Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus 4.1
Not analysed yet
Βούλεσθε καὶ ἑτέρωθεν δείξω πάλιν, ὅτι οὐ τὰ καθ' ἑαυτοὺς μεριμνῶσιν οἱ ἅγιοι, οὐδὲ ὑπὲρ τῶν παρόντων δεδοίκασι μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μετὰ ταῦτα ἐσομένων; Προσῆλθον αὐτῷ, φησὶν, οἱ μαθηταὶ ἐπὶ τοῦ ὄρους καθημένῳ, ἄνθρωποι λοιπὸν γεγηρακότες καὶ μετ' ὀλίγον χρόνον μέλλοντες ἀποδημεῖν ἀπὸ τῆς παρούσης ζωῆς. Τί οὖν ἐρωτῶσι; τί ἀγωνιῶσι; τί δεδοίκασι; ὑπὲρ τίνων τὴν πεῦσιν τῷ διδασκάλῳ προσάγουσιν; ἆρα ὑπὲρ τῶν κατὰ τὴν ζωὴν αὐτῶν, ἢ ὑπὲρ τῶν κατὰ τοὺς χρόνους ἐκείνους; Οὐδαμῶς. Ἀλλὰ πάντα ἐκεῖνα παραδραμόντες τί λέγουσι; Τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; Εἶδες κἀκείνους ὑπὲρ τῆς συντελείας τοῦ αἰῶνος ἐρωτῶντας, καὶ ὑπὲρ τῶν ἐσομένων ἀνθρώπων φροντίζοντας; Οὐ γὰρ τὰ ἑαυτῶν ὁρῶσιν οἱ ἀπόστολοι, ἀλλὰ τὰ τῶν ἄλλων καὶ κοινῇ πάντες καὶ ἰδίᾳ ἕκαστος. Ὁ οὖν Πέτρος ὁ κορυφαῖος τοῦ χοροῦ, τὸ στόμα τῶν ἀποστόλων ἁπάντων, ἡ κεφαλὴ τῆς φατρίας ἐκείνης, ὁ τῆς οἰκουμένης ἁπάσης προστάτης, ὁ θεμέλιος τῆς Ἐκκλησίας, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ· Πέτρε, γὰρ, φησὶ, φιλεῖς με πλεῖον τούτων; Διὰ τοῦτο λέγω τὰ ἐγκώμια, ἵνα μάθητε ὅτι ὄντως φιλεῖ τὸν Χριστόν· τοῦ γὰρ εἰς τὸν Δεσπότην φίλτρου ἡ κηδεμονία τῶν δούλων τεκμήριόν ἐστι μέγιστον. Καὶ οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλ' αὐτὸς ὁ φιλούμενος Δεσπότης· Εἰ φιλεῖς με, φησὶ, ποίμαινε τὰ πρόβατά μου. Ἴδωμεν οὖν ὄντως εἰ ποιμένος ἔχει προστασίαν, εἰ ὄντως κηδεμονίαν, εἰ ὄντως φιλεῖ τὰ πρόβατα, εἰ ὄντως φιλόστοργός ἐστι περὶ τὴν ποίμνην, ἵνα καταμάθωμεν ὅτι καὶ τὸν ποιμένα φιλεῖ· τοῦτο γὰρ ἐκείνου σημεῖον ἔφησεν εἶναι. Οὗτος τοίνυν ὁ Πέτρος ἅπαντα ῥίψας ὅσα εἶχε, τὸ δίκτυον, τὰ ἐν τῷ πλοίῳ πάντα, καὶ ἀφεὶς τὴν θάλατταν, τὴν τέχνην, τὴν οἰκίαν. Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι ὀλίγα ταῦτα, ἀλλ' ὅτι πάντα τὰ ὄντα· καὶ τὴν προθυμίαν ἐπαινέσωμεν. Καὶ γὰρ ἡ τὰ δύο καταβαλοῦσα δηνάρια οὐ πολὺν ὄγκον κατέθηκε χρημάτων, ἀλλὰ πολὺν πλοῦτον ἐπεδείξατο προαιρέσεως, καθάπερ καὶ οὗτος ἐν πολλῇ πενίᾳ μεγάλην εὐπορίαν προθυμίας παρέσχετο. Ὅπερ γὰρ ἑτέρῳ χωρία, καὶ ἀνδράποδα, καὶ οἰκήματα, καὶ χρυσίον, τοῦτο ἐκείνῳ τὸ δίκτυον, καὶ ἡ θάλαττα, καὶ ἡ τέχνη, καὶ τὸ πλοῖον. Μὴ τοίνυν τοῦτο ἴδωμεν, εἰ ὀλίγα ἀφῆκεν, ἀλλ' εἰ μὴ πάντα ἀφῆκε. Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, οὐκ ὀλίγα ἢ πολλὰ καταθεῖναι, ἀλλὰ μηδὲν ἐλάττω τῆς οἰκείας δυνάμεως εἰσενεγκεῖν. Πάντα τοίνυν ἀφεὶς, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτὴν τὴν ἀσφάλειαν· καὶ γὰρ τὸν δῆμον τὸν Ἰουδαϊκὸν ἑαυτῷ τούτῳ τῷ τρόπῳ ἐξεπολέμησεν· Ἤδη γὰρ, φησὶ, συνέθεντο Ἰουδαῖοι, ἐάν τις ὁμολογήσῃ αὐτὸν Χριστὸν, ἀποσυνάγωγος γένηται. Ὅθεν δῆλον, ὅτι οὐκ ἀμφέβαλλεν, οὐδὲ ἐδεδοίκει περὶ τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ σφόδρα ἐπέπειστο, καὶ ἀπ' αὐτῆς τῆς τῶν πραγμάτων ἀποδείξεως, καὶ πρὸ τῆς τῶν πραγμάτων ἀποδείξεως ἀπὸ τῆς τοῦ Σωτῆρος φωνῆς, ὅτι κληρονομήσει πάντως αὐτήν. Εἰπὼν γὰρ, ὅτι Ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἡμῖν ἔσται; ἀπεκρίθη αὐτοῖς ὁ Χριστὸς, ὅτι Καθήσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ταῦτα δὲ κατεσκεύασα, ἵνα ὅταν δείξω αὐτὸν ἀγωνιῶντα ὑπὲρ τῶν συνδούλων, μὴ εἴπῃς ὅτι ὑπὲρ ἑαυτοῦ ἐδεδοίκει. Πῶς γὰρ ἂν ἔδεισεν, αὐτοῦ τοῦ μέλλοντος αὐτὸν στεφανοῦν ἀποφηναμένου ὑπὲρ τοῦ στεφάνου καὶ τῶν βραβείων; Οὗτος τοίνυν ὁ Πέτρος, ὁ πάντα ἀφεὶς, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας τῶν οὐρανῶν, προσελθόντος ποτὲ πλουσίου τινὸς, καὶ εἰπόντος τῷ Χριστῷ, Τί ποιήσω ἵνα κληρονομήσω ζωὴν αἰώνιον; καὶ τοῦ Χριστοῦ πρὸς αὐτὸν ἀποκριναμένου, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· εἶτα πρὸς τοῦτο λυπηθέντος ἐκείνου, καὶ λέγοντος τοῖς μαθηταῖς τοῦ Χριστοῦ, Ὁρᾶτε πῶς δυσκόλως εἰσέρχονται οἱ πλούσιοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ὁ Πέτρος, ὁ ἀκτήμων, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας, ὁ ὑπὲρ τῆς ἑαυτοῦ μὴ δεδοικὼς σωτηρίας, ὁ πεπεισμένος σαφῶς περὶ τῆς ἐκεῖ αὐτῷ ἀποκειμένης τιμῆς, ἀκούσας ταῦτα ἔλεγε· Τίς δύναται σωθῆναι; Τί δέδοικας, ὦ μακάριε Πέτρε; τί ἀγωνιᾷς; τί τρέμεις; Πάντα ἔῤῥιψας, πάντα ἀφῆκας· περὶ τῶν πλουτούντων ὁ λόγος, ἐκείνων κατηγορία τὸ λεγόμενον· σὺ δὲ ἐν πενίᾳ καὶ ἀκτημοσύνῃ διατελεῖς ζῶν. Ἀλλ' οὐ τὸ ἐμαυτοῦ σκοπῶ, φησὶν, ἀλλὰ καὶ τὸ ἑτέρων συμφέρον ζητῶ. Διὰ τοῦτο ὑπὲρ τῶν καθ' ἑαυτὸν θαῤῥῶν, ὑπὲρ τῶν ἄλλων τὴν πεῦσιν προσήγαγε λέγων, Τίς δύναται σωθῆναι;