Ancient Greek · ~11 min
ΠΑΛΙΝ ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΡΗΣΙΝ »Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 12
Not analysed yet
Οὐδὲ γὰρ οὕτως ὕδατος φύσις ἀπονίπτει κηλῖδας σώματος, ὡς ἐλεημοσύνης δύναμις ἀποσμήχει ῥύπον ψυχῆς. Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο, οὕτω μήτε χωρὶς ἐλεημοσύνης ἐπ' εὐχὴν ἔλθῃς ποτέ. Καίτοι καὶ καθαρὰς πολλάκις ἔχοντες τὰς χεῖρας, ἂν μὴ πρότερον αὐτὰς ἀποπλύνωμεν ὕδατι, οὐκ ἀνατείνομεν εἰς εὐχήν· τοσοῦτόν ἐστιν ἡ συνήθεια. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν· κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης. Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω δεινά· ἐχθρὸς παρώξυνε, δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι, ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα· ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγγνώμην καὶ ἀπολογησόμενος. Κατάβαλε τοίνυν ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ ἀπόσμηξον τὰς κηλῖδας ἐκείνας, ἵνα μετὰ παῤῥησίας καλέσῃς αἰτούμενος τὸν δυνάμενόν σοι ταῦτα ἀφεῖναι τὰ ἁμαρτήματα. Ἂν ἐν συνηθείᾳ καταστήσῃς σαυτὸν μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε, οὔτε ἑκὼν, οὔτε ἄκων, ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας, τοιοῦτον γὰρ ἡ συνήθεια. Καὶ ὥσπερ οὖν ἀεὶ, ὅ τι οὖν γένοιτο, χερσὶν ἀνίπτοις οὐχ ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ· οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης, ἂν τοῦτον σαυτῷ ἐπιθήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων αὐτὸν καθ' ἑκάστην ἐκπληρώσεις ἡμέραν ὑπὸ τῆς συνηθείας ἑλκόμενος. Πῦρ ἐστιν ἡ εὐχὴ, μάλιστα ὅταν ἀπὸ νηφούσης καὶ διεγηγερμένης ἀναπέμπηται ψυχῆς· ἀλλὰ τὸ πῦρ τοῦτο καὶ ἐλαίου δεῖται, ἵνα αὐτῶν ἅψηται τῶν οὐρανίων ἁψίδων· ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἐλεημοσύνη. Ἐπίχεε τοίνυν τὸ ἔλαιον δαψιλὲς, ἵνα εὐφραινόμενος ἐπὶ τῷ κατορθώματι, μετὰ παῤῥησίας πλείονος καὶ προθυμίας μείζονος τὰς εὐχάς σου ἐπιτελῇς. Ὥσπερ γὰρ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, οὐδὲ εὔξασθαι μετὰ παῤῥησίας δύνανται, οὕτως οἱ κατορθώσαντές τι, καὶ μετὰ τὴν δικαιοσύνην ἐκείνην ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι, τῇ μνήμῃ τοῦ κατορθώματος εὐφραινόμενοι, μετὰ πλείονος τῆς προθυμίας ποιοῦνται τὴν ἱκετηρίαν. Ἵν' οὖν καὶ κατὰ τοῦτο δυνατωτέρα ἡμῖν ἡ εὐχὴ γένηται, γρηγορούσης ἡμῖν τῆς διανοίας ἐν ταῖς δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων μνήμης, μετὰ τῆς ἐλεημοσύνης ἐπὶ τὰς εὐχὰς ἐρχώμεθα, καὶ μνημονεύωμεν μετὰ ἀκριβείας ἅπαντα τὰ εἰρημένα· καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἐκείνην μοι τὴν εἰκόνα διατηρεῖτε διηνεκῶς, καθ' ἣν εἶπον τοὺς πένητας πρὸ τῶν θυρῶν ἑστάναι τῶν εὐκτηρίων οἴκων, ταύτην ἐπὶ τῆς ψυχῆς ἀναπληροῦντες τὴν χρείαν, ἣν ἐπὶ τοῦ σώματος ἡ κρήνη. Ἂν γὰρ τοῦτο ὦμεν διηνεκῶς μεμνημένοι, συνεχῶς ἀπονιπτόμενοι τὸν λογισμὸν, καθαρὰς μὲν δυνησόμεθα τὰς εὐχὰς ἐπιτελεῖν. πολλὴν δὲ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ τὴν παῤῥησίαν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.