Ancient Greek · ~40 min
Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Ignem veni mittere in terram [Sp.] Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν..1
Not analysed yet
Αἱ τῶν νηπίων φιλότεκνοι μητέρες, μέχρι δ' ἂν πρὸς μείζονα ἡλικίαν καὶ δυνατωτέραν οἱ νήπιοι αὐξηθῶσι, τὰς γαλακτοτρόφους πηγὰς τῶν μαζῶν προΐσχουσαι τοῖς φιλτάτοις, τὴν ἀκάματον τροφὴν τοῦ γάλακτος ὑφέλκειν αὐτοὺς κολακεύουσιν· ἐπειδὰν δὲ πρὸς μείζονα ἡλικίαν καὶ αἴσθησιν ἔλθωσιν, ὡς καὶ ὀδοῦσι λοιπὸν τὰ τρυφερὰ τῶν βρωμάτων λεαίνειν, πρότερον αἱ μητέρες τὸ σκληρὸν τοῦ ἄρτου συντρίψασαι, ἁπαλὴν καὶ τρυφερὰν, δίκην μυελοῦ, τὴν τροφὴν ἑτοιμάσασαι τῷ στόματι αὐτῶν ἐνοικίζουσι. Τοιοῦτοί εἰσιν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι. Τοῖς γὰρ ἐπὶ τὴν ἕξιν τῆς φρονήσεως νηπιάζουσιν, οὐ δυσνόητα αὐτοῖς καὶ δυσδιάκριτα νοήματα προσβάλλουσιν, ἀλλὰ, τρόπον μητέρων, τὴν θηλὴν τῆς διανοίας αὐτοῖς προσχαλάσαντες, τὸ ἄδολον τοῦ λόγου γάλα πραεῖ νεύματι ὑφέλκειν αὐτοὺς παρακαλοῦσιν. Εἶτα, ὁπόταν πρὸς μείζονα νοημάτων κατάληψιν οἱ νήπιοι αὐξηθῶσι τῇ φρονήσει, μειζόνων αὐτοῖς μυστηρίων ἀποκαλύπτειν εἰώθασι νοήματα. Τοῦτο καὶ Παῦλος ἐποίει· νηπίοις γὰρ τυγχάνουσι γράφων ἔλεγε· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Τὸν αὐτὸν τρόπον ὁ Κύριος ἡμῶν εἰσέτι καὶ νῦν ποιεῖ· πρὸς γὰρ τὸ μέτρον τῆς ἕξεως τῶν ἀκουόντων τὴν τῶν εὐαγγελικῶν νοημάτων γραφὴν συσταθμησάμενος, ἐν ταῖς προλαβούσαις ἡμέραις, καθάπερ νηπίοις, ἁπαλὴν καὶ εὔλυτον τὴν τροφὴν τοῦ λόγου ἡμῖν παρέσχετο· νυνὶ δὲ τὸν νοῦν τῆς φρονήσεως ἡμῶν αὐξηθέντα σκοπήσας, μειζόνων ἡμᾶς συγχωρεῖ ἀπολαύειν διδαγμάτων. Τί γάρ φησι; Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἀλλ' οἱ μὲν νήπιοι ταῖς φρεσὶν οἴονται ἐληλυθέναι τὸν Κύριον ἐπὶ τὸ πυρὶ τὰ πάντα ἀναλῶσαι, καὶ μαχαίρα τοὺς πάντας κατασφάξαι. Ἀλλὰ δεῦρο, καὶ ἡμεῖς τὰ αὐτὰ τοῖς νηπίοις νοήσαντες, τὰ τοῦ Κυρίου ῥήματα πρὸς τὸν Κύριον διαλεχθῶμεν, ἵνα τοῦ Κυρίου ῥήματα τοῖς νηπίοις διαπορθμεύσωμεν. Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πῦρ ἦλθες βαλεῖν ἐπὶ τὴν γῆν, Κύριε, καὶ οὐκ ἦλθες βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Ἁμαρτία ἡμῶν κατηγωνίσατο, θάνατος ἡμῶν ἐκυρίευσε, γέεννα πυρὸς ἡμῖν ἠπείληται, τῶν ἐναγῶν δαιμόνων στρατόπεδον κατηγωνίσατο ἡμῶν, καί σε ἀρωγὸν παρὰ τῶν προφητῶν ἀκούοντες ἐξεδεχόμεθα· καὶ ἐλθὼν λέγεις, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Τρόπαιον παρ' ἡμῖν οὐχ ὑπῆρχε πίστεως, τῇ τοῦ διαβόλου παρατάξει οὐκ ἰσχύομεν· ὅπλον γὰρ ἡμῖν οὐχ ὑπῆρχε πίστεως· τὸν θώρακα τῆς δικαιοσύνης ἡμῶν ἔτι ὄντα τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐκδύσας ὁ διάβολος ἐγύμνωσε. Διὸ ἕκαστος ἡμῶν γυμνὸς βοηθείας ὑπάρχων πρὸς σὲ βοᾷ λέγων· Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου· ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἰπὸν τῇ ψυχῇ μου, σωτηρία σου ἐγώ εἰμι· καὶ ἐλθὼν πρὸς βοήθειαν ἡμῶν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Καὶ ποῦ ἡ τῶν ἁγίων ἱκεσία ἡ περὶ εἰρήνης πρὸς σὲ γεγενημένη, τὸ, Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Πάντα γὰρ ἀπέδωκας ἡμῖν. Εἰρήνην ἱκετεύσαμεν, γαλήνης ἐδεήθημεν, πόλεμον οὐκ ἠθελήσαμεν, μάχαιραν ἀπειπάμεθα· καὶ ἐλθὼν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Δεινὸν αὐτοῦ τὸ καθ' ἡμῶν στρατόπεδον τῶν ἐναγῶν δαιμόνων ἐξώπλισε· πάντας ἡμᾶς τῇ διστόμῳ ῥομφαίᾳ τῆς ἁμαρτίας κατασφάξας, εἰς ᾅδην κατηκόντισε. Διὰ τοῦτο οἶκτον παρὰ σοῦ αἰτοῦμεν· ὁ πᾶς ἁγίων χορὸς πρὸς σὲ ἀνεφθέγγετο λέγων· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; καὶ ποῦ ἡ σὴ ἐπαγγελία ἡ λέγουσα· Ἰδοὺ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν; ἢ ποῦ ἡ πρόῤῥησις τῶν ἁγίων Πατέρων ἡ λέγουσα, Ἰδοὺ ἐξέρχεται Κύριος, καὶ συντρίψει πόλεμον; Συντριβέντος δὲ τοῦ πολέμου, εἰρήνην καὶ βοήθειαν ἐξεδεχόμεθα· καὶ ἐλθὼν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Προφήτας προαπέστειλας, πατριάρχας προέπεμψας, ὅπλοις δικαιοσύνης αὐτοὺς ἐθώρηξας πρὸς τὸ ἀντιστῆναι τῇ μάχῃ τοῦ διαβόλου, καὶ συντρίψαντας τὸν πόλεμον εἰρήνην τῷ κόσμῳ βραβεῦσαι, ὡς εἷς αὐτῶν εὐχαριστῶν ἔλεγεν· Εὐλογητὸς Κύριος ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· καὶ οὗτοι ἡττηθέντες νῶτα δεδώκασι, πρὸς σὲ βοῶντες, σὲ καλοῦντες βοηθὸν, λέγοντες· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι· καὶ κλίνας οὐρανοὺς, καὶ καταβὰς ἐπὶ τὸ σῶσαι τὸ γένος τῶν ἀνθρώπων ἐν εἰρήνῃ, λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Τί δὲ μακαρίζεις τοὺς εἰρηνοποιοὺς, ὅτι υἱοὶ Θεοῦ κληθήσονται; Τί οὖν ὁ διδάσκων ἄλλους εἰρηνοποιεῖν, τί λέγεις περὶ σεαυτοῦ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Διὰ τὰ ἁμαρτήματα ἡμῶν ἐχθρὸς ἡμῶν γέγονεν ὁ Κύριος· μεσίτου ἐδεόμεθα τοῦ λύοντος μὲν τὴν μεταξὺ ἡμῶν ἔχθραν, εἰρήνην δὲ γλυκεῖαν βραβεύοντος. Καὶ ὁ πατὴρ ἡμῶν Ἰὼβ περὶ τοῦ μεσίτου ηὔχετο λέγων· Εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων· καὶ ἐλθὼν μεσιτεῦσαι καὶ λῦσαι τὴν ἔχθραν, τὰ ἐναντία λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Καὶ ἐν τίνι λοιπὸν τὴν ἐλπίδα τῆς εἰρήνης ἐκδεξόμεθα; Ἀλλὰ ναὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, τὴν ὑφ' ὑμετέροις ποσὶ πατουμένην. Ἐπειδήπερ ὁ διάβολος ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις ἀκάνθας καὶ τριβόλους ἐνέσπειρεν ἁμαρτιῶν, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, τὴν τῶν ἀκανθῶν ἀνάλωσιν. Διὰ τοῦτο πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ θέλω, εἰ ἤδη ἀνήφθη, καθαρίσαι τὴν ἐμὴν γῆν. Δεῖ με τὰ τοῦ διαβόλου πικροφόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξαναλῶσαι, ἵνα καθαρᾷ τῇ ψυχῇ τὸν οὐράνιον σπόρον ἐνράνω. Διὰ τοῦτο πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πλάσας ἐξ ἀρχῆς τὸν ἄνθρωπον ἐκ γῆς, σπινθῆρα θεῖον πυρὸς ἐν μέσῃ αὐτοῦ τῇ καρδίᾳ ᾤκισα, πρὸς τὸ διὰ πυρὸς ἔχεσθαι αὐτὸν τῆς πρὸς Θεὸν ἀγάπης. Ἐπεὶ οὖν τοῦτον τὸν θεῖον σπινθῆρα τοῦ πυρὸς καὶ ταύτην τὴν θέρμην ἐκβαλεῖν ἦν ἀδύνατον, ἵνα καλλιφερὲς ἔχωσι τὴν τοῦ ἁγίου Πνεύματος ἔξαψιν (κρυμῷ γὰρ ἀσεβείας τὰς τῶν ἀνθρώπων ψυχὰς ἐνέκρωσεν ὁ διάβολος), δεῖ με πῦρ βαλεῖν ἐπὶ τὴν γῆν· ἵνα ἐκλύσας καὶ χαυνώσας τὸν ἐκ τοῦ διαβόλου ἐπιγεγενημένον ταῖς ψυχαῖς χειμῶνα τῆς ἀπιστίας, εὔδιον καὶ γαληνιῶσαν τὴν φρένα καταστήσας, ἀναθάλλειν καὶ χλοηφορεῖν αὐτὴν ποιήσω. Εἰσέρχεται οὖν εἰς τὴν μάνδραν αὐτοῦ, καλύπτων τὸν ποιμένα ἐν τῷ ἀρνίῳ τοῦ σώματος, οὐ βακτηρίαν ἐπιφερόμενος, οὐ ῥάβδον ἀπειλοῦσαν τὴν προτέραν πλάνην, ἵνα μὴ δειλιᾶσαν καὶ πτοηθὲν τὸ πρόβατον πάλιν ἀποδράσῃ τοῦ ἰδίου ποιμένος. Ἀλλ' εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου, οὐχ ὡς Θεὸς, οὐχ ὡς βασιλεὺς, οὐχ ὡς ἥλιος δικαιοσύνης, ἀλλ' ὡς ἄνθρωπος πρὸς ἄνθρωπον, ὡς ἀρνίον πρὸς ἀρνίον, συνδιαιτᾶται αὐτῷ, συννέμεται, συγχλοάζεται, εἰσέρχεται, συναναπίπτει τῷ ἤδη πεπτωκότι ὑπὸ τὴν ἁμαρτίαν, ἵνα ἐν τῷ συναναπεσεῖν, τὸν ἤδη πεπτωκότα ἑαυτῷ συνεγείρῃ. Καὶ εἰσελθὼν οὐκ ἐβαπτίσθη κατὰ τὸ ἦθος τῶν Φαρισαίων. Τοῦτο δὲ ἐποίει κατὰ δύο τρόπους, ἵνα δώσῃ τῷ προβάτῳ ἀφορμὴν λαλεῖν πρὸς τὸν ποιμένα, ἔτι δὲ καὶ δόγμα Ἰουδαϊκὸν καταλῦσαι, καὶ βεβαιῶσαι πνευματικόν· Εἶδε γὰρ, φησὶν, ὁ Φαρισαῖος, καὶ ἐθαύμασεν, ὅτι οὐ πρότερον ἐβαπτίσθη. Ἐθαύμασεν, οὐκ ἐπαινῶν τὸν διδάσκαλον, ἀλλ' ἀπορῶν τὸ γινόμενον· οὐκ ἐπαινῶν, ἀλλὰ κρίνων. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, τὸν ζωοπλάστην ὑπὸ τοῦ πλάσματος κρινόμενον, καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ διορθούμενον. Τοῦτο δὲ ἔφασκεν ὁ Φαρισαῖος, μὴ θεωρῶν τοῖς κρυπτοῖς ὀφθαλμοῖς τῆς καρδίας τὸν ἔνδοθεν τῶν ἀγγέλων ταξίαρχον καὶ τῶν Σεραφὶμ καὶ Χερουβίμ. Εἰ γὰρ ἐθεάσατο τοῦτον, προσέπεσεν ἂν αὐτοῦ τοῖς γόνασι, καὶ τοῖς δάκρυσιν αὐτοῦ ἔπλυνε τοὺς πόδας, καὶ ἔλεγεν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ἔλεγε γὰρ ἄν· Σὺ εἶ ὁ ἐξ οὐκ ὄντων τὰ πάντα εἰς τὸ εἶναι παραγαγών· τῷ σῷ λόγῳ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματός σου πᾶσα ἡ δύναμις αὐτῶν· συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης· σὺ τιθεῖς ἐν τοῖς θησαυροῖς ἀβύσσους· ἀπὸ σοῦ φοβεῖται πᾶσα ἡ γῆ· ἀπὸ σοῦ σαλεύεται ἡ σύμπασα οἰκουμένη. Ἀλλ' οὐδὲν τούτων οὔτε ἐννοήσας, οὔτε εἰρηκὼς, ἔκρινε τὸν διδάσκαλον. Ὁ δὲ Κύριος πρόφασιν δεδωκὼς, ὥσπερ κἀκείνῃ τῇ Σαμαρείτιδι ἐν τοῦ αἰτῆσαι αὐτὸν παρ' αὐτῆς ὕδωρ, ἔδωκεν αὐτῇ καιρὸν τοῦ αἰτῆσαι παρ' αὐτοῦ τὸ αἰώνιον ὕδωρ· ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸ χειραγωγεῖν. Ἄρτι γὰρ, ὑμεῖς Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε τὸ δὲ ἔσωθεν γέμει ἁρπαγῆς καὶ δόλου. Τουτέστιν, Ὑμεῖς νῦν τὸ σῶμα καλλωπίζετε, τὰς δὲ ψυχὰς κακίζετε. Πῶς δὲ καὶ τέρψει χρυσοῦν ἐὰν ᾖ τὸ ποτήριον, ὅταν ἔνδοθεν ἔχῃ θανατηφόρον πότον; Οὐχὶ τοιαῦται αἱ πόρναι; τὰς ὄψεις ἑαυτῶν τοῖς χρώμασιν ἀνθίζουσαι, τὰς ψυχὰς ἀφανίζουσιν. Ἢ γὰρ οὐχὶ τὰς ὄψεις ἑαυτῶν τῷ φοίνικι ἐρυθραίνουσαι, εἴδωλον τῆς μελλούσης αὐτὰς διαδέχεσθαι φλογὸς οἰκείοις δακτύλοις ἐργάζονται, δέον αὐτὰς τῷ αἵματι Ἰησοῦ τὰς καρδίας ῥαντίζειν, καὶ τῷ πνεύματι τὰς ψυχὰς ἐκλευκαίνειν, ἵνα τὸ ἄνθος τῆς ψυχῆς ἀστράπτον, καθάπερ ῥόδον ἐν κρίνῳ μεμιγμένον ὑπάρχῃ; Νῦν δὲ τὰς ὄψεις αὐτῶν ἐκσπογγίζουσιν, ἵνα τὰς τῶν νέων καρδίας εἰς μανίαν ἑλκύσωσι. Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. Ὁ Ἰωάννης ἔλεγε· Διὰ τί τὸ μὲν σῶμα ὕδατι λούετε, τὰ δὲ πταίσματα τῷ πνεύματι οὐ λούετε; Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητὲ, οὐδὲν ὠφεληθήσεται ἄνθρωπος, κἂν τὸ σῶμα πλύνῃ καὶ τὸ πνεῦμα, ἐὰν μὴ ἔχῃ συνεργὸν καὶ σύνδρομον τὴν ἐλεημοσύνην. Ὥσπερ δὲ ποτήριον ἔξωθεν καὶ ἔνδοθεν πλυθὲν, μὴ ἔχον δὲ ποτὸν οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον πλυθὲν ἔσωθεν καὶ ἔξωθεν οὐ θρέψει τὸν πεινῶντα, ἐὰν μὴ ἔχῃ ἔνδοθεν βρώματα· οὕτω καὶ ἄνθρωπος, κἂν ἔσωθεν ᾖ πεπλυμμένος καὶ ἔξωθεν, οὐ θρέψει τὸν Κύριον, ἐὰν μὴ θρέψῃ τὸν σύνδουλον. Διὸ ἐπιφέρει ὁ Κύριος καὶ λέγει· Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ τὰ πάντα καθαρὰ ὑμῖν ἔσται. Πλὴν τὰ ἐνόντα, λέγει. Οὐ γὰρ τοσοῦτον τῇ τῶν πολυχρύσων προσκομιδῇ τέρπεται, ὅσον τῇ τῶν ἀδόλων ἀνυποκρίτῳ προσφορᾷ. Μὴ βοήσῃς οὖν ὁ πένης, ὅτι οὐκ ἔχεις χρυσοῦ καὶ ἀργύρου τόσας· ῥῖψον εἰς τὸ γαζοφυλάκιον ὃ ἔχεις· καὶ δύο λεπτὰ δικαιοῖ· μνήσθητι τῆς χήρας ἐκείνης, ὅτι ἐδικαιώθη ὑπὲρ τοὺς πολυχρύσους. Ὁ Θεὸς οὐ χρήματα οἶδε σταθμίζειν, ἀλλὰ συνείδησιν δοκιμάζει. Ἐλεημοσύνη σπίλους μοιχῶν ἀποσμήχει, καὶ μισθοὺς ἀγαθοὺς θησαυρίζει· ἐλεημοσύνη τὰς ψυχὰς ἐκλευκαίνει, καὶ τὰς τρυφερὰς ἐξυφαίνει. Ὢ ἐλεημοσύνη ψυχῶν ζωτικὴ, χορηγία ψυχῆς, καλὴ στρατηγία. Ῥίψατε χρυσὸν, καὶ λάβετε Χριστόν· δότε ἀργύριον, καὶ λάβετε τὸ Πνεῦμα τὸ ἅγιον· σκορπίσατε χαλκὸν, καὶ συνεξελεύσεται αὐτῷ ὁ ἰὸς τῆς ἁμαρτίας· δροσίσατε τὸν ἔλεον, καὶ σβέσατε τὴν κάμινον· καὶ δότε ἱμάτια, ἵνα λάβητε ἰάματα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.