Ancient Greek · ~2 min
Sect 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Dominus regnavit et in illud: Dies diei dicit verbum [Sp.] 2
Not analysed yet
«Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί.» Διατί δὲ οὐ πᾶσαι ἀλλὰ πολλαί; αἱ πολλαὶ τῶν ὀρθοδόξων ἐκκλησίαι· αἱ δὲ πίστεως ὀρθῆς ἀμοιροῦσαι, αἱ αἱρετικῶν ἐκκλησίαι εἰσίν· πῶς οὖν εὐφρανθῶσιν, τὸν βασιλέα Χριστὸν ποικίλως ὑβρίζουσαι; Εἴη δὲ κἀκείνας ἐκκλησίας λέγειν, ἀγαπητοὶ, καὶ μὴ ἀλωπέκων καταγώγια, ἐν οἷς εἰσὶν ἀλώπεκες οὐ τῇ τῆς φύσεως μεταβολῇ ἀλλὰ τῆς γνώμης μετατροπῇ.