# In illud: Hoc scitote quod in novissimis diebus 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-hoc-scitote-quod-in-novissimis-diebus/2.1

Τί λέγεις, ὦ μακάριε Παῦλε; ἐν Γαλατίᾳ σταυρούμενον αὐτὸν εἶδον Γαλάται; οὐχὶ πάντες ὁμολογοῦμεν, ὅτι ἐν Παλαιστίνῃ ἐν μίσῃ Ἰουδαίᾳ τὸ πάθος ἐγένετο; Πῶς οὖν αὐτὸν εἶδον σταυρούμενον Γαλάται; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς, οὐ τοῖς τῆς σαρκός. Εἶδες πῶς οἱ τῆς πίστεως ὀφθαλμοὶ τὰ μὴ φαινόμενα βλέπουσιν; Ἀπὸ τοσούτου γοῦν διαστήματος καὶ μετὰ τοσοῦτον χρόνον τὸν Χριστὸν εἶδον σταυρούμενον. Οὕτω καὶ ὑμεῖς βλέπετε τοὺς νεκροὺς ἀνισταμένους· οὕτω σήμερον εἴδετε τὸν λεπρὸν καθαιρόμενον· οὕτως εἴδετε τὸν παραλελυμένον ἀναστάντα, καὶ μᾶλλον Ἰουδαίων τῶν παρόντων εἴδετε. Ἐκεῖνοι μὲν γὰρ παρόντες οὐ παρεδέξαντο τὸ θαῦμα, ὑμεῖς δὲ ἀπόντες παρεδέξασθε τὴν πίστιν. Ὥστε δικαίως εἶπον πρὸς ὑμᾶς, ὅτι Μακάριοι ὑμῖν οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Εἰ δὲ καὶ ἑτέρωθεν βούλει μαθεῖν ὅτι τὰ μὴ βλεπόμενα βλέπουσιν οἱ τῆς πίστεως ὀφθαλμοὶ, τὰ δὲ βλεπόμενα παρατρέχουσιν· οὐδὲ γὰρ ἂν ἄλλως ἴδοιεν τὰ μὴ βλεπόμενα, εἰ μὴ καταφρονήσαιεν τῶν εἰρημένων· ἄκουσον τοῦ Παύλου περὶ τοῦ Ἀβραὰμ διαλεγομένου, ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς εἶδε τὸν υἱὸν τικτόμενον τὸν Ἰσαὰκ, καὶ οὕτω κατεδέξατο τὴν ἐπαγγελίαν. Τί γάρ φησι; Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον. Μεγάλη τῆς πίστεως ἡ δύναμις. Ὥσπερ γὰρ λογισμοὶ ἀνθρώπων δειλοὶ καὶ ἀσθενεῖς, οὕτω πίστις ἰσχυρὰ καὶ δυνατή. Οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον. Ὁρᾷς πῶς ἀφῆκε τὰ ὁρώμενα; πῶς οὐκ εἶδεν εἰς τὸ γῆρας; Καίτοι γε αὐτὸ πρὸ τῶν ὀφθαλμῶν ἔκειτο· ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἑώρα, οὐ τοῖς τοῦ σώματος. Διὸ οὐκ εἶδε τὸ γῆρας, οὐδὲ τὴν νέκρωσιν Σάῤῥας· οὐ κατενόησε Τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας. Τὴν στείρωσιν ἡμῖν ἐνταῦθα αἰνίττεται. Διπλῆ γὰρ ἡ ἀσθένεια ἦν, ἡ μὲν ἀπὸ τῆς ἡλικίας, ἡ δὲ ἀπὸ τῆς ἀσθενείας φύσεως. Οὐ γὰρ τὸ σῶμα μόνον διὰ τὴν ἡλικίαν ἄχρηστον ἦν πρὸς παιδογονίαν, ἀλλὰ καὶ αὐτὴ ἡ μήτρα νενέκρωτο, καὶ τὸ τῆς φύσεως ἐργαστήριον, καὶ πρὸ τοῦ γήρως ἄχρηστον ἦν διὰ τὴν στείρωσιν. Εἶδες ὅσα κωλύματα; Τὸ γῆρας τοῦ ἀνδρὸς, τὸ γῆρας τῆς γυναικός· ἡ τοῦ γήρως ἀχρηστότερα στείρωσις· καὶ γὰρ καὶ τοῦτο μάλιστα κώλυμα παιδογονίας. Ἀλλ' ὅμως ταῦτα πάντα παρέδραμεν, καὶ τοῖς τῆς πίστεως ὀφθαλμοῖς εἰς τοὺς οὐρανοὺς ἀνέστη, μεγίστην τῶν ἐπηγγελμένων ἀπόδειξιν ἔχων τὴν δύναμιν τοῦ ὑποσχομένου. Διὰ τοῦτο Εἰς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει. Βακτηρία γάρ τίς ἐστιν ἰσχυρὰ ἡ πίστις, καὶ λιμὴν ἀσφαλὴς, τῆς τῶν λογισμῶν ἀπαλλάττουσα πλάνης, καὶ ἐν ἡσυχίᾳ πολλῇ τὴν ψυχὴν ἀναπαύουσα. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι· καὶ γὰρ εἰς αὐτὸ πάλιν ἐπανελθεῖν ἀναγκαῖον τὸ ῥῆμα. Καίτοι ἔβλεπον καὶ οἱ Ἰουδαῖοι τὰ τότε γινόμενα. Ἀλλ' οὐ ταύτην μακαρίζει τὴν ὄψιν τὴν ἔξωθεν· αὕτη γὰρ καθ' ἑαυτὴν οὐχ ὁρᾷ τὰ θαύματα, ἀλλ' ἡ ἔνδον. Ἐκεῖνοι εἶδον τυφλὸν καὶ ἔλεγον· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· καλέσωμεν αὐτοῦ τοὺς γονεῖς. Ἀκούεις ἀμφιβαλλόντων; ὁρᾷς ὅτι οὐκ ἀρκεῖ ἡ τοῦ σώματος ὄψις πρὸς τὴν τοῦ θαύματος θεωρίαν; Οἱ παρόντες καὶ θεώμενοι ἔλεγον· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· ἡμεῖς δὲ οἱ μὴ παρόντες οὐ λέγομεν, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· ἀλλ' Αὐτός ἐστιν. Ἔμαθες ὡς οὐδὲν βλάπτει ἡ ἀπουσία, ὅταν πίστεως ὀφθαλμοὶ ὦσι, καὶ ὡς οὐδὲν ὠφελεῖ ἡ παρουσία, ὅταν πίστεως ὀφθαλμοὶ μὴ ὦσι; Τί γὰρ ἐκείνους ὤνησε τὸ ἰδεῖν; Οὐδέν. Ἡμεῖς γὰρ ἐκείνων σαφέστερον εἴδομεν. Ἐπεὶ οὖν βλέπουσιν οἱ ὀφθαλμοὶ ὑμῶν θεωρίαν, καὶ ἀκούει τὰ ὦτα ἀκρόασιν, ἣν ὁ Χριστὸς ἐμακάρισε, φέρε ὑμῖν τοὺς μαργαρίτας τῶν Γραφῶν παραθῶμεν. Ὥσπερ γὰρ τοῖς Ἰουδαίοις οὐκ ἐπέλυσε τὰ ζητήματα ὁ Χριστὸς, ἀλλὰ καὶ ἐπέτεινε τὴν ἀσάφειαν, ἐπειδὴ μὴ προσεῖχον· οὕτω δὴ καὶ ὑμῖν, ἐπειδὴ προσέχετε, τὰ κεκρυμμένα ἄγειν εἰς μέσον χρή. Καὶ γὰρ προσῆλθον οἱ μαθηταὶ καὶ ἐθαύμαζον λέγοντες· Διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δὲ ἔφη, Ἐπειδὴ βλέποντες οὐ βλέπουσιν. Οὐκοῦν ἐπειδὴ μὴ ἰδόντες ὑμεῖς εἴδετε, ἀναγκαῖον μὴ ἐν παραβολῇ εἰπεῖν πρὸς ὑμᾶς· καὶ ἐπειδὴ Ἀκούοντες οὐκ ἀκούουσιν. Οὐκοῦν ἐπειδὴ ὑμεῖς μὴ ἀκούσαντες τότε, ἀκούετε νῦν οὐκ ἔλαττον, ἢ τότε ἠκούσατε, ἀναγκαῖον ὑμᾶς μὴ ἀποστερῆσαι τῆς τραπέζης ταύτης. Καὶ γὰρ ὁ Χριστὸς τούτους οὐχ ἧττον ἐμακάρισεν ἢ ἐκείνους· Εἶδες γὰρ, φησὶ, καὶ ἐπίστευσας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Μὴ τοίνυν ὀκνηροὶ γίνεσθε πρὸς ἀρετὴν, ὅτι μὴ κατ' ἐκείνους τοὺς χρόνους, ἀλλὰ κατ' αὐτὸν ἐγένεσθε. Ἂν γὰρ ἐθέλοις, οὐκ ἐζημιώθης· ὥσπερ οὖν πολλοὶ καὶ τῶν τότε γενομένων, ἐπειδὴ μὴ ἤθελον, οὐκ ὠφελήθησαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg151.local001/.
