# In illud: Hoc scitote quod in novissimis diebus 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-hoc-scitote-quod-in-novissimis-diebus/6.1

Τίς δὲ οὐκ ἂν ᾐδέσθη Παῦλον δακρύοντα καὶ ὀδυρόμενον ὁρῶν, εἰ καὶ τῶν λίθων ἀναισθητότερος ἦν; Εἶδες πῶς κἀκεῖ προεῖπε τὰ μέλλοντα; Καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Τίνος δὲ ἕνεκεν Τιμοθέῳ λέγει, καὶ οὐ λέγει· Ἰδέτωσαν δὲ οἱ μετὰ ταῦτα μέλλοντες γίνεσθαι, ὅτι ἐνστήσονται καιροὶ χαλεποί; Ἀλλὰ γίνωσκε σὺ, ἵνα μάθῃς ὅτι καὶ ὁ μαθητὴς ὁμοίως τῷ διδασκάλῳ τῶν ἐσομένων κήδεται. Οὐδὲ γὰρ εἰ μὴ ἐκήδετο, παραπλησίως ἐκείνῳ τὴν φροντίδα ἐνέθηκεν ἄν. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ· ἐπειδὴ γὰρ προσῆλθον οἱ μαθηταὶ, τὰ περὶ τῆς συντελείας μαθεῖν θέλοντες, φησὶ πρὸς αὐτούς· Μελλήσετε δὲ ἀκούειν πολέμους. Καὶ μὴν οὐκ ἐκεῖνοι ἔμελλον ἀκούειν. Ἓν γάρ ἐστι τὸ σῶμα τῶν πιστῶν. Καὶ καθάπερ οἱ τότε ὄντες περὶ τῶν ὑστέρων ἀκούουσιν, οὕτω δὴ καὶ ἡμεῖς περὶ τῶν τότε γενομένων μανθάνομεν. Ὅπερ γὰρ εἶπον, σῶμα ἕν ἐσμεν ἡμεῖς κἀκεῖνοι, μετὰ ἀκριβείας ἀλλήλοις συνδεδεμένοι, εἰ καὶ τὴν ἐσχάτην τῶν μελῶν ἐπέχομεν τάξιν· καὶ τὸ σῶμα τοῦτο οὐ χρόνος διίστησιν, οὐ τόπος· συνδεδέμεθα γὰρ ἀλλήλοις, οὐ νεύρων περιβολαῖς, ἀλλ' ἀγάπης δεσμοῖς περιβεβλημένοι πάντοθεν. Διὰ τοῦτο καὶ ἐκείνοις περὶ ἡμῶν διαλέγεται, καὶ ἡμεῖς τὰ ἐκείνων ἀκούσωμεν. Ἄξιον δὲ ζητῆσαι κἀκεῖνο, τί δήποτε πανταχοῦ τὰ σκυθρωπὰ πρὸς τὰ τέλη τῆς παρούσης ζωῆς συνωθῆσθαί φησι. Καὶ γὰρ ἀλλαχοῦ λέγει· Ἐν ἐσχάταις ἡμέραις ἀποστήσονταί τινες τῆς πίστεως· καὶ ἐνταῦθα πάλιν λέγει· Ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Καὶ ὁ Χριστὸς σύμφωνα τούτοις προαναφωνῶν ἔλεγεν· Ἐπὶ γὰρ τῆς συντελείας μελλήσετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων, καὶ λιμοὺς καὶ λοιμούς. Τίνος οὖν ἕνεκεν ἐν τῇ συντελείᾳ τὸ μέγεθος καὶ ἡ σύνοδος τῶν συμφορῶν; Τινὲς μέν φασιν, ὅτι κάμνουσα ἡ κτίσις καὶ ἀσθενοῦσα, καθάπερ σῶμα γεγηρακὸς πολλὰ ἐπισπᾶται τὰ νοσήματα, οὕτω καὶ αὐτὴ γηρῶσα πολλὰς ἐπισπᾶται τὰς συμφοράς. Ἀλλὰ τὸ μὲν σῶμα κατὰ φύσεως ἀσθένειαν καὶ νόμον ἐπὶ τὸ γῆρας ἔρχεται· οἱ δὲ λοιμοὶ καὶ οἱ πόλεμοι καὶ οἱ σεισμοὶ οὐ διὰ τὸ γῆρας τῆς κτίσεώς εἰσιν. Οὐδὲ γὰρ ἐπειδὴ τὰ κτίσματα ταῦτα γηρᾷ, διὰ τοῦτο τὰ νοσήματα ταῦτα· Λιμοὶ γὰρ, καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους· ἀλλ' ἐπειδὴ τῶν ἀνθρώπων ἡ γνώμη διαφθείρεσθαι μέλλει· ἁμαρτιῶν γάρ ἐστιν ἅπαντα ταῦτα κολαστήρια, καὶ νοσημάτων ἀνθρωπίνων φάρμακα. Καὶ γὰρ τὰ νοσήματα τὰ ἀνθρώπινα τότε ἐπιτείνεται. Καὶ τίνος ἕνεκεν τότε ἐπιτείνεται; φησίν. Ἐμοὶ δοκεῖ, ὅτι ἐπειδὴ χρονίζει τὸ δικαστήριον, καὶ μέλλουσιν αἱ εὐθῦναι, καὶ οὔπω παραγέγονεν ὁ κριτὴς, ῥᾳθυμότεροι γίνονται οἱ μέλλοντες λόγον ὑπέχειν. Ὅπερ οὖν καὶ περὶ τοῦ πονηροῦ οἰκέτου φησὶν ὁ Χριστὸς, ὅτι ἐκεῖθεν γέγονε ῥᾳθυμότερος. Χρονίζει γὰρ ὁ Κύριός μου, φησὶν ὁ οἰκέτης, καὶ διὰ τοῦτο τοὺς συνδούλους ἔτυπτε, καὶ τὴν δεσποτικὴν διετάραττεν οὐσίαν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς συνελθοῦσι καὶ βουλομένοις μαθεῖν τὴν ἡμέραν τῆς συντελείας, οὐκ ἔλεγε, τῇ ἀδηλίᾳ τῶν μελλόντων ἐναγωνίους ἡμᾶς ποιῶν διηνεκῶς, ἵνα ἕκαστος ἀεὶ προσδοκῶν τὸ μέλλον, καὶ ἐν ἐλπίσιν ὢν τῆς τοῦ Χριστοῦ παρουσίας, σπουδαιότερος ᾖ. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ ἀναβάλλου ἐπιστρέψαι ἐπὶ Κύριον, μηδὲ ἀνάμενε ἡμέραν ἐξ ἡμέρας, μήποτε ὡς μέλλεις ἐκτριβῇς. Ἄδηλός ἐστιν ἡ τελευτὴ, φησὶ, καὶ διὰ τοῦτο ἄδηλος, ἵνα ἀεὶ σπουδάζῃς. Διὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἡ ἡμέρα Κυρίου ἔρχεται· οὐχ ἵνα κλέψῃ, ἀλλ' ἵνα ἡμᾶς ἀσφαλεστέρους ποιήσῃ. Ὁ γὰρ τὸν κλέπτην προορῶν, ἐν ἀγρυπνίᾳ διάγει, καὶ λύχνον ἅψας διὰ παντὸς ἐγρήγορεν. Οὕτως οὖν καὶ ὑμεῖς ἅψαντες τὸ φῶς τῆς πίστεως καὶ τῆς ὀρθῆς πολιτείας, φαιδρὰς ἔχετε τὰς λαμπάδας ἐν ἀγρυπνίᾳ διηνεκεῖ. Ἐπειδὴ γὰρ οὐκ οἴδαμεν πότε ὁ νυμφίος ἔρχεται, δεῖ παρεσκευασμένους εἶναι διὰ παντὸς, ἵν' ὅταν ἔλθῃ, νήφοντας εὕρῃ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Hoc scitote quod in novissimis diebus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg151.local001/.
