# In illud: In faciem ei restiti 14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti, Section 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-in-faciem-ei-restiti/14

Ἵνα δὲ καὶ τὴν ἱστορίαν αὐτὴν ἴδητε τῶν λεγομένων, μικρὸν ἄνωθεν ὑμῖν διηγήσομαι· ἀλλὰ προσέχετε, παρακαλῶ· πρὸς γὰρ αὐτὸ τὸ βάθος τῆς λύσεως κατηντήσαμεν. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ Κυρίου τὴν Ἐκκλησίαν τότε ἐπεσκόπευεν ἐν ἀρχῇ, τὴν ἐν Ἱεροσολύμοις, καὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων προειστήκει πάντων. Συνέβαινε δὲ εἶναι καὶ ἐν Ἀντιοχείᾳ Ἰουδαίους, οἵτινες πιστεύσαντες τῷ Χριστῷ, διὰ τὸ τῶν Ἱεροσολύμων εἶναι πόῤῥω, καὶ πολλοὺς ὁρᾷν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ἀδεῶς καὶ χωρὶς Ἰουδαϊκῶν παρατηρήσεων βιοῦντας, ἠρέμα καὶ κατὰ μικρὸν ἐνήγοντο καὶ αὐτοὶ τῆς Ἰουδαϊκῆς ἀφίστασθαι συνηθείας, καὶ καθαρὰν καὶ ἀνόθευτον ἔχειν τὴν τῆς πίστεως διδασκαλίαν. Κατελθὼν τοίνυν ὁ Πέτρος, καὶ ἰδὼν οὐκ οὖσαν ἀνάγκην οὐδεμίαν συγκαταβάσεως, ἐθνικῶς ἔζη λοιπόν. Τὸ δὲ, ἐθνικῶς ζῇν, τοῦτό φησιν ὁ Παῦλος, τὸ χωρὶς Ἰουδαϊκῆς παρατηρήσεως, τὸ μηδὲν τῶν νομίμων ἐκείνων παραφυλάττειν, οἷον, περιτομὴν, ἢ σάββατον, ἤ τι τῶν τοιούτων. Ζῶντος τοίνυν οὕτω τοῦ Πέτρου, κατῆλθόν τινες Ἰουδαῖοι ἀπὸ Ἰακώβου, τουτέστιν, ἐξ Ἱεροσολύμων, οἳ, διὰ τὸ διαπαντὸς ἐπὶ τῆς μητροπόλεως διατρίβειν, καὶ μηδένα ὁρᾷν ἑτέρως πολιτευόμενον, ἔτι τὴν πρόληψιν εἶχον τὴν Ἰουδαϊκὴν, καὶ πολλὰς τῶν παρατηρήσεων ἐκείνων ἐπεσύροντο. Τούτους ἰδὼν ὁ Πέτρος, τοὺς ἀπὸ Ἰακώβου καὶ ἐξ Ἱεροσολύμων κατελθόντας, ἀσθενέστερον διακειμένους ἔτι, καὶ φοβηθεὶς μὴ σκανδαλισθέντες τῆς πίστεως ἀποπηδήσωσι, μετετάξατο πάλιν, καὶ τὸ ζῇν ἐθνικῶς ἀφεὶς, ἐπὶ τὴν προτέραν συγκατάβασιν ἦλθε, βρωμάτων παρατηρήσεις φυλάττων. Ἰδόντες οὖν αὐτὸν οἱ Ἰουδαῖοι, οἱ ἐν Ἀντιοχείᾳ διατρίβοντες, τοῦτο ποιοῦντα, καὶ οὐκ εἰδότες αὐτοῦ τὴν γνώμην, μεθ' ἧς ταῦτα ἔπραττε, συναπήχθησαν καὶ αὐτοὶ, καὶ ἠναγκάζοντο ἰουδαΐζειν διὰ τὸν διδάσκαλον. Καὶ τοῦτό ἐστιν, ὅπερ ὁ Παῦλος ἐγκαλεῖ· καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, αὐτὰ ὑμῖν λοιπὸν ἀναγνώσομαι τὰ ἀποστολικὰ ῥήματα. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, τουτέστιν, ἐξ Ἱεροσολύμων, μετὰ τῶν ἐθνῶν συνήσθιε, τουτέστι, τῶν ἐν Ἀντιοχείᾳ. Ὅτε δὲ ἦλθόν τινες ἐξ Ἱεροσολύμων, νομομαθεῖς, ὑπέστελλε, καὶ ἀφώρισεν ἑαυτὸν ὁ Πέτρος φοβούμενος τοὺς ἐκ περιτομῆς. Ποίους; Τοὺς ἀπὸ Ἰακώβου κατελθόντας· Καὶ συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι. Ποῖοι Ἰουδαῖοι; Οἱ πρὶν τοὺς ἐξ Ἱεροσολύμων καταβῆναι ἐν Ἀντιοχείᾳ διατρίβοντες, καὶ μηδεμίαν Ἰουδαϊκὴν παρατήρησιν φυλάττοντες· Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Καὶ τὸ μὲν δοκοῦν ἔγκλημα εἶναι, τοῦτο.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg084.local001/.
