# In illud: In faciem ei restiti 1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-in-faciem-ei-restiti/1

Μίαν ὑμῶν ἀπελείφθην ἡμέραν, καὶ ὡς ἐνιαυτὸν ὁλόκληρον ὑμῶν χωρισθεὶς, οὕτως ἀσχάλλων καὶ ἀλύων διετέλουν. Καὶ ὅτι ἀληθῆ ταῦτα, ἴστε ἐξ ὧν καὶ ὑμεῖς ἐπάθετε. Καθάπερ γὰρ παῖς ὑπομάζιος τῆς μητρικῆς θηλῆς ἀποσπασθεὶς, ὅπουπερ ἂν ἀπενεχθῇ, πυκνὰ περιστρέφεται, περιβλεπόμενος τὴν ἑαυτοῦ μητέρα· οὕτω δὴ κἀγὼ τῶν κόλπων τῶν μητρικῶν ἀπενεχθεὶς ποῤῥωτέρω, πυκνὰ περιεσκόπουν, πανταχοῦ τὴν ἁγίαν ὑμῶν ἐπιζητῶν σύνοδον. Πλὴν ἀλλ' εἶχον ἱκανὴν τούτων παραμυθίαν, τῷ πατρὶ φιλοστόργῳ πειθόμενος ταῦτα πάσχειν, καὶ ὁ τῆς ὑπακοῆς μισθὸς τὴν ἀκηδίαν τὴν ἐπὶ τῷ ξενισμῷ γινομένην ἀπεῖργε. Τοῦτο γὰρ ἐμοὶ καὶ διαδήματος παντὸς λαμπρότερον, καὶ στεφάνου σεμνότερον, τὸ πανταχοῦ μετὰ τοῦ γεγεννηκότος περιάγεσθαι· τοῦτο ἐμοὶ καὶ κόσμος, καὶ ἀσφάλεια· κόσμος μὲν, ὅτι οὕτως αὐτὸν ἐχειρωσάμην, καὶ πρὸς τὸν ἔρωτα ἐπεσπασάμην τὸν ἐμὸν, ὡς μηδαμοῦ μηδέποτε ἀνέχεσθαι χωρὶς τοῦ παιδὸς φαίνεσθαι· ἀσφάλεια δὲ, ὅτι παρὼν καὶ ἀγωνιζόμενον βλέπων, πάντως καὶ τὴν παρὰ τῶν εὐχῶν συμμαχίαν ἡμῖν παρέξει. Καὶ καθάπερ πλοῖον κυβερνητῶν χεῖρες, καὶ οἴακες, καὶ ζεφύρου πνοαὶ μετὰ ἀσφαλείας εἰς λιμένα παραπέμπουσιν· οὕτω δὴ καὶ ἡ εὔνοια τούτου, καὶ ἡ ἀγάπη, καὶ ἡ τῶν εὐχῶν βοήθεια, καὶ ζεφύρου καὶ κυβερνήτου κρεῖττον καὶ τῶν οἰάκων κατευθύνει τὸν λόγον ἡμῶν. Ἐμὲ δὲ πρὸς τούτοις κἀκεῖνο παρεμυθεῖτο, τὸ λαμπρᾶς ὑμᾶς ἀπολαῦσαι τότε τραπέζης, καὶ φιλότιμον καὶ πολυτελῆ τὸν ἑστιάτορα σχεῖν. Ἔγνωμεν δὲ τοῦτο οὐκ ἐξ ἀκοῆς μόνον, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας. Καὶ γὰρ ἦσαν οἱ διακομίζοντες ἡμῖν τὰ εἰρημένα, καὶ ἀπὸ τῶν λειψάνων ὁλόκληρον τὴν εὐωχίαν ἐστοχασάμεθα. Ἐπῄνεσα μὲν οὖν τὸν ἑστιάσαντα, καὶ ἐθαύμασα τῆς πολυτελείας καὶ τοῦ πλούτου· ἐμακάρισα δὲ καὶ ὑμᾶς τῆς εὐνοίας, καὶ τῆς ἀκριβείας, ὅτι μετὰ τοσαύτης φυλακῆς τὰ εἰρημένα κατέχετε, ὡς καὶ ἑτέρῳ διακομίσαι. Διὰ τοῦτο καὶ ἡμεῖς πρὸς τὴν ὑμετέραν ἀγάπην προθύμως διαλεγόμεθα. Ὁ γὰρ καταβάλλων ἐνταῦθα τὰ σπέρματα, οὐ ῥίπτει αὐτὰ παρὰ τὴν ὁδὸν, οὐδὲ εἰς τὰς ἀκάνθας ἐκχεῖ, οὐδὲ ἐπὶ τὴν πέτραν σπείρει· οὕτω λιπαρὰ καὶ βαθύγειος ὑμῶν ἐστιν ἡ ἄρουρα, καὶ πάντα εἰς τοὺς οἰκείους δεχομένη κόλπους, πολυπλασιάζει τὰ σπέρματα. Ἀλλ' εἴπερ ποτὲ προθυμίαν μοι παρέσχετε καὶ πολλὴν σπουδὴν ἐπὶ τὴν ἀκρόασιν, ὥσπερ οὖν ἀεὶ παρεσχήκατε, ταύτην αἰτῶ καὶ τήμερον ἐμοὶ δοῦναι τὴν χάριν. Οὐδὲ μὲν ὑπὲρ τῶν τυχόντων ἡμῖν ἐστιν ὁ λόγος, ἀλλ' ὑπὲρ μεγάλων πραγμάτων. Διόπερ ὀφθαλμῶν δέομαι πανταχόθεν ὀξὺ βλεπόντων, διανοίας διεγηγερμένης, διανεστηκότος φρονήματος, συντεταμένων λογισμῶν, ψυχῆς ἀγρύπνου καὶ ἐγρηγορυίας. Καὶ γὰρ ἠκούσατε τοῦ ἀναγνώσματος πάντες τοῦ ἀποστολικοῦ· καὶ εἴ τις ὀξέως προσέσχε τοῖς ἀναγνωσθεῖσιν, οἶδεν ὅτι μεγάλοι ἡμῖν ἀγῶνες καὶ ἱδρῶτες πρόκεινται τήμερον. Ὅτε γὰρ ἦλθε Πέτρος, φησὶν, εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg084.local001/.
