Ancient Greek · ~7 min
ΠΑΛΙΝ ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΡΗΣΙΝ »Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 2-2
Not analysed yet
Τότε μὲν οὖν ἐζητοῦμεν, τίνος ἕνεκεν εἴρηκε, Πνεῦμα πίστεως τὸ αὐτό· καὶ μίαν αἰτίαν τέως εἰρήκαμεν· αὕτη δὲ ἦν, τὸ δεῖξαι σύμφωνον τῇ Καινῇ τὴν Παλαιὰν οὖσαν. Ὅταν γὰρ φαίνηται τὸ Πνεῦμα τῆς πίστεως τὸ αὐτὸ καὶ τὴν τοῦ Δαυῒδ κινῆσαν γλῶτταν τὴν λέγουσαν, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ εἰς τὴν τοῦ Παύλου ψυχὴν ἐνεργοῦν, εὔδηλον ὅτι πολλὴ συγγένεια προφητῶν καὶ ἀποστόλων, καὶ ἀνάγκη πολλὴν Παλαιᾶς καὶ Καινῆς εἶναι τὴν συμφωνίαν. Ἀλλ' ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀνακινοῦντες ἐνοχλῶμεν ὑμῖν, φέρε, καὶ τὴν ἑτέραν αἰτίαν εἴπωμεν, δι' ἣν εἴρηκε, Τὸ αὐτό· καὶ γὰρ καὶ τότε ὑμῖν ὑπεσχόμεθα ἑτέραν αἰτίαν ἐρεῖν τῆς ῥήσεως ταύτης. Ἀλλὰ διανάστητε· βαθὺ γὰρ τὸ νόημα τοῦτό ἐστιν, ὃ μέλλω λέγειν πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ διορατικῆς δεόμενον διανοίας, καὶ ὀξυτάτης ψυχῆς· διὸ παρακαλῶ μετὰ ἀκριβείας παρακολουθεῖν τοῖς ῥηθήσεσθαι μέλλουσιν. Εἰ γὰρ ἡμέτερος ὁ πόνος, ἀλλ' ὑμέτερον τὸ κέρδος, μᾶλλον δὲ οὐδὲ ἡμέτερος ὁ πόνος ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος ἡ δωρεά· ὅταν δὲ ἀποκαλύψῃ, οὔτε ὁ λέγων, οὔτε οἱ ἀκούοντες κάμνουσι· πολλὴ γὰρ τῆς ἀποκαλύψεως ἡ εὐκολία. Πρόσχωμεν τοίνυν μετὰ ἀκριβείας· κἂν γὰρ τοῖς πλείοσι παρακολουθήσητε, περὶ δὲ βραχὺ μέρος ἀπονυστάξητε, τὸ πᾶν ἀγνοήσετε τοῦ κάλλους, διακοπείσης τῆς ἀκολουθίας λοιπόν. Καὶ καθάπερ οἱ τὰς ὁδοὺς ἀγνοοῦντες καὶ ἑτέρων δεόμενοι τῶν ὁδηγούντων, κἂν πολὺ προέλθωσιν ἀκολουθοῦντες αὐτοῖς, μικρὸν δὲ ἀποῤῥᾳθυμήσαντες ἀπολέσωσι τὸν ἡγούμενον, οὐδὲν αὐτοῖς ὄφελος ἔσται τῆς προτέρας ἀκολουθήσεως, ἀλλ' ἵστανται λοιπὸν, οὐκ εἰδότες ὅπου προέλθωσιν· οὕτω καὶ οἱ τῷ λέγοντι παρακολουθοῦντες, ἐὰν παρὰ πᾶσαν τὴν διδασκαλίαν προσέχοντες μικρὸν ῥᾳθυμήσωσιν, ἅπασαν τὴν ἀκολουθίαν ῥίψαντες, οὐκ ἔτι λοιπὸν ἐπιστῆναι τῷ τέλει τῶν νοημάτων δυνήσονται. Ἵν' οὖν μὴ τοῦτο πάθητε, διὰ πάντων τῶν μελλόντων ῥηθήσεσθαι τὴν ἴσην μοι παρέχετε σπουδὴν, ἕως ἂν εἰς αὐτὸ τὸ τέλος ἔλθωμεν.