Ancient Greek · ~26 min
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Filius ex se nihil facit 6.1
Not analysed yet
Ἀλλ' εἰ βούλεσθε λοιπὸν, τῶν αἱρετικῶν ἀπαλλαγέντες, τὴν λύσιν ἐπάγωμεν τοῖς εἰρημένοις, πρότερον ἐκεῖνο ὑμᾶς διδάξαντες, ὅτι τὸ, Οὐ δύναται, ἐπὶ Θεοῦ λεγόμενον, οὐκ ἀσθενείας, ἀλλὰ δυνάμεώς ἐστιν ἀπόδειξις. Εἰ δὲ καινὸν τὸ εἰρημένον, ἀλλ' ὅμως παρεξόμεθα τὴν ἀπόδειξιν σαφῆ. Ἐὰν εἴπω, ὅτι οὐ δυνατὸν ἁμαρτῆσαι τὸν Θεὸν, οὐκ ἀσθενείας αὐτοῦ κατηγορῶ, ἀλλὰ μεγίστην αὐτῷ μαρτυρῶ δύναμιν. Ἐὰν εἴπω, ὅτι οὐ δυνατὸν ψεύσασθαι τὸν Θεὸν, καὶ πάλιν τὸ αὐτὸ ἀποδείκνυμι. Καθάπερ καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ὁρᾷς τὸ, Οὐ δύναται, δυνάμεως σημεῖον ὄν; Καὶ τί λέγω περὶ Θεοῦ; Ἐπὶ γὰρ τῶν ὑλῶν τούτων τῶν αἰσθητῶν γυμνάζω τὸν λόγον. Ἐὰν εἴπω, ὅτι ὁ ἀδάμας οὐ δύναται διασπασθῆναι, ἆρα ἀσθένειαν αὐτῷ διὰ τοῦ, οὐ δύναται, ἢ δύναμιν αὐτῷ μαρτυρῶ μεγίστην; Ὅταν οὖν ἀκούσῃς, ὅτι οὐ δύναται ὁ Θεὸς ἁμαρτεῖν, οὐδὲ δύναται ψεύσασθαι, οὐδὲ δύναται ἀρνήσασθαι ἑαυτὸν, μὴ ἀσθένειαν νομίσῃς ἐκ τοῦ μὴ δύνασθαι λέγεσθαι, ἀλλὰ μεγίστην σφόδρα δύναμιν, ὅτι ἀνεπίδεκτος αὐτοῦ ἡ οὐσία πονηρίας πάσης, ἄβατος, καθαρὰ, ἀνωτέρα. Ἐπεὶ οὖν τοῦτο διευκρίνηται, φέρε δὴ ἐπὶ τὸ προκείμενον ἀγάγωμεν τοῦ λόγου τὴν γυμνασίαν. Οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν. Τί οὖν ἐστι τὸ, Ἀφ' ἑαυτοῦ; Ἐὰν γὰρ τοῦτο μάθητε μετὰ ἀκριβείας, τότε εἴσεσθε αὐτοῦ τὴν πολλὴν ἐγγύτητα τὴν πρὸς τὸν γεγεννηκότα, τὸ ἀπαράλλακτον τῆς οὐσίας, τὸ τοιαύτης αὐτὸν εἶναι οὐσίας, οἵας καὶ ὁ Πατήρ. Τί οὖν ἐστι τὸ, Οὐ δύναται ἀφ' ἑαυτοῦ; Ἴδιόν τι παρὰ τὸν Πατέρα ποιεῖν, οὐ δύναται ξένον καὶ κεχωρισμένον παρὰ τὸν Πατέρα ποιεῖν, οὐδὲ ἠλλοτριωμένον τι ποιῆσαι, οὐδὲ ἄλλο τι παρ' ὃ ποιεῖ ὁ Πατήρ· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ οὗτος ποιεῖ. Τὸ οὖν, Ἀφ' ἑαυτοῦ οὐ δύναται ποιεῖν, οὐκ ἐλευθερίας ἀναίρεσις, οὐδὲ ἐξουσίας ἀφανισμὸς, ἀλλ' ὁμονοίας ἀπόδειξις, καὶ συμφωνίας μαρτυρία, καὶ ἀκριβοῦς ἐγγύτητος, καὶ ἀπαραλλαξίας σημεῖον. Ἐπειδὴ γὰρ τὸ σάββατον ἔλυσε, καὶ παρανομίαν αὐτῷ ἐνεκάλουν λέγοντες· Ἄλλα μὲν ὁ Θεὸς ἐπέταξεν, ἄλλα δὲ σὺ ποιεῖς· ταύτην ἐμφράττων αὐτῶν τὴν ἀναισχυντίαν λέγει· Οὐκ ἔστιν ὑπ' ἐμοῦ ἄλλο τι γεγενημένον παρὰ τὸ γενόμενον ὑπὸ τοῦ Πατρός· οὐδὲ ἐναντίος αὐτοῦ εἰμι καὶ πολέμιος. Εἰ δὲ μὴ οὕτως εἶπεν, ἀλλ' ἀνθρωπινώτερον καὶ παχύτερον τὸν λόγον ἐσχημάτιζεν, ἐννόησον ὅτι πρὸς Ἰουδαίους διελέγετο, τοὺς ἀντίθεον αὐτὸν νομίζοντας. Διά τοι τοῦτο καὶ ταχέως ἐπήγαγεν, ἵνα μηδεὶς μηδὲν τοιοῦτον ὑποπτεύσῃ· Τὰ γὰρ ἔργα, ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἰ δὲ μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖ, πῶς ὁμοίως ποιεῖ; Οὐ γὰρ τὸ ποιῆσαι μέγα· τοῦτο γὰρ καὶ οἱ ἀπόστολοι ἐποίουν, νεκροὺς ἤγειρον, λεπροὺς ἐκάθηρον, ἀλλ' οὐχ Ὁμοίως ὡς αὐτός. Ἀλλὰ πῶς ἐκεῖνοι; Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ ἐξουσίᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Πῶς δὲ Ἰησοῦς; Ἵνα εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς· καὶ πάλιν ἐπὶ τῆς τῶν νεκρῶν ἀναστάσεως· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καίτοι ἤρκει τὸ, Οὕτως· ἀλλ' ἐκ περιουσίας τὴν ἀναισχυντίαν τῶν φιλονεικεῖν βουλομένων ἀναστέλλων, καὶ τὸ, Θέλει, προσέθηκε, δῆλον ὅτι μετ' ἐξουσίας ἁπάσης. Διὰ τοῦτό φησι· Τὰ γὰρ ἔργα, ἃ ἐκεῖνος ποιεῖ· οὐκ εἶπε, τοιαῦτα καὶ ὁ Υἱὸς ποιεῖ, ἀλλ' αὐτὰ ἐκεῖνα ὁ Υἱὸς ποιεῖ. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὁρᾷς πῶς συνωθεῖ τὸν λόγον εἰς ἀκριβῆ τινα ἑνότητα καὶ συνάφειαν καὶ ἐγγύτητα, οὐ τοιαῦτα λέγων, ἀλλ', Αὐτὰ, καὶ, Ὁμοίως, λέγων, ὡς Πατήρ; Διὰ δὴ τοῦτο καὶ ἐν τῇ συγκαταβάσει τοῦ λόγου σχηματίζων αὐτὸν, καὶ ἐκεῖ μετὰ ἀσφαλείας πολλῆς ἐχρήσατο τῇ ῥήσει. Οὐ γὰρ εἶπεν, ἐὰν μή τι διδάσκηται παρὰ τοῦ Πατρὸς, ἵνα μὴ μαθητεύοντα αὐτὸν εἰσαγάγῃς· οὐδὲ εἶπεν, ἐὰν μή τι κελεύηται, ἵνα μὴ τῆς τῶν δούλων τάξεως ὑποπτεύσῃς· ἀλλὰ, Ἂν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Καὶ τοῦτο δὲ αὐτὸ πολλῆς πρὸς τὸν Πατέρα ἐγγύτητος, καὶ οὕτως εἰρημένον. Εἰ γὰρ δύναται τὸν Πατέρα ὁρᾷν ἐργαζόμενον, καὶ εἰδέναι πῶς ἐργάζηται, τῆς αὐτῆς ἐστιν οὐσίας. Πολλάκις γὰρ καὶ ἔμπροσθεν ἀπεδείξαμεν, ὅτι οὐσίαν οὐδεὶς ἰδεῖν δύναται μετὰ ἀκριβείας, οὐδὲ γνῶναι σαφῶς, ἐὰν μὴ τῆς αὐτῆς φύσεως ᾗ. Ἄγγελον γοῦν γυμνῇ τῇ οὐσίᾳ παραγενόμενον ἄνθρωπος ἰδεῖν οὐκ ἠδυνήθη, καὶ ταῦτα πολλῇ ἀρετῇ κεκοσμημένος ὁ Δανιήλ. Διὰ δὴ τοῦτο ὡς ἐξαίρετον τοῦτο ὂν αὐτοῦ τῆς φύσεως ἐτίθει λέγων· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ πάλιν· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, αὐτὸς ἑώρακε τὸν Πατέρα. Καίτοι πολλοὶ εἶδον καὶ ἄλλοι, προφῆται, καὶ πατριάρχαι, καὶ δίκαιοι, καὶ ἄγγελοι· ἀλλὰ τὴν ἀκριβῆ λέγει γνῶσιν. Οὐ μὴν τοῦτο ἐροῦμεν, ὅτι βλέπων αὐτὸν τότε ποιεῖ· ἐπεὶ τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, πῶς ἂν ἔχοι λόγον; καὶ τὸ, Τὰ ἔργα, ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Εἰ γὰρ ὁμοίως ποιεῖ, πῶς βλέπων αὐτὸν πρότερον τότε ποιεῖ; Ἀνάγκη γὰρ ἔσται κατὰ τὸν σὸν λόγον, καὶ τὸν Πατέρα βλέποντα ἕτερον ἐργαζόμενον οὕτως ποιεῖν· ὅπερ ἐσχάτης μανίας καὶ ἀνοίας ἐστίν. Ἀλλ' ἵνα μὴ τὰ ἀσθενῆ ταῦτα διελέγχοντες καὶ ἄτοπα, μηκύνωμεν τὸν λόγον, ἐκεῖνο ἐροῦμεν· ὅτι ἐπειδὴ πρὸς Ἰουδαίους ὁ λόγος ἦν αὐτῷ, τοὺς ἀντίθεον αὐτὸν εἶναι λέγοντας καὶ πολέμιον τῷ νομοθέτῃ, καὶ ἀπὸ τῶν γινομένων τοῦτο συλλέγοντας, διὰ τοῦτο οὕτως ἐσχημάτισε τὸν λόγον ἀνθρωπινώτερον καὶ παχύτερον, τῷ συνετῷ ἀκροατῇ καταλιμπάνων εἰδέναι τὴν θεοπρεπῆ ἔννοιαν, καὶ τοὺς παχύτερόν τι ἐννοοῦντας διορθούμενος· διὸ ἔφησε· Τὰ γὰρ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Οὐ γὰρ δὴ ἀναμένει τὸν Πατέρα ἰδεῖν ἐργαζόμενον, καὶ τότε ποιεῖ, οὐδὲ μαθητείας δεῖται· ἀλλ' ὁρᾷ μὲν αὐτοῦ τὴν οὐσίαν, καὶ οἶδεν αὐτὴν σαφῶς· Καθάπερ γὰρ γινώσκει με, φησὶν, ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· ἐργάζεται δὲ ἅπαντα καὶ δημιουργεῖ μετ' ἐξουσίας τῆς αὐτῷ προσηκούσης, μετὰ συνέσεως καὶ σοφίας τῆς αὐτῷ συγκεκληρωμένης, οὐ δεόμενος μανθάνειν, οὐ δεόμενος ἰδεῖν. Πῶς γὰρ ἀπηκριβωμένη εἰκὼν πρὸς τὸν γεγεννηκότα ὢν καὶ ὁμοίως πάντα ἐκείνῳ ποιῶν, καὶ μετὰ τῆς αὐτῆς δυνάμεως; Περὶ γὰρ δυνάμεως διαλεγόμενος ταῦτα ἐπήγαγε λέγων· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Ταῦτα οὖν ἅπαντα εἰδότες καὶ ἀποσυλλέξαντες τὰ εἰρημένα, ἀποστρεφώμεθα τῶν αἱρετικῶν τοὺς συλλόγους, ἐχώμεθα δὲ διηνεκῶς τῆς ὀρθῆς πίστεως, καὶ βίον ἀκριβῆ καὶ πολιτείαν τοῖς δόγμασιν ἴσην ἐπιδειξώμεθα, ἵνα τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.