# In illud: Hoc scitote quod in novissimis diebus 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-hoc-scitote-quod-in-novissimis-diebus/5.1

Εἶδες τῶν ἀποστόλων τὴν κηδεμονίαν; πῶς ἓν σῶμά εἰσιν; εἶδες πῶς καὶ ὑπὲρ τῶν παρόντων καὶ ὑπὲρ τῶν μελλόντων ἐδεδοίκει ὁ Πέτρος; Οὕτω καὶ ὁ Παῦλος. Διὸ ἔλεγε· Γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Καὶ ἀλλαχοῦ δὲ τοῦτο ποιεῖ πάλιν. Ἐπειδὴ γὰρ ἔμελλε λοιπὸν ἀφίστασθαι τῆς Ἀσίας, καὶ ἐπὶ τὴν Ῥώμην ἄγεσθαι, καὶ ἐκεῖθεν ἐπὶ τὸν οὐρανὸν ἀποδημεῖν· ὁ θάνατος γὰρ τῶν ἁγίων οὐκ ἔστι θάνατος, ἀλλὰ μετάστασις ἀπὸ γῆς εἰς οὐρανὸν, ἀπὸ τῶν ἐλαττόνων εἰς τὰ βελτίω, ἀπὸ τῶν συνδούλων ἐπὶ τὸν Δεσπότην, ἀπὸ τῶν ἀνθρώπων πρὸς τοὺς ἀγγέλους· ἐπεὶ οὖν ἔμελλεν ἀπιέναι πρὸς τὸν τῶν ἁπάντων Δεσπότην Θεὸν, καὶ τὰ καθ' ἑαυτὸν πάντα καλῶς ᾠκονόμησε. Καὶ γὰρ τὸν χρόνον, ὃν συνῆν τοῖς μαθηταῖς, μετὰ πάσης ἀκριβείας τὴν διδασκαλίαν αὐτοῖς παρέθετο, καὶ λέγει· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων, καὶ οὐδὲν ἐνέλιπον, φησὶ, τῶν ὀφειλόντων εἰσενεχθῆναι πρὸς σωτηρίαν. Τί οὖν; ἐπειδὴ τὰ καθ' ἑαυτὸν ἠσφαλίσατο, ἐπειδὴ ἐγκαλεῖσθαι οὐκ ἤμελλεν ἀπὸ τοῦ Δεσπότου ὑπὲρ τῶν κατ' αὐτὸν χρόνων, ἆρα ἠμέλησε τῶν μετὰ ταῦτα ψυχῶν; Οὐδαμῶς· ἀλλ' ὥσπερ μέλλων καὶ ἐκείνων εὐθύνας ὑπέχειν, οὕτως κἀκεῖνα μετὰ πάσης αὐτοῖς λέγει τῆς ἀκριβείας, καὶ αὐτὰ ἃ πάλιν ἀναγνώσωμεν τὰ ῥήματα· Προσέχετε, φησὶν, ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ. Εἶδες πῶς ἦν συνδεδεμένος αὐτῶν τῇ φροντίδι; Ἡμῶν μὲν γὰρ ἕκαστος τὰ καθ' ἑαυτὸν μεριμνᾷ, ὁ δὲ προεστὼς τὰ πάντων. Διό φησι περὶ τῶν διδασκάλων· Οἵτινες ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Φοβερὸν ὄντως τὸ κρυπτήριον ὑπὲρ τοσούτου δήμου τὰς εὐθύνας ὑπέχειν· ἀλλ', ὅπερ ἔλεγον, καλέσας αὐτούς φησι· Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους. Τί γέγονεν; τίνος ἕνεκεν παραινεῖς; μή τι προορᾷς δεινόν; μή τι προβλέπεις χαλεπόν; μή τις κίνδυνος, μή τις συμφορὰ, μή τις πόλεμος; Εἰπέ· καὶ γὰρ ὑψηλότερος ἡμῶν ἕστηκας· καὶ οὐ τὰ παρόντα βλέπεις μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα προορᾷς. Εἰπὲ τοίνυν τίνος ἕνεκεν παραγγέλλεις ταῦτα καὶ παραινεῖς. Οἶδα, φησὶν, ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύσονται λύκοι βαρεῖς εἰς τὸ ποίμνιον. Εἶδες ὅπερ ἔλεγον, πῶς οὐχ ὑπὲρ τῶν καθ' ἑαυτὸν χρόνων ἀγωνιᾷ καὶ δέδοικε μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μετὰ τὴν ἄφιξιν αὐτοῦ; Εἰσελεύσονται γὰρ λύκοι, φησί· καὶ οὐχ ἁπλῶς, λύκοι, ἀλλὰ, Λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Διπλοῦς ὁ πόλεμος· ἀπουσία Παύλου, καὶ ἔφοδος τῶν λύκων· οὐδὲ ὁ διδάσκαλος πάρεστιν, καὶ οἱ διαφθείροντες ἐπικείσονται. Καὶ σκόπει κακουργίαν θηρίων, καὶ πονηρῶν ἀνθρώπων ἐπίνοιαν· τὴν ἀπουσίαν παρετηρήσαντο τοῦ διδασκάλου, καὶ τότε ἐπέθεντο τῷ ποιμνίῳ. Τί οὖν; ἀπροστατεύτους ἡμᾶς ἐᾷς, καὶ προλέγεις τὰ δεινὰ μόνον, οὐδεμίαν δὲ ἐπινοεῖς παραμυθίαν; Ἀλλὰ ἂν τοῦτο ποιῇς, μᾶλλον αὔξεις τὴν δειλίαν, καὶ καταβάλλεις τὰ φρονήματα, καὶ ἐκλύεις τὰ νεῦρα, παραλύεις τὰς χεῖρας τῶν ἀκουόντων. Διά τοι τοῦτο πρότερον αὐτοὺς τοῦ Πνεύματος ἀνέμνησεν· Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ποιμένας καὶ ἐπισκόπους. Κἂν Παῦλος ἀπίῃ, φησὶν, ἀλλ' ὁ Παράκλητος πάρεστιν. Εἶδες πῶς ἐπτέρωσεν αὐτῶν τὴν ψυχὴν, ἀναμνήσας τοῦ διδασκάλου τοῦ θείου, δι' ὃν καὶ αὐτὸς παρὼν ἴσχυε; Τίνος οὖν ἕνεκεν εἰς φόβον ἐνέβαλεν; Ἵνα ἐκβάλῃ πάλιν τὴν ῥᾳθυμίαν. Ἑκάτερα γὰρ δεῖ ποιεῖν τὸν συμβουλεύοντα, μήτε ἀφιέναι θαῤῥεῖν τὸν ἀκούοντα, ἵνα μὴ ῥᾳθυμότερος γένηται· μήτε φοβεῖν πάλιν μόνον, ἵνα μὴ εἰς δειλίαν ἐμπέσῃ. Ἀναμνήσας μὲν οὖν τοῦ Πνεύματος, ἐξέβαλε τὴν δειλίαν· εἰπὼν δὲ τοὺς λύκους, ἐξέβαλε τὴν ῥᾳθυμίαν. Λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Προσέχετε ἑαυτοῖς. Οὐδὲν ὑπεστειλάμην, φησί· μνημονεύετέ μου. Ἱκανὸν γὰρ ὄντως εἰς τὸ θαῤῥεῖν τὸ μεμνῆσθαι Παύλου. Οὐχ ἁπλῶς δὲ λέγει τὴν μνήμην τὴν ἑαυτοῦ, ἀλλὰ τὴν μνήμην τῶν κατορθωμάτων. Ὅτι γὰρ οὐχ ἁπλῶς λέγει τὴν μνήμην τὴν αὐτοῦ, ἀλλ' ἵνα μεμνημένοι ζηλώσωσιν, ἀκούσοντι ἐπήγαγεν· Μνημονεύετέ μου, ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐ διέλειπον μετὰ δακρύων καὶ τῶν ὀδυρμῶν ἐκείνων ἁπάντων, νουθετῶν ἕνα ἕκαστον ὑμῶν. Οὐχ ἁπλῶς ὑμᾶς βούλομαι μεμνῆσθαί μου, ἀλλὰ καὶ τοῦ χρόνου καὶ τῆς νουθεσίας, καὶ τῆς σπουδῆς καὶ τῶν δακρύων, καὶ τῶν ὀδυρμῶν ἐκείνων ἁπάντων. Καθάπερ γὰρ ἐπὶ τῶν καμνόντων οἱ προσήκοντες, ἐπειδὰν πολλοὺς καὶ μακροὺς ἀποτείναντες λόγους μὴ πεισθῶσι τὰ τῶν ἀῤῥωστούντων προέσθαι σιτία καὶ φάρμακα, δακρύουσιν, ὥστε αὐτοὺς ἐπικάμψαι μᾶλλον· οὕτω καὶ Παῦλος ἐπὶ τῶν μαθητῶν ἐποίει· ἡνίκα ἂν εἶδεν ἀσθενοῦντα τὸν λόγον τῆς διδασκαλίας, τὴν θεραπείαν τὴν ἀπὸ τῶν δακρύων εἰσέφερε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg151.local001/.
