Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus 1.1
Not analysed yet
Ἀσθενὴς μέν εἰμι καὶ πτωχὸς, καὶ διδασκαλικῶν ἄπειρος λόγων· ἀλλ' ὅταν ἴδω τὸν ὑμέτερον σύλλογον, ἐπιλανθάνομαι τῆς ἀσθενείας, ἀγνοῶ τὴν πτωχείαν, οὐκ οἶδα τὴν ἀπειρίαν· τοιαύτη γὰρ τῆς ὑμετέρας ἀγάπης ἡ τυραννίς. Διὸ καὶ τῶν ἐν εὐπορίᾳ καθεστώτων προθυμότερον ὑμῖν τὴν τῆς πτωχείας παρατίθημι τράπεζαν. Ταύτης δὲ ὑμεῖς αἴτιοι τῆς μεγαλοψυχίας, τῇ προθυμίᾳ τῆς ἀκροάσεως τοὺς ἀναπεπτωκότας διεγείροντες, πρὸς τὴν ἀκρόασιν κεχηνότες, καὶ τῆς τοῦ λέγοντος ἐκκρεμάμενοι γλώττης. Οὕτω καὶ νεοσσοὶ χελιδόνων, ἐπειδὰν ἴδωσι προσιπταμένην τὴν μητέρα, τῆς καλιᾶς προκύψαντες καὶ τοὺς αὐχένας ποιήσαντες ἐκκρεμεῖς, οὕτω δέχονται τὴν παρ' ἐκείνης τροφήν. Οὕτω καὶ ὑμεῖς μετὰ πολλῆς τῆς προθυμίας πρὸς τὸν λέγοντα βλέποντες, δέχεσθε τὴν ἀπὸ τῆς γλώττης κομιζομένην ὑμῖν διάλεξιν, καὶ πρὶν ἢ τὰ ῥήματα ἐκπηδῆσαι τοῦ στόματος ἡμῶν, ἥρπασεν ἡ διάνοια τὰ λεγόμενα. Τίς οὖν οὐκ ἂν καὶ ὑμᾶς καὶ ἡμᾶς ἐπὶ τούτοις μακαρίσειεν, ὅτι λέγομεν Εἰς ὦτα ἀκουόντων; Κοινὸς ὁ πόνος, κοινὸς καὶ ὁ στέφανος· κοινὸν τὸ κέρδος, κοινὸς καὶ ὁ μισθός. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἐμακάρισε τοὺς μαθητὰς λέγων· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι. Δότε μοι ταῦτα τὰ ῥήματα καὶ πρὸς ὑμᾶς εἰπεῖν, ἐπειδὴ καὶ τὴν αὐτὴν ἐπιδείκνυσθε προθυμίαν· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Ἀλλ' ὅτι μὲν ὑμῶν τὰ ὦτα ἀκούει, δῆλον· ὅτι δὲ καὶ οἱ ὀφθαλμοὶ βλέπουσι, καθάπερ ἔβλεπον οἱ μαθηταὶ τότε, τοῦτο ἀποδεῖξαι πειράσομαι, ἵνα μὴ ἐξ ἡμισείας, ἀλλ' ὁλόκληρος ὑμῶν ὁ μακαρισμὸς ᾖ. Τί οὖν ἔβλεπον τότε οἱ μαθηταί; Νεκροὺς ἀνισταμένους, τυφλοὺς ἀναβλέποντας, λεπροὺς καθαιρομένους, δαίμονας ἐλαυνομένους, χωλοὺς βαδίζοντας, ἅπαν φύσεως ἁμάρτημα διορθούμενον. Ταῦτα βλέπετε καὶ ὑμεῖς νῦν, εἰ καὶ μὴ τοῖς τοῦ σώματος, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς. Τοιαῦται γὰρ αἱ τῆς πίστεως ὄψεις· τὰ μὴ φαινόμενα βλέπουσι, καὶ τὰ μηδέπω πραχθέντα κατανοοῦσι. Πόθεν τοῦτο δῆλον, ὅτι πίστις ὄψις ἐστὶ τῶν μὴ βλεπομένων καὶ ἔλεγχος; Ἄκουσον τοῦ Παύλου λέγοντος· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Καὶ τὸ δὴ θαυμαστὸν, οὖτοι μὲν οἱ τῆς σαρκὸς ὀφθαλμοὶ τὰ μὲν ὁρώμενα βλέπουσι, τὰ δὲ μὴ ὁρώμενα οὐ βλέπουσιν· οἱ δὲ τῆς πίστεως ὀφθαλμοὶ τοὐναντίον ἅπαν, τὰ μὲν ὁρώμενα οὐ βλέπουσι, τὰ δὲ μὴ ὁρώμενα βλέπουσι. Καὶ ὅτι τὰ βλεπόμενα οὐ βλέπουσι, καὶ τὰ μὴ βλεπόμενα βλέπουσιν, ὁ Παῦλος ἐδήλωσεν εἰπὼν οὕτως· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Καὶ πῶς ἄν τις ἴδοι τὰ μὴ βλεπόμενα; Πῶς ἄλλως, ἀλλ' ἢ τοῖς τῆς πίστεως ὀφθαλμοῖς; Οὕτω καὶ ἀλλαχοῦ φησι· Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας. Πῶς; οὐ γὰρ εἴδομεν. Εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι, φησί. Βούλεσθε καὶ ἑτέραν παράγω μαρτυρίαν, ὅτι τὰ μὴ βλεπόμενα βλέπουσιν οἱ τῆς πίστεως ὀφθαλμοί; Γαλάταις ποτὲ γράφων ὁ Παῦλος ἔλεγεν· Οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος.