# In illud: Domine, non est in homine 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Domine, non est in homine, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-domine-non-est-in-homine/4.1

Ὅμοιοι δὲ Θεοῦ γινόμεθα οὐκ ἐσθίοντες καὶ πίνοντες καὶ περιβαλλόμενοι· Θεὸς γὰρ οὔτε ἐσθίει, οὔτε πίνει, οὔτε περιβάλλεται· ἀλλὰ δικαιοσύνην ἀσκοῦντες, φιλανθρωπίαν ἐπιδεικνύμενοι, χρηστοὶ καὶ ἐπιεικεῖς ὄντες, τοὺς πλησίον ἐλεοῦντες, πᾶσαν ἀρετὴν διώκοντες· ἐπεὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν κοινὸν πρὸς τὴν τῶν ἀλόγων φύσιν ἡμῖν ἐστι, καὶ οὐδὲν ἐκείνων κατὰ τοῦτο ἀμείνους ἐσμέν. Ἀλλὰ πόθεν ἡμῶν ἡ ὑπεροχή; Ἐκ τοῦ κατ' εἰκόνα Θεοῦ γενέσθαι καὶ ὁμοίωσιν. Μὴ τοίνυν ἀποκάμωμεν τοὺς ὑπὲρ ἀρετῆς κινοῦντες λόγους, ἀλλ' ἀγαγόντες τὴν προφητικὴν ταύτην ῥῆσιν εἰς μέσον, μετὰ ἀκριβείας αὐτὴν διερευνησώμεθα, καὶ μάθωμεν τίς ὁ εἰρηκὼς, καὶ ὑπὲρ τίνων, καὶ πότε, καὶ πρὸς τίνα, καὶ πῶς τῶν πραγμάτων διακειμένων, καὶ πάντα ἁπλῶς ἐξετάζοντες τὰ πρὸς τὴν εὕρεσιν συντελοῦντα. Ὁ μὲν οὖν εἰρηκὼς Ἱερεμίας ἐστὶν ὁ προφήτης, οὐ μὴν ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ ἑτέρων τὴν ἱκετηρίαν ποιούμενος, ὑπὲρ Ἰουδαίων τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων, τῶν ἀδιορθώτως ἐχόντων, τῶν ὀφειλόντων κολασθῆναι καὶ τὴν ἐσχάτην ὑπομεῖναι τιμωρίαν, περὶ ὧν φησιν αὐτῷ ὁ Θεός· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου· καί τινες μέν φασι τοῦτο περὶ τοῦ Ναβουχοδονόσορ λέγεσθαι· ἐπειδὴ γὰρ ἔμελλεν ἐπιστρατεύειν αὐτοῖς ὁ βάρβαρος, καὶ τὴν πόλιν ἀφανίζειν, καὶ λαβὼν αἰχμαλώτους ἀπιέναι, βουλόμενος πεῖσαι πάντας, ὅτι οὐ παρὰ τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν τῆς πόλεως περιγίνεται, ἀλλὰ παρὰ τὰ τούτων ἁμαρτήματα, τοῦ Θεοῦ στρατηγοῦντος τὸν πόλεμον, καὶ χειραγωγοῦντος αὐτὸν ἐπὶ τὴν οἰκείαν πόλιν, φησίν· Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἡ ὁδὸς αὕτη, φησὶν, ἣν ὁ βάρβαρος βαδίζει νῦν ἐπιστρατεύων ἡμῖν, οὐχὶ παρ' ἑαυτοῦ ἐστιν, οὐδὲ ἐκεῖνος κατώρθωσε τὸν πόλεμον τοῦτον καὶ τὴν νίκην, ἀλλ' εἰ μὴ σὺ παρέδωκας ἡμᾶς ταῖς ἐκείνου χερσὶν, οὐκ ἂν ἐκράτησεν, οὐδὲ περιεγένετο. Διὰ τοῦτο, φησὶ, δέομαι καὶ ἀντιβολῶ, ἐπειδὴ τοῦτο ἔδοξε, μετὰ μέτρου γενέσθαι τὴν τιμωρίαν. Παίδευσον ἡμᾶς, πλὴν ἐν κρίματι, καὶ μὴ ἐν θυμῷ. Ἀλλ' ἐπειδή τινες πρὸς τοῦτο ἀντιλέγουσι, καὶ οὐχὶ περὶ τοῦ βαρβάρου φασὶν εἰρῆσθαι, ἀλλὰ περὶ τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων, ἀνάγκη καὶ πρὸς τούτους ἀπομαχήσασθαι. Τί οὖν ἐστι πρὸς τούτους εἰπεῖν; ὅτι ὑπὲρ ἀνθρώπων ἡμαρτηκότων ἠξίου, ὑπὲρ ὧν ἐκωλύθη πολλάκις ἀξιοῦν· διὰ τοῦτο τὴν πόλιν παρασκευάζει θρηνῆσαι πρῶτον· ἐπειδὴ γὰρ συνεχῶς ἔλεγε, Μὴ ἀξίου ὑπὲρ αὐτῶν, τὴν δεομένην αὐτὴν τῆς φιλανθρωπίας καθίησι πρώτην, ἵνα ἐκεῖθεν ἀφορμήν τινα καὶ πρόφασιν εὔλογον λάβῃ τῆς πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἱκετηρίας, καὶ πρὸς αὐτὴν ἀποτείνει τὸν λόγον, καί φησιν· Οὐαὶ τῷ συντρίμματί σου· ἀλγηρὰ ἡ πληγή σου. Εἶτα ἐκείνη φησίν· Ὄντως τοῦτό μου τὸ τραῦμά ἐστιν; ἡ σκηνή μου ὤλετο, αἱ δέῤῥεις μου διεσπάσθησαν, οἱ υἱοί μου καὶ τὰ πρόβατά μου ἐξῆλθεν ἀπ' ἐμοῦ, καὶ οὐκ εἰσίν. Οἱ ποιμένες μου ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Φωνὴ ἀκοῆς ἔρχεται καὶ σεισμοῦ μεγάλου ἀπὸ βοῤῥᾶ, τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν. Εἶτα ἐπειδὴ ἐτραγῴδησε τὴν οἰκείαν συμφορὰν ἐκείνη, φησί, Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ. Τί οὖν; ἐπειδὴ θρηνεῖ, φησὶ, δόγμα ὀλέθριον εἰσήγαγεν εἰς τὴν οἰκουμένην, τὴν ἐξουσίαν ἡμῶν ἀφαιρούμενος, καὶ λέγων οὐκ ἐφ' ἡμῖν εἶναι τὰ πρακτέα; Οὐδαμῶς, ἀλλὰ καὶ θρηνῶν ἀσφαλίζεται. Εἰπὼν γὰρ, ὅτι Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐκ ἐσιώπησεν, ἀλλ' ἐπήγαγεν, Οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἐφ' ἡμῖν ἐστι τὸ πᾶν, ἀλλὰ τὸ μὲν ἐφ' ἡμῖν, τὸ δὲ ἐπὶ τῷ Θεῷ. Τὸ μὲν γὰρ ἑλέσθαι τὰ κάλλιστα, καὶ βουληθῆναι, καὶ σπουδάσαι, καὶ πάντα ὑπομεῖναι πόνον, τῆς ἡμετέρας ἐστὶ προθέσεως· τὸ δὲ εἰς τέλος ἀγαγεῖν αὐτὰ, καὶ μὴ συγχωρῆσαι διαπεσεῖν, καὶ πρὸς αὐτὸ τὸ πέρας ἐλθεῖν τῶν κατορθωμάτων, τῆς ἄνωθέν ἐστι χάριτος. Ἐμερίσατο γὰρ πρὸς ἡμᾶς τὴν ἀρετὴν ὁ Θεὸς, καὶ οὔτε ἐφ' ἡμῖν ἀφῆκε τὸ πᾶν εἶναι, ἵνα μὴ εἰς ἀπόνοιαν ἐπαιρώμεθα, οὔτε αὐτὸς τὸ πᾶν ἔλαβεν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἀποκλίνωμεν· ἀλλ' ὀλίγον ἀφεὶς ἐπὶ τοῖς ἡμετέροις πόνοις, τὸ πλέον αὐτὸς κατορθοῖ. Ὅτι γὰρ εἰ τὸ πᾶν ἦν ἐφ' ἡμῖν, πολλοὺς ἂν τοῦτο εἰς ἀπόνοιαν ἐπῆρε καὶ ἐξετραχήλισεν, ἀκούωμεν τοῦ Φαρισαίου, τί φησιν, εἰς ὅσην ἀλαζονείαν ἐπήρετο, πῶς ἐμεγαληγόρει, καὶ τῆς οἰκουμένης ἁπάσης ἐφρόνησε μείζονα. Διὰ τοῦτο οὐ τὸ πᾶν ἡμῶν ἐποίησεν, ἀλλ' ἀφῆκέ τι ἐφ' ἡμῖν εἶναι, ἵνα εὐπρόσωπον λάβῃ πρόφασιν τοῦ δικαίως ἡμᾶς στεφανοῦν. Καὶ τοῦτο ἐδήλωσε διὰ τῆς παραβολῆς ἐκείνης, καθ' ἥν φησιν, ὅτι περὶ τὴν ἑνδεκάτην ὥραν εὑρὼν ἀνθρώπους, ἔπεμψεν εἰς τὸν ἀμπελῶνα ἐργάζεσθαι. Καίτοι τί ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ εἰργάσαντο; Ἀλλ' ὅμως ἤρκεσε τῷ Θεῷ καὶ ἡ βραχεῖα τοῦ καιροῦ ῥοπὴ πρὸς τὸ δοῦναι τὸν μισθὸν αὐτοῖς ἀπηρτισμένον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἀληθῶς ὁ προφήτης φησὶ, καὶ οὐκ ἀφαιρεῖται τὴν ἐξουσίαν ἡμᾶς, ἀλλὰ περὶ τοῦ τέλους τῶν πραγμάτων ἐνταῦθα φιλοσοφεῖ, ἄκουσον τῆς ἐπαγωγῆς. Εἰπὼν γὰρ, Οὐκ ἐν ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ, εὐθὺς ἐπιφέρει, Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Εἰ γὰρ μηδὲν ὅλως ἐφ' ἡμῖν ἦν, περιττῶς ἔλεγε, Παίδευσον ἡμᾶς, πλὴν ἐν κρίσει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Domine, non est in homine. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg149.local001/.
