Ancient Greek · ~21 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Filius ex se nihil facit 2.1
Not analysed yet
Ἆρα μὴ μάτην εἶπον, ὅτι θορυβεῖν ὑμᾶς ἔχει τὰ ῥήματα, καὶ ἐκ προοιμίων λεγόμενα διαταράττειν τὸν ἀκροατήν; Ἀλλ' ἀναμείνατε, καὶ ὄψεσθε τοῖς οἰκείοις αὐτοὺς ἀναλισκομένους ὅπλοις. Μάλιστα μὲν γὰρ οὐκ ἦν Ἰουδαίων ὑπόνοια τὸ λεγόμενον· ὃ καὶ ἐν τῇ προτέρᾳ διαλέξει μετὰ πάσης ἀπεδείξαμεν τῆς σαφηνείας· ἅπερ ἵνα μὴ πάλιν ἀνακινῶμεν, ἐκεῖ παραπέμψαντες τὸν ἀκροατὴν, τὸ νῦν ἐπαγόμενον διαλῦσαι πειρασόμεθα, δεικνύντες ὅτι οὐκ ἀνατρέπων τὴν ὑπόνοιαν ἐκείνην, ταῦτα λέγει, ἀλλὰ μετὰ πολλῆς ἀκριβείας ἱστῶν καὶ βεβαιῶν, καὶ τῆς πρὸς τὸν γεγενηκότα ἐγγύτητος, καὶ πολλῆς γνησιότητος καὶ συναφείας καὶ ὁμονοίας ἀπόδειξιν ἡμῖν παρέχων. Οὕτω γὰρ θαῤῥῶ τῷ εἰρημένῳ, ὅτι ταύτην μάλιστά φημι τὴν ῥῆσιν ἀπόδειξιν εἶναι τῆς πρὸς τὸν Πατέρα συγγενείας αὐτοῦ, καὶ τοῦ κατὰ τὴν οὐσίαν ἀπαραλλάκτου. Μηδὲ ταράττεσθε ὑπὸ τῶν λογισμῶν τῶν αἱρετικῶν. Οὐδὲ γὰρ τὰ ξίφη τὰ ἐν τοῖς τοίχοις γεγραμμένα, οὐδὲ τὰ δόρατα, οὐδὲ αἱ αἰχμαὶ θορυβεῖν δύναιντ' ἂν πολεμίους, φοβερὸν καὶ ὀξὺ βλέποντας. Ὅπερ γὰρ ἂν ᾖ, σκιά τίς ἐστι καὶ εἰκὼν, οὐ πραγμάτων ἀλήθεια. Τοιοῦτοι τῶν αἱρετικῶν οἱ λογισμοὶ, οὓς ἵνα διελέγξωμεν, πλησίον ταύτης γενώμεθα τῆς ῥήσεως, συνεχῶς αὐτὴν περιστρέφοντες, καὶ τέως αὐτοὺς ἐρώμεθα, πῶς βούλονται ἑρμηνεύειν τὴν ῥῆσιν. Οὐ γὰρ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις. Εἰ γὰρ ἤρκει ἡ ἀνάγνωσις, τίνος ἕνεκεν ὁ Φίλιππος πρὸς τὸν εὐνοῦχον ἔλεγεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὅθεν ἀναγινώσκων ἐκεῖνος, οὐδὲν ᾔδει τῶν ἐγκειμένων· διὸ καὶ ἔλεγε· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου; Εἰ ἤρκει ἡ ἀνάγνωσις, πῶς οἱ Ἰουδαῖοι τὴν Παλαιὰν ἀναγινώσκοντες, καὶ τὰ περὶ τῆς γεννήσεως τοῦ Χριστοῦ, καὶ τῶν σημείων, καὶ τῶν θαυμάτων, καὶ τόπον, καὶ καιρὸν, καὶ σταυρὸν, καὶ τάφον, καὶ ἀνάστασιν, καὶ ἀνάληψιν, καὶ τὴν ἐκ δεξιῶν καθέδραν, καὶ τὴν τοῦ Πνεύματος κάθοδον, καὶ τὴν τῶν ἀποστόλων συνεκδρομὴν, καὶ τὴν τῆς συναγωγῆς ἐκβολὴν, καὶ τὴν τῆς Ἐκκλησίας εὐγένειαν, οὐδέπω καὶ σήμερον ἐπίστευσαν; Οὐκ ἄρα ἀρκεῖ ἡ ἀνάγνωσις, ἐὰν μὴ προσῇ καὶ ἡ γνῶσις. Ὥσπερ γὰρ ἐάν τις τρέφηται μὲν, μὴ πέπτῃ δὲ, οὐ ζήσεταί ποτε· οὕτως ἐάν τις ἀναγινώσκῃ μὲν, οὐ γινώσκῃ δὲ μηδὲν τῶν ἐγκειμένων, οὐκ ἐπιτεύξεται τῆς ἀληθείας. Μὴ τοίνυν μοι παρέχετε τὴν ῥῆσιν τὴν εὐαγγελικὴν, ἀλλὰ καὶ ἑρμηνεύσατε αὐτήν. Τοῦτο δὲ ἀπαιτῶ παρ' ἐκείνων, ἵν' ὅταν τὰ σαθρὰ αὐτῶν καταλύσω νοήματα, τότε καταβαλῶ τῆς ἀληθείας τὸν θεμέλιον. Οὕτω καὶ οἰκοδόμοι ποιοῦσιν, οὐ πρότερον τὴν κρηπῖδα καταβάλλονται τῶν οἰκημάτων, ἕως ἂν τὰ σεσαθρωμένα ἀνέλωσιν, ἵνα μετὰ ἀσφαλείας οἰκοδομῶσιν. Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα. Εἰπὲ οὖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ καθόλου οὐδέν; Οὐδὲ γὰρ εἶπεν, ὅτι ἀνθρώπους μὲν δύναται ποιεῖν, ἀγγέλους δὲ οὐ δύναται· οὐδὲ ἀγγέλους μὲν δύναται, ἀρχαγγέλους δὲ οὐ δύναται· ἀλλ' εἶπεν, ὅτι οὐδέν. Οὐκοῦν ἀσθενείας τὸ ῥῆμα; εἴ γε μὴ δύναται, κατὰ τὴν ὑπόνοιαν τὴν σὴν, καὶ βίας καὶ ἀνάγκης ἐπιτεταμένης· εἴ γε ἀφ' ἑαυτοῦ οὐδὲν ποιεῖ, ἀλλ' ὅσα ἂν βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἰδοὺ καὶ διδασκαλίας ὕστερον προσγενομένης, ἅπερ ἅπαντα ἀλλότρια τῆς ἀκηράτου καὶ ἀνωλέθρου οὐσίας ἐκείνης τῆς ἀφράστου καὶ ἀῤῥήτου καὶ ἀκαταλήπτου. Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Οὐδὲ γὰρ περὶ ἐμοῦ τοῦ μικροῦ καὶ εὐτελοῦς, καὶ ἀπὸ γῆς γενομένου, δυνατὸν τοῦτο λέγεσθαι, ὅτι οὐ δύναμαι ἐγὼ ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν· οὐδὲ περὶ σοῦ, οὔτε περὶ ἄλλου οὐδενὸς ἀνθρώπων. Εἰ γὰρ τοῦτο ἀληθὲς, εἰκῆ γέεννα, καὶ κόλασις, καὶ τιμωρία· εἰκῆ στέφανοι, καὶ ἔπαθλα, καὶ ἀγαθά. Οὐδὲ γὰρ ἐκεῖνα ὑποστησόμεθα ἁμαρτάνοντες, οὐδὲ τούτων ἀπολαύσομεν κατορθοῦντες, εἴ γε μηδὲν ἀφ' ἑαυτῶν πράττομεν. Τὰ γὰρ ἔπαθλα οὐ τοῖς πράγμασιν ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ ἀπόκεινται. Οἷόν τι λέγω· ὅταν τις ἀφ' ἑαυτοῦ καλὸν ἐργάζηται, τότε στεφανοῦται καὶ ἀνακηρύττεται, οὐχ ἁπλῶς ὅταν ἐργάζηται, ἀλλὰ μετὰ γνώμης καὶ προαιρέσεως. Καὶ ἵνα μάθητε ὅτι ταῦτά ἐστιν ἀληθῆ· Εἰσὶν εὐνοῦχοι, φησὶν, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Εὐνούχους ἐνταῦθά φησιν οὐ τοὺς τὰ μέλη κόψαντας, ἀλλὰ τοὺς τὸν πονηρὸν λογισμὸν καὶ ἀσελγείας γέμοντα ἀποτεμόντας, οὐ σιδηρᾷ μαχαίρᾳ, ἀλλὰ λογισμῷ καὶ φιλοσοφίᾳ, καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ χρησαμένους εἰς τοῦτο. Ἰδοὺ δύο εὐνοῦχοι, οἱ μὲν ἐξ ἀνθρώπων ἀποτμηθέντες τὰ μέλη, οἱ δὲ εὐλαβείᾳ ἀποκόψαντες τὸν πονηρὸν λογισμόν. Ἀλλ' ὅμως εἰ καὶ διαφόρως εὐνουχίσθησαν, ὁμοίως ἀμφότεροι γυναικῶν ἀπέχονται μίξεως. Τὸ ὁμοίως δὲ εἶπον, οὐ κατὰ γνώμην, ἀλλὰ κατὰ τὴν τοῦ πράγματος φύσιν. Οὐδὲ γὰρ εὐνοῦχος δύναιτ' ἂν συγγενέσθαι γυναικὶ, οὔτε ὁ μοναχὸς ὁ εὐνουχίσας ἑαυτόν. Καὶ τὸ μὲν πρᾶγμα ἓν, τὸ δὲ τέλος οὐχ ἕν. Διὰ τοῦτο περὶ μὲν ἐκείνων εἰπὼν ὅτι εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, οὐδὲν αὐτοῖς διὰ τοῦτο ἔθηκεν ἔπαθλον· φύσεως γὰρ, οὐ γὰρ ἀσκήσεως τὸ πρᾶγμα ἦν. Τούτους δὲ εἰς μέσον ἀγαγὼν, τῇ βασιλείᾳ αὐτοὺς ἐστεφάνωσεν, εἰπὼν, Διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Καίτοι οὔτε οὗτος μίγνυται γυναικὶ, οὔτε ἐκεῖνος· ἀλλ' ὁ μὲν ὑπὸ τῆς ἀνάγκης δεδεμένος, ὁ δὲ τῇ προαιρέσει τὸ πρᾶγμα κατορθώσας, καὶ ἀφ' ἑαυτοῦ τοῦτο ἐργασάμενος καὶ ἀνύσας. Εἶτα οἱ μὲν ἄνθρωποι ἀφ' ἑαυτῶν δύνανται τοιαῦτα πράττειν, καὶ ποιεῖν, καὶ φιλοσοφεῖν, καὶ φθέγγεσθαι, καὶ μυρία ἕτερα ἐργάζεσθαι· ὁ δὲ τῶν ἀγγέλων Δεσπότης οὐ δυνήσεται οὐ μικρὸν οὐ μέγα ποιεῖν ἀφ' ἑαυτοῦ; Καὶ τίς ταῦτα ἀνέξεται; Οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον τῷ Δεσπότῃ.