# In illud: In faciem ei restiti 3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-in-faciem-ei-restiti/3

Ἐπῃνέσατε τὸν Παῦλον; Ἀκούσατε τοίνυν πῶς κατηγορία ἐστὶ Παύλου τὰ εἰρημένα, ἂν μὴ τὸν ἐναποκεκρυμμένον τοῖς ῥήμασι θηρεύσωμεν νοῦν. Τί λέγεις, ὦ Παῦλε; ἐπετίμησας Πέτρῳ, ὅτε εἶδες οὐκ ὀρθοποδοῦντα πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου; Καλῶς. Τίνος οὖν ἕνεκεν Κατὰ πρόσωπον; τίνος ἕνεκεν Ἔμπροσθεν πάντων; οὐκ ἔδει ἀμάρτυρον γίνεσθαι τὸν ἔλεγχον; Σὺ δὲ πῶς δημοσιεύεις τὸ δικαστήριον, καὶ πολλοὺς τῆς κατηγορίας μάρτυρας ποιεῖς; καὶ τίς οὐκ ἂν εἴποι, ὅτι ἐξ ἀπεχθείας τοῦτο ποιεῖς, καὶ φθόνου, καὶ φιλονεικίας; οὐ σὺ ἦσθα ὁ λέγων, Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής; Τί δέ ἐστι, Τοῖς ἀσθενέσιν ὡς ἀσθενής; Συγκαταβαίνων καὶ περιστέλλων αὐτῶν τὰ τραύματα, φησὶ, καὶ οὐκ ἀφιεὶς εἰς ἀναισχυντίαν ἐκπεσεῖν. Εἶτα περὶ τοὺς μαθητὰς οὕτω κηδεμὼν καὶ φιλάνθρωπος ὢν, περὶ τὸν συναπόστολον ἀπάνθρωπος ἐγένου; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, Ὅταν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου; Σὺ δὲ καὶ δημοσίᾳ ἐλέγχεις, καὶ μέγα φρονεῖς ἐπὶ τῷ πράγματι. Ὅτε γὰρ ἦλθε Πέτρος, φησὶν, εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην. Καὶ οὐκ ἐλέγχεις δημοσίᾳ μόνον, ἀλλὰ καὶ, καθάπερ ἐν στήλῃ, τοῖς γράμμασι τὴν μάχην ἐγχαράξας, ἀθάνατον ποιεῖς τὴν μνήμην· ἵνα μὴ οἱ τότε παρόντες μόνον, ἀλλὰ καὶ πάντες οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι μάθωσι διὰ τῆς ἐπιστολῆς τὸ γεγενημένον. Οὕτω σοι ἐποίησαν οἱ ἀπόστολοι ἐν Ἱεροσολύμοις, ὅτε ἀνῆλθες διὰ δεκατεσσάρων ἐτῶν ἀναθέσθαι αὐτοῖς τὸ Εὐαγγέλιον; Οὐ σὺ λέγεις, ὅτι Διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην, καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, κατ' ἰδίαν δὲ τοῖς δοκοῦσί τι εἶναι; Τί οὖν; βουλόμενόν σε κατ' ἰδίαν ἀναθέσθαι, ἐκώλυσαν καὶ εἰς μέσον ἤγαγον, καὶ δῆλον ἅπασιν ἐποίησαν; Οὐκ ἔστιν εἰπεῖν. Εἶτα σὺ μὲν κατ' ἰδίαν ἀνατίθης, καὶ οὐδεὶς ἀντιλέγει· τὸν δὲ ἀπόστολον ἐκπομπεύεις; Ἆρα οὖν ἐκεῖ μόνον ταύτης ἀπήλαυσας τῆς εὐνοίας; ἀλλὰ μὴν καὶ ὅτε δὲ μυριάδες τοσαῦται Ἰουδαίων ἦσαν, οὐ μετὰ τῆς αὐτῆς ἐχρήσαντό σοι σοφίας; οὐ κατ' ἰδίαν λαβόντες σε ἔλεγον· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων, καὶ οὗτοι πάντες ζηλωταὶ τοῦ νόμου εἰσὶ, καὶ κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τί οὖν ἐστι; Ποίησον ὅ σοι λέγομεν. Εἰσὶν ἄνδρες ἐν ἡμῖν ἔχοντες εὐχὴν ἐφ' ἑαυτοῖς· τούτους λαβὼν ξύρησαι σὺν αὐτοῖς, καὶ ἁγνίσθητι μετ' αὐτῶν, ἵνα μάθωσιν, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν. Εἶδες πῶς φείδονταί σου τῆς ὑπολήψεως; πῶς κρύπτουσί σε τῷ προσωπείῳ τῆς οἰκονομίας ἐκείνης, τῇ θυσίᾳ, τοῖς ἁγνισμοῖς σε περιστέλλοντες; Διὰ τί μὴ τοσαύτην κηδεμονίαν ἐπεδείξω καὶ σύ;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg084.local001/.
