# In illud: In faciem ei restiti 9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-in-faciem-ei-restiti/9

Ἐνταῦθα προσέχετε, καὶ διανάστητέ μοι, καὶ συντείνατε ἑαυτοὺς, ὥστε δέξασθαι σαφῆ τὴν ἀπολογίαν. Καὶ γὰρ ἄτοπον ἐμὲ μὲν τὸν διασκάπτοντα τοσοῦτον πόνον ὑπομένειν, ὑμᾶς δὲ τοὺς ἐξ εὐκολίας μέλλοντας τὸ χρυσίον ὁρᾷν, τῇ ῥᾳθυμίᾳ τὸ κέρδος τοῦτο παραδραμεῖν. Ἀνάγκη δὲ μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, ὥστε σαφεστέραν ὑμῖν ποιῆσαι τὴν διδασκαλίαν. Ἐπειδὴ γὰρ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ὁ Ἰησοῦς, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τὸν λόγον τῆς διδασκαλίας κατέλιπε τοῖς ἑαυτοῦ ἀποστόλοις, καθὼς Παῦλός φησι· Θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς· καὶ πάλιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, τουτέστιν, ἀντὶ Χριστοῦ. Τότε τοίνυν, ἡνίκα ἐκήρυττον οὗτοι κατὰ τὴν οἰκουμένην ἅπασαν, αἵρεσις οὐδεμία ἦν· πᾶσα δὲ ἡ φύσις τῶν ἀνθρώπων δύο ταῦτα δόγματα εἶχε, τὸ μὲν ὑγιὲς, τὸ δὲ διεφθαρμένον. Ἢ γὰρ Ἕλληνες, ἢ Ἰουδαῖοι, οἱ τὴν γῆν οἰκοῦντες ἅπαντες ἦσαν· οὔτε δὲ Μανιχαῖος, οὔτε Μαρκίων, οὔτε δὲ Οὐαλεντῖνος, οὐκ ἄλλος οὐδεὶς ἁπλῶς· τί γὰρ δεῖ πάσας καταλέγειν τὰς αἱρέσεις; καὶ γὰρ μετὰ τὸν σῖτον τότε τὰ ζιζάνια ἐσπάρη, ἡ παντοδαπὴ τῶν αἱρέσεων διαφθορά. Τοὺς μὲν οὖν Ἰουδαίους ἐπέτρεψε τῷ Πέτρῳ, τοῖς δὲ Ἕλλησι τὸν Παῦλον ἐπέστησεν ὁ Χριστός. Καὶ τοῦτο οὐκ ἀφ' ἑαυτοῦ λέγω, ἀλλ' αὐτοῦ τοῦ Παύλου λέγοντος ἔστιν ἀκοῦσαι· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ, φησὶν, εἰς τὰ ἔθνη· περιτομὴν ἐνταῦθα αὐτὸ τὸ ἔθνος καλῶν. Καὶ πόθεν δῆλον; Ἐκ τῆς ἐπαγωγῆς. Εἰπὼν γὰρ, Ὁ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ, φησὶν, εἰς τὰ ἔθνη, δεικνύντος ἐστὶν, ὅτι πρὸς ἀντιδιαστολὴν τῶν ἐθνῶν περιτομὴν εἶπε. Πρὸς δὲ ἀντιδιαστολὴν τῶν ἐθνῶν, οὐχὶ περιτομὴ, ἀλλ' Ἰουδαῖοί εἰσιν, οὓς διὰ τῆς περιτομῆς ᾐνίξατο· ὡσανεὶ ἔλεγεν, Ὁ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῶν Ἰουδαίων, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Καθάπερ γάρ τις βασιλεὺς σοφὸς, τὸν ἐπιτήδειον μετὰ ἀκριβείας εἰδὼς, ἑτέρῳ μὲν τοὺς ἱππεῖς, ἑτέρῳ δὲ τῶν πεζῶν ἐγχειρίζει τὴν προστασίαν· οὕτω δὴ καὶ ὁ Χριστὸς, τὸ στρατόπεδον τὸ ἑαυτοῦ διελὼν εἰς δύο ταῦτα μέρη, τοὺς μὲν Ἰουδαίους Πέτρῳ, τοὺς δὲ Ἕλληνας ἐπέτρεψε Παύλῳ. Εἰ δὲ διάφορα τὰ στρατόπεδα, ἀλλ' εἷς ὁ βασιλεύς. Ὥσπερ γὰρ ἐκεῖ ἡ διαφορὰ τῶν στρατοπέδων ἐν τῇ κατασκευῇ τῶν ὅπλων, οὐκ ἐν τῇ φύσει τῶν ἀνθρώπων ἐστίν· οὕτω δὴ καὶ ἐνταῦθα ἡ διαφορὰ ἐν σχήματι μικρῷ τινι τῆς σαρκὸς, οὐκ ἐν τῇ τῆς οὐσίας ἐναλλαγῇ φαίνεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg084.local001/.
