Ancient Greek · ~3 min
Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 10-2
Not analysed yet
Ταῦτ' οὖν εἰδότες, μὴ τῇ δαπάνῃ προσέχωμεν, ὅταν ἐλεημοσύνην ποιῶμεν, ἀλλὰ τῇ προσόδῳ καὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ τῷ παρόντι δὲ κέρδει· οὐ γὰρ βασιλείαν οὐρανῶν ἐλεημοσύνη προξενεῖ μόνον, ἀλλὰ καὶ τὴν κατὰ τὸν παρόντα βίον ἀσφάλειάν τε καὶ ἀφθονίαν. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ ταῦτα δοῦναι κύριος. Ὁ γὰρ τὰ αὐτοῦ πένησι, φησὶ, δοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ὁρᾷς ἐν ἑκατέρᾳ τῇ ζωῇ τὰς ἀμοιβὰς διδομένας μετὰ πολλῆς τῆς περιουσίας; Μὴ τοίνυν ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα, ἀλλὰ καθ' ἑκάστην ἡμέραν τὸν τῆς ἐλεημοσύνης καρπὸν φέρωμεν, ἵνα καὶ τὰ παρόντα ἡμῖν πράγματα κατὰ ῥοῦν φέρηται, καὶ τῆς μελλούσης ἐπιτύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.