Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen 1.1
Not analysed yet
Ὀλίγα μὲν τὰ εἰρημένα, γλυκεῖα δὲ τοῦ μέλιτος ἡ πηγὴ, μέλιτος κόρον οὐκ ἔχοντος. Τοῦτο μὲν γὰρ τὸ αἰσθητὸν μέλι ἐν τῇ γλώττῃ καταλύει τὴν ἡδονὴν, καὶ εἰς φθορὰν χωρεῖ· τὸ δὲ τῆς διδασκαλίας μέλι ἐγκεύθεται τῷ συνειδότι, διηνεκῆ τὴν εὐφροσύνην παρασχὸν, καὶ πρὸς ἀφθαρσίαν ἡμᾶς χειραγωγοῦν. Καὶ τὸ μὲν ἀπὸ βοτανῶν συντίθεται, τὸ δὲ ἀπὸ τῶν θείων Γραφῶν ὑφαίνεται. Τοῦτο σήμερον ὑμᾶς ἐνέπλησεν ὁ καλῶς εἰρηκὼς, καὶ τῆς ὑπακοῆς τὸ βραβεῖον ἥρπασε, καὶ τῆς ἀγάπης τὴν ἰσχὺν ὑπέδειξε καὶ τῆς πίστεως τὴν εὐγένειαν. Φέρε δὴ καὶ ἡμεῖς τὴν εἰωθυῖαν πάλιν ὑμῖν παραθῶμεν τράπεζαν μετὰ πολλῆς τῆς προθυμίας· καὶ γὰρ σφόδρα χαίρομεν, ὅτι ἱπποδρομίας οὔσης λαμπρᾶς, τοσοῦτον ἐνταῦθα πλῆθος ἀφῖκται τῆς ἐκεῖ καταφρονῆσαν διατριβῆς. Διὸ δὴ καὶ αὐτοὶ μετὰ πολλῆς τῆς δαψιλείας τὸν κρατῆρα ἱστῶμεν, κρατῆρα οὐ μέθην ποιοῦντα, ἀλλὰ σωφροσύνην κατασκευάζοντα. Τοιοῦτος γὰρ ὁ τῶν Γραφῶν οἶνος, τοιαῦτα τῆς τραπέζης ταύτης τὰ ὄψα· οὐ πιαίνει σάρκα. Καὶ ταῦτα λέγομεν οὐκ ἀτιμάζοντες τῆς σαρκὸς τὴν φύσιν, ἀλλὰ προτιμῶντες τῆς ψυχῆς τὴν εὐγένειαν· οὐδὲ τὴν χρῆσιν ἐκβάλλοντες, ἀλλὰ τὴν ἀμετρίαν κολάζοντες. Κἂν γὰρ φιλοσοφῶμεν, οὕτω δεῖ φιλοσοφεῖν, ὥστε μὴ διδόναι τοῖς τῶν αἱρετικῶν στόμασι λαβήν. Καὶ γὰρ τὸ σῶμα τοῦτο ἔλαττον μὲν τῆς ψυχῆς, οὐκ ἐναντίον δὲ τῇ ψυχῇ· ἀλλ' ἁπλῆ μὲν αὐτὴ, διακονεῖται δὲ ταῖς ἐπιθυμίαις ταῖς ἐκείνου. Ὁ ἀριστοτέχνης Θεὸς οὐκ ἐκ μιᾶς καὶ δύο καὶ τριῶν οὐσιῶν τόδε τὸ πᾶν συνεστήσατο, ἀλλὰ ποικίλας καὶ διαφόρους φύσεις εἰσήγαγε, τῆς οἰκείας σοφίας τὴν περιουσίαν ἐν τῇ διαφορᾷ τῶν γινομένων ἐπιδεικνύμενος. Οὐ γὰρ οὐρανὸν ἐποίησε μόνον, ἀλλὰ καὶ γῆν· οὐ γῆν μόνον, ἀλλὰ καὶ ἥλιον· οὐχ ἥλιον μόνον, ἀλλὰ καὶ σελήνην· οὐ σελήνην μόνον, ἀλλὰ καὶ ἀστέρας· οὐκ ἀστέρας μόνον, ἀλλὰ καὶ ἀέρα· οὐκ ἀέρα μόνον, ἀλλὰ καὶ νεφέλας· οὐ νεφέλας μόνον, ἀλλὰ καὶ αἰθέρα· οὐκ αἰθέρα μόνον, ἀλλὰ καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ ὄρη, καὶ νάπας, καὶ βουνοὺς, καὶ λειμῶνας, καὶ παραδείσους, καὶ σπέρματα, καὶ φυτὰ, βοτανῶν εἴδη ποικίλα, καὶ διάφορα σχήματα, καὶ διαφόρους ἐνεργείας, καὶ διαφόρους φύσεις, ἃ πανταχοῦ τῷ κόσμῳ περιιὼν ἴδοι τις ἄν· καὶ τὸ σῶμα τῆς οἰκουμένης ἐπιτρέχων τῷ λογισμῷ, ἐρεῖ μετὰ τοῦ Προφήτου· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Ὥστε εἰ βούλει θέατρον ἰδεῖν, καταλιπὼν ἐκεῖνο τὸ σατανικὸν, ἐλθὲ ἐπὶ τοῦτο τὸ πνευματικόν· εἰ βούλει λύρας ἀκοῦσαι, ἀφεὶς ἐκείνην τὴν μελῳδίαν, καὶ τὸ εὔτονον τῆς διανοίας συντείνας, ἐλθὲ ἐπὶ ταύτην τὴν διεγείρουσάν σου τὸ φρόνημα, νευροῦσάν σου τὴν διάνοιαν. Ὅρα φθόγγους διαφόρους καὶ νευρὰς ἐνηλλαγμένας, μίαν καὶ παναρμόνιον τῷ ἀριστοτέχνῃ Θεῷ πανταχόθεν ἀναπεμπούσας [μελῳδίαν. Ὡσεὶ] γάρ τις [φθόγγος τοῦ πνεύματος] ἐκ διαφόρων φθόγγων συγκείμενος μίαν ἔχει μελῳδίαν, τὴν εἰς τὸν ποιήσαντα δοξολογίαν· καὶ ἠχοῦσι μὲν καθ' ἑαυτὰς αἱ νευραὶ, ἠχοῦσι δὲ καὶ μετ' ἀλλήλων. Καὶ ἵνα μάθῃς πῶς καθ' ἑαυτὰς ἠχοῦσι, κροῦσον τῷ λογισμῷ τὴν νευρὰν τοῦ οὐρανοῦ, καὶ ἀκούσῃ μεγάλα ἠχούσης, καὶ τῷ Θεῷ δόξαν ἀναπεμπούσης. Ὅπερ οὖν καὶ ὁ Προφήτης συνιδὼν, ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἀπὸ τῆς νευρᾶς ἐκείνης μετάβηθι ἐπὶ τὴν νευρὰν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ ὄψει καὶ τούτους τοὺς φθόγγους λύρας ἁπάσης καὶ κιθάρας ἡδίω φθεγγομένους· καὶ μάλιστα, ὅταν ᾖ τις ὁ τὰς νευρὰς ταύτας ἀνακρούσασθαι ἐπιστάμενος. Καὶ πῶς ἠχοῦσι; φησί. Στόμα οὐρανὸς οὐ κινεῖ, οὔτε γλῶτταν, οὐδὲ ὑπερῴαν, οὐδὲ ὀδόντας, οὐδὲ χείλη· πῶς οὖν ἡ φωνὴ πρόεισι; πῶς δὲ ἡ ἡμέρα φθέγγεται; Οὐδὲ γὰρ ταῦτα ὄργανα φωνητικά ἐστιν, ἀλλὰ δρόμος ἐστὶν ἡλίου καὶ σελήνης, ἡμέρα καὶ νὺξ, καιροῦ πάροδος. Ἵν' οὖν μή τις τῶν παχυτέρων ταῦτα ἀκούων θορυβῆται καὶ ταράττηται, ἄκουσον πῶς ὁ Προφήτης ἐπαγωνίζεται τῷ εἰρημένῳ. Εἰπὼν γὰρ, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ὅτι Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν· Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· οὐ μόνον φωνὴν ἔχουσιν ἡμέρα καὶ νὺξ, καὶ οὐρανὸς, ἀλλὰ καὶ τοιαύτην φωνὴν, ἣ τῆς ἀνθρωπίνης ἐστὶν εὐσημοτέρα, καὶ σαφεστέρα, καὶ εὐτονωτέρα. Πῶς καὶ τίνι τρόπῳ; Ἄκουσον τῆς ῥήσεως αὐτῆς. Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Τί ποτ' οὖν τοῦτό ἐστιν; Ἐγκώμιον τῆς φωνῆς, ἔπαινος τῆς ἠχῆς. Ἡ μὲν γὰρ ἐμὴ φωνὴ τῷ ἐμῷ ὁμοφώνῳ γνώριμος, ἑτερογλώσσῳ δὲ οὐκέτι. Οἷόν τι λέγω, Ἑλλάδι διαλεγομένῳ μοι γλώττῃ, ἂν τοίνυν τὴν φωνὴν εἰδῇ τις, ἐκεῖνος ἀκούσεταί μου· ὁ δὲ Σκύθης, καὶ ὁ Θρᾷξ, καὶ ὁ Μαῦρος, καὶ ὁ Ἰνδὸς οὐκέτι· ἡ γὰρ διαφορὰ τῆς γλώττης οὐκ ἀφίησιν εὔσημον αὐτῷ γενέσθαι τὴν ἐμὴν διάλεξιν.