# In illud: Domine, non est in homine 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Domine, non est in homine, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-domine-non-est-in-homine/5.1

Τί γὰρ ἂν ἀδικώτερον τοῦ κολάζεσθαι τοὺς οὐκ ὄντας κυρίους τῶν πρακτέων, καὶ τιμωρίαν ὑπέχειν ἀνθρώπους, ὧν ἡ ὁδὸς καὶ ὁ βίος οὐκ ἐπὶ τῇ αὐτῶν ἐξουσίᾳ κεῖται; Ὥστε ὅταν φαίνηται τὸν Θεὸν παρακαλῶν ὑπὲρ τοῦ μὴ σφοδροτέραν γενέσθαι τὴν τιμωρίαν κατ' αὐτῶν, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει, ὅτι ἄξιοι τοῦ κολάζεσθαι καὶ τιμωρίαν ὑπέχειν εἰσί· τοῦτο δὲ οὐδὲν ἕτερον ἢ τὸ αὐτεξούσιον συνίστησιν. Εἰ γὰρ μὴ κύριοι τῶν πρακτέων ἦσαν, οὐχὶ πραοτέραν ἔδει τὴν τιμωρίαν ἀξιοῦν αὐτοὺς ὑποσχεῖν, ἀλλὰ μηδὲ ὅλως κολάζεσθαι· μᾶλλον δὲ οὐδὲ ἀξιώσεως ἔδει· ὁ γὰρ Θεὸς οὐ δεῖται τοῦ παρακαλοῦντος αὐτὸν, ὥστε μὴ κολάσαι τοὺς ἀνευθύνους. Καὶ τί λέγω, ὁ Θεὸς, ὅπου γε οὐδὲ ἄνθρωπος νοῦν ἔχων; Ὅταν οὖν φαίνηται παρακαλῶν ὁ προφήτης ὑπὲρ Ἰουδαίων, ὡς ὑπὲρ ἡμαρτηκότων εὔδηλον ὅτι παρακαλεῖ· ἁμαρτία δὲ τότε φαίνεται, ὅταν ἡμεῖς, ὄντες κύριοι τοῦ μὴ παραβῆναι τὸν νόμον, παραβαίνωμεν. Ὥστε πάντοθεν δῆλον ἡμῖν, ὅτι καὶ ἐφ' ἡμῖν καὶ ἐπὶ τῷ Θεῷ τὰ ἡμέτερα κεῖται κατορθώματα. Τοιοῦτόν ἐστι καὶ τὸ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Καὶ τίνος ἕνεκεν τρέχω; φησί· τίνος δὲ ἕνεκεν θέλω, εἰ μὴ τὸ πᾶν ἐν ἐμοὶ κεῖται; Ἵνα διὰ τοῦ θέλειν καὶ τοῦ τρέχειν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν ῥοπὴν καὶ τὴν εὔνοιαν, ὥστε συμπρᾶξαι καὶ χεῖρα ὀρέξαι καὶ πρὸς τὸ τέλος ἀγαγεῖν. Ἐὰν γὰρ ἀνέλῃς τοῦτο, καὶ παύσῃ τρέχων καὶ θέλων, οὔτε ὁ Θεὸς ὀρέξει χεῖρα, ἀλλ' ἀποστήσεται καὶ αὐτός. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τί φησι τῇ Ἱερουσαλήμ. Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς, ἐπειδὴ οὐκ ἠθέλησαν, πῶς ἀπέστη καὶ ὁ Θεός; Διὰ τοῦτο χρεία ἡμῖν καὶ τοῦ θέλειν καὶ τοῦ τρέχειν, ἵνα καὶ τὸν Θεὸν ἐπισπασώμεθα. Τοῦτο οὖν φησι καὶ ὁ προφήτης, ὅτι τὸ κατορθῶσαι οὐκ ἐν ἡμῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ βοηθείᾳ· τὸ δὲ ἑλέσθαι ἐν ἡμῖν καὶ ἐν τῇ ἡμετέρᾳ προαιρέσει. Οὐκοῦν εἰ ἐν τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸ κατορθῶσαι, φησὶ, κἂν μὴ κατορθώσω, οὐδεμίαν ἂν εἴην δίκαιος ὑπομένειν αἰτίαν· ὅταν γὰρ τὰ παρ' ἐμαυτοῦ παράσχω πάντα, καὶ θελήσω, καὶ προέλωμαι, καὶ τῶν πραγμάτων ἅψωμαι, ὁ δὲ τοῦ τέλους κύριος ὢν μὴ συμπράξῃ, μηδὲ χεῖρα ὀρέξῃ, παντὸς ἀπήλλαγμαι ἐγκλήματος. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀμήχανον γὰρ, θελησάντων ἡμῶν καὶ προελομένων καὶ βουληθέντων, τὸν Θεὸν ἐγκαταλιπεῖν. Εἰ γὰρ τοῖς μὴ βουλομένοις παραινεῖ καὶ συμβουλεύει, ἵνα θελήσωσι καὶ βουληθῶσι, πολλῷ μᾶλλον τοὺς αἱρουμένους οὐκ ἐγκαταλιμπάνει. Ἐμβλέψατε γὰρ, φησὶ, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε. Τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ὑπερεῖδεν αὐτόν; Καὶ πάλιν ὁ Παῦλός φησιν, Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ἡ ἐλπὶς ἡ εἰς τὸν Θεόν. Ἀμήχανον γὰρ τοῦ τέλους ἐκπεσεῖν τὸν ὅλῃ διανοίᾳ ἐπὶ τὸν Θεὸν ἐλπίζοντα, καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα. Καὶ πάλιν, Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύ νασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Διὰ τοῦτο παραινεῖ σοφός τις ἀνὴρ, λέγων· Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Κολλήθητι αὐτῷ, καὶ μὴ ἀποστῇς. Καὶ ἕτερος παραινεῖ λόγος· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ταῦτα δὲ πάντα κανόνες εἰσὶ καὶ ὅροι καὶ δόγματα ἀκίνητα· καὶ δεῖ τοῦτο πεπηγέναι ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ὅτι ἀμήχανόν τινα σπουδῇ χρώμενον καὶ μεριμνῶντα ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, καὶ τὰ παρ' ἑαυτοῦ πάντα ἐπιδεικνύμενον, ἐγκαταλειφθῆναί ποτε παρὰ τοῦ Θεοῦ. Οὐκ ἀκούεις τί φησι πρὸς τὸν Πέτρον; Σίμων, Σίμων, ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Ὅταν μὲν γὰρ ἴδῃ τὸν φόρτον μείζω τῆς ἡμετέρας δυνάμεως ὄντα, ὀρέγει χεῖρα, καὶ ἐπικουφίζει τὸν πειρασμόν· ὅταν δὲ ἴδῃ ἐξ οἰκείας ῥᾳθυμίας καὶ ὀλιγωρίας τὴν οἰκείαν προδιδόντας σωτηρίαν, καὶ μὴ βουλομένους σωθῆναι, ἀφίησι καὶ ἐγκαταλιμπάνει. Οὐ γὰρ βιάζεται, οὐδὲ ἀναγκάζει, καὶ ὅπερ ἐπὶ τῆς διδασκαλίας ἐποίει, τοῦτο καὶ ἐνταῦθα γίνεται. Καθάπερ γὰρ ἐκεῖ τοὺς μὴ θέλοντας ἀκούειν, ἀλλ' ἀποπηδῶντας, οὐχ εἷλκεν, οὐδὲ ἐβιάζετο, τοῖς δὲ προσέχουσι διέλυσε τὰ ἀσαφῆ, καὶ τὰ αἰνίγματα ἐποίει φανερά· οὕτω δὴ καὶ ἐπὶ τῶν πραγμάτων· τοὺς μὲν ἀναλγήτους καὶ οὐκ ἐθέλοντας οὐκ ἀναγκάζει, οὐδὲ βιάζεται, τοὺς δὲ προαιρουμένους ἐπισπᾶται μετὰ πολλῆς τῆς σφοδρότητος. Διὰ τοῦτο καὶ ὁ Πέτρος φησίν· Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Θεὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Καὶ ὁ προφήτης αὐτὸ τοῦτο παραινεῖ λέγων· Ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Ταῦτα οὖν εἰδότες, καὶ ὅτι καὶ τὸ θέλειν καὶ τὸ τρέχειν ἐν ἡμῖν ἐστι, καὶ διὰ τοῦ θέλειν καὶ τοῦ τρέχειν τὸν Θεὸν ἐπισπώμεθα πρὸς τὴν ἡμετέραν βοήθειαν, ἐπισπασάμενοι δὲ αὐτὸν, πρὸς τὸ τέλος ἥξομεν τῶν πραγμάτων· διαναστῶμεν, ἀγαπητοὶ, καὶ πᾶσαν σπουδὴν ἐπιδειξώμεθα ἐν τῇ τῆς ψυχῆς σωτηρίᾳ τῆς ἡμετέρας, ἵνα μικρὸν ἐνταῦθα πονήσαντες χρόνον, κατὰ τὸν ἀγήρω καὶ ἀθάνατον αἰῶνα τῶν ἀθανάτων ἀπολαύσωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Domine, non est in homine. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg149.local001/.
