίνα, καὶ διὰ τί, καὶ πότε, καὶ πῶς. Οὐ γὰρ ἀρκεῖ τὸ λέγειν, ὅτι ἐν ταῖς Γραφαῖς γέγραπται, οὐδὲ ἁπλῶς παρασπῶντας ῥήματα καὶ σπαράσσοντας τὰ μέλη τοῦ σώματος τῶν θεοπνεύστων Γραφῶν, ἔρημα καὶ γυμνὰ τῆς οἰκείας αὐτῶν συναφείας λαβόντας, ἐπ' ἐξουσίας καὶ ἀδείας ἐπηρεάζειν αὐτοῖς. Οὕτω γὰρ πολλὰ δόγματα διεφθαρμένα εἰς τὸν βίον εἰσενήνεκται τὸν ἡμέτερον, τοῦ διαβόλου πείθοντος τοὺς ῥᾳθυμοτέρους διεστραμμένως ἀπαγγέλλειν τὰ ἐν ταῖς Γραφαῖς κείμενα, ἢ προστιθέντας, ἢ ὑφαιροῦντας ἐπιζοφοῦν τὴν ἀλήθειαν. Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, ὅτι ἐν τῇ Γραφῇ γέγραπται, ἀλλὰ χρὴ καὶ τὴν ἀκολουθίαν ἀναγνῶναι πᾶσαν· ἐπεὶ εἰ μέλλοιμεν διακόπτειν τὴν πρὸς ἄλληλα συνέχειαν αὐτῶν καὶ συγγένειαν, πολλὰ οὕτω τεχθήσεται πονηρὰ δόγματα. Καὶ γὰρ ἐν τῇ Γραφῇ γέγραπται, ὅτι Οὐκ ἔστι Θεὸς, καὶ ὅτι Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος, καὶ ὅτι Οὐκ ἐκζητήσει ὁ Θεός. Τί οὖν; εἰπέ μοι· οὐκ ἔστι Θεός; Οὐδὲ ἐφορᾷ τὰ κατὰ γῆν πράγματα; Καὶ τίς τοῦτο ἀνάσχοιτο εἰπεῖν, ἢ ἀκοῦσαι; Καίτοι γε ἐν τῇ Γραφῇ γέγραπται· ἀλλὰ μάθε πῶς γέγραπται. Εἶπε, φησὶν, ἄφρων ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός. Οὐ τῆς Γραφῆς ἐστιν ἡ γνώμη καὶ ἡ ψῆφος, ἀλλὰ τῆς τοῦ ἄφρονος διανοίας· οὐ τὰ ἑαυτῆς εἶπεν ἡ Γραφὴ, ἀλλὰ τὰ ἑτέρου ἀπήγγειλε. Καὶ πάλιν· Ἕως τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν Θεόν; Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἐκζητήσει. Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος. Καὶ ἐνταῦθα πάλιν ἀσεβοῦς ἀνθρώπου καὶ διεφθαρμένου κρίσιν καὶ ψῆφον ἐκτίθεται. Οὕτω καὶ ἰατροῖς ἔθος ἐστὶ, τοῖς ὑγιαίνουσι διαλεγομένοις τὰ τῶν παραπαιόντων καὶ ἐξεστηκότων ἁμαρτήματα λέγειν, ἵνα τούτους ἀσφαλεστέρους ἐργάσωνται. Ἐπεὶ οὖν ὑγεία μὲν ψυχῆς εὐσέβεια, νόσος δὲ ἐσχάτη καὶ ἀῤῥωστία τὸ τὸν Θεὸν μὴ εἰδέναι, λέγει τὰ ῥήματα τῶν ἀσεβούντων, οὐχ ἵνα ἀκούωμεν ἁπλῶς, ἀλλ' ἵνα φυλαξώμεθα. Λέγει τί εἶπεν ὁ ἄφρων, ἵνα σὺ γένῃ φρόνιμος, καὶ μὴ δέξῃ τὸ ῥῆμα· λέγει τί εἶπεν ὁ ἀσεβὴς, ἵνα σὺ φύγῃς τὴν ἀσέβειαν. Οὐ μόνον δὲ τῆς ἀκολουθίας ἐκκόπτειν οὐ χρὴ, ἀλλὰ καὶ ὑγιῆ προφέρειν αὐτὰ, καὶ μηδὲν προστιθέναι. Πολλοὶ γοῦν καὶ ἕτερά τινα ἀπὸ τῶν Γραφῶν περιφέρουσι, διεστραμμένως ἀναγγέλλοντες. Γέγραπται γὰρ, φησὶν, Εἰ πυροῦσαι, γάμησον· οὐδαμοῦ δὲ τοῦτο οὕτως ἐστὶ γεγραμμένον· ἀλλὰ πῶς εἴρηται, σκόπησον· Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμείτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι. Οὐκ ἔστιν οὖν ταὐτὸν, φησὶ, τὸ, εἰ πυροῦσαι, γάμησον; Μάλιστα μὲν, εἰ καὶ ταὐτὸν ἦν τὸ, εἰ πυροῦσαι, γάμησον, οὐκ ἐχρῆν ἀφέντας αὐτοὺς τὴν ὑγιῆ τῆς Γραφῆς ἀπαγγελίαν, διαστρέφειν, καὶ οἰκείοις ῥήμασι προφέρειν τὰ τῆς Γραφῆς νοήματα· νυνὶ δὲ καὶ πολὺ τὸ μέσον εὑρήσομεν. Ἂν μὲν γὰρ ἁπλῶς εἴπῃς, Εἰ πυροῦσαι, γάμησον, πᾶσιν ἔδωκας ἐξουσίαν τοῖς παρθενεύειν προῃρημένοις, ἡνίκα ἂν ὑπὸ ἐπιθυμίας ὀχληθεῖεν, τὰς πρὸς τὸν Θεὸν διαλῦσαι συνθήκας, καὶ πρὸς τὸν γάμον αὐτομολῆσαι, καὶ τῆς προτέρας ὑποσχέσεως ἐπιλαθέσθαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Domine, non est in homine. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg149.local001/.
