# In illud: Hoc scitote quod in novissimis diebus 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-hoc-scitote-quod-in-novissimis-diebus/3.1

Τί οὖν ἐστι τὸ σήμερον ἀναγνωσθέν; Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Τῷ Τιμοθέῳ πάλιν ὁ Παῦλος ἐπιστέλλει. Φοβερὰ ἡ ἀπειλή· ἀλλὰ διαναστῶμεν· τούτους γὰρ ἡμῖν τοὺς καιροὺς αἰνίττεται, καὶ τοὺς μετὰ τούτους, καὶ τοὺς περὶ τὴν συντέλειαν αὐτήν. Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Βραχὺ τὸ ῥῆμα, καὶ μεγάλη ἡ δύναμις. Καθάπερ γὰρ τὰ ἀρώματα οὐ τῷ πλήθει, ἀλλὰ τῇ φύσει τὴν εὐωδίαν ἐνδείκνυται· οὕτω καὶ αἱ θεῖαι Γραφαὶ οὐ τῷ πλήθει τῶν ῥημάτων, ἀλλὰ τῇ δυνάμει τῶν ἐγκειμένων πᾶσαν ἡμῖν παρέχουσι τὴν ὠφέλειαν. Οὕτω καὶ θυμιάματος φύσις καὶ καθ' ἑαυτὴν μέν ἐστιν εὐώδης· ἐπὰν δὲ εἰς πῦρ αὐτὴν ἐμβάλῃς, τότε πᾶσαν ἐπιδείκνυται τὴν ἐξ αὐτῆς ἡδονήν. Οὕτω καὶ ἡ θεία Γραφὴ καὶ καθ' ἑαυτὴν μέν ἐστιν ἡδίστη· ἐπειδὰν δὲ τῆς ἡμῶν ἐπιλάβηται ψυχῆς, καθάπερ εἰς θυμιατήριον ἐμπεσοῦσα, ἅπαντα τὸν οἶκον τῆς εὐωδίας ἐμπίπλησι. Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Περὶ τῆς συντελείας λέγει. Τί οὖν πρὸς σὲ, ὦ μακάριε Παῦλε; τί δὲ πρὸς Τιμόθεον; τί δὲ πρὸς τοὺς τότε ἀκούοντας; Μικρὸν γὰρ ὕστερον μέλλουσιν ἀποθνήσκειν, ἐξαρπάζεσθαι τῶν ἐπιόντων δεινῶν καὶ πονηρῶν ἀνθρώπων. Ἀλλ' οὐχὶ τὰ παρόντα βλέπω μόνον, φησὶν, ἀλλὰ καὶ τὰ μέλλοντα προορῶ. Οὐχὶ τῆς παρούσης φείδομαι ποίμνης, ἀλλὰ καὶ ὑπὲρ τῆς μελλούσης ἀγωνιῶ καὶ δέδοικα. Ἡμεῖς μὲν γὰρ τῶν συνόντων ἡμῖν ἀνθρώπων μόλις ποιούμεθα πρόνοιαν, ἐκεῖνος δὲ ὑπὲρ τῶν μηδέπω τεχθέντων πολλὴν ποιεῖται τὴν σπουδήν. Οὕτω καὶ ποιμὴν ἄριστος οὐχ ὅταν ἴδῃ τοὺς λύκους ἐπιόντας τῇ ποίμνῃ καὶ τῶν προβάτων ἐγγὺς γενομένους, τότε προλέγει μόνον, ἀλλὰ καὶ πόῤῥωθεν ὄντας μηνύει. Οὕτω καὶ ὁ Παῦλος, καθάπερ ποιμὴν ἄριστος, ἐφ' ὑψηλοῦ χωρίου τοῦ τῆς προφητείας ἀξιώματος καθήμενος, καὶ τοῖς προφητικοῖς ὀφθαλμοῖς ἄνωθεν προορῶν κατατρέχοντα τὰ θηρία, ἐπ' αὐτῆς τῆς συντελείας ὁρμῶντας καὶ ἀποτεινομένους κατὰ τῆς ποίμνης προλέγει καὶ προδιαμαρτύρεται, ἵνα καὶ τοὺς μηδέπω γεννωμένους παρασκευάσῃ νήφειν, καὶ πᾶσαν τειχίσῃ τὴν ποίμνην τῇ προφητείᾳ. Καὶ γὰρ καὶ πατὴρ φιλόστοργος οἰκίαν οἰκοδομούμενος πολλάκις τοῖς αὐτοῦ παισὶ λαμπρὰν καὶ μεγάλην οὕτως οἰκοδομεῖ, οὐχ ὥστε ἐκείνοις χρησίμην γενέσθαι μόνον, ἀλλὰ καὶ ἐγγόνοις καὶ τοῖς μετ' ἐκείνους. Οὕτω καὶ βασιλεὺς πόλει φιλουμένῃ περιβαλὼν τεῖχος ἔξωθεν, ἀσφαλὲς τοῦτο ποιεῖ καὶ ἰσχυρὸν καὶ διαρκὲς, οὐχ ἵνα ἐπὶ τῆς γενεᾶς αὐτοῦ μόνης ὑπηρετῇ, ἀλλ' ἵνα καὶ τοῖς μετὰ ταῦτα πᾶσι γένηται χρήσιμον, οὐ πρὸς τὰς τότε μηχανὰς, ἀλλὰ πρὸς τὰς ὕστερον γενομένας προσβολὰς ἐπιτήδειον. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν. Ἐπειδὴ γὰρ τὰ γράμματα ἀποστολικὰ τείχη τῶν Ἐκκλησιῶν ἐστιν, οὐχὶ τοὺς τότε μόνον ὄντας, ἀλλὰ καὶ τοὺς ὕστερον ἐσομένους ἀσφαλίζεται δι' αὐτῶν. Καὶ οὕτως ἰσχυρὸν καὶ ἀῤῥαγῆ τὸν περίβολον τοῦτον κατεσκεύασε, καὶ πάσῃ περιήλασεν αὐτὸν τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας ἁπάσης, ὥστε καὶ τοὺς τότε, καὶ τοὺς μετ' ἐκείνους, καὶ τοὺς νῦν, καὶ τοὺς αὖθις ἑπομένους μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἁπάσης ἀπαλλάξαι τῆς τῶν πολεμίων πολιορκίας. Τοιαῦται τῶν ἁγίων αἱ ψυχαί· φιλόστοργοι, κηδεμονικαὶ, πατρικὴν εὔνοιαν ἀποκρύπτουσαι τῷ φίλτρῳ, καὶ τὴν τῆς φύσεως φιλοστοργίαν νικῶσαι, καὶ τὰς ὠδῖνας ὑπερβαίνουσαι ἐκείνας· Πνεύματος γάρ εἰσι καὶ θείας χάριτος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg151.local001/.
