# In illud Isaiae: Ego dominus deus feci lumen 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-isaiae-ego-dominus-deus-feci-lumen/2.1

Πάλιν ἐγὼ τοῦ Σκύθου καὶ τοῦ Θρᾳκὸς διαλεγομένου οὐ δυνήσομαι ἀκούειν, οὐδὲ ἕτερος τῆς ἑτέρου γλώττης· ἐπὶ δὲ τοῦ οὐρανοῦ, καὶ νυκτὸς, καὶ τῆς ἡμέρας οὐκ ἔστι τοῦτο, ἀλλὰ τοιαύτη αὐτῶν ἐστιν ἡ φωνὴ, ὡς πάσῃ γλώττῃ, πάσῃ λαλιᾷ, παντὶ ἔθνει ἀκούεσθαι, καὶ εὔδηλον εἶναι καὶ σαφῆ. Διὰ τοῦτο εἰπὼν, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ, Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, ἐπήγαγεν· Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τοιαύτην ἔχουσι λαλιὰν, καὶ τοιαύτην ἔχουσι φωνὴν ἡ ἡμέρα, καὶ ἡ νὺξ, καὶ ὁ οὐρανὸς, καὶ τὰ κτίσματα ἅπαντα, ὡς πάσαις ταῖς λαλιαῖς, τουτέστι, πάσαις ταῖς γλώτταις, πᾶσι τοῖς ἔθνεσιν ἀκούεσθαι αὐτῶν τὴν φωνήν. Οὐ γάρ ἐστι λαλιὰ, φησὶ, τουτέστιν, οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι φωνὴ, ἔνθα μὴ ἀκούεται ἡ φωνὴ τοῦ οὐρανοῦ· ἀλλὰ καὶ ὁ Σκύθης, καὶ ὁ Θρᾷξ, καὶ ὁ Μαῦρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Σαυρομάτης, καὶ πᾶσα λαλιὰ, καὶ πᾶσα γλῶττα, καὶ πᾶν ἔθνος δυνήσεται ταύτης ὑπακούειν τῆς φωνῆς. Πῶς καὶ τίνι τρόπῳ; Τοῦτο λοιπὸν ἄκουε, ἵνα μάθῃς πῶς σιγῶν ὁ οὐρανὸς φθέγγεται. Ὅταν γὰρ ἴδῃς αὐτοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν θέσιν, τὸ διαρκὲς, τὴν φαιδρότητα, καὶ ταῦτα πάντα συναγαγὼν παρὰ σαυτῷ, δοξάσῃς τὸν Δημιουργὸν, εὐφημήσῃς τὸν ποιήσαντα, ὁ οὐρανὸς φωνὴν ἀφῆκε, διὰ τῆς γλώττης ἀναπέμψας τῷ Θεῷ δόξαν. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Πῶς καὶ τίνι τρόπῳ; Τὸν θεατὴν τῷ κάλλει τῆς οἰκείας φαιδρότητος εἰς θαῦμα παραπέμποντες τοῦ Δημιουργοῦ. Ὅταν γὰρ ἰδὼν τὸ τοιοῦτον ἔργον, εἴπῃς, Δόξα σοι, ὁ Θεὸς, ἡλίκον σῶμα εἰργάσω, καὶ ἐν τῷ μέσῳ τέθεικας· οἱ οὐρανοῖ τὴν δόξαν ταύτην ἀνήνεγκαν, τῇ σῇ γλώττῃ χρησάμενοι, καὶ διὰ τῆς ὄψεως τὸ θαῦμα παραπέμποντες. Οὕτω σιγῶντες ἀναφέρουσι δόξαν τῷ Θεῷ, καὶ ταύτης τῆς φωνῆς πάντες ἀκούουσιν. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἀκοῇ ταῦτα μαθεῖν, ἀλλ' ὄψει καὶ θεωρίᾳ, ὄψις δὲ πᾶσι μία, εἰ καὶ ἡ γλῶττα διάφορος, καὶ Βάρβαρος, καὶ Σκύθαι, καὶ Θρᾷκες, καὶ Μαῦροι, καὶ Ἰνδοὶ ταύτης ἀκούουσι τῆς φωνῆς, τουτέστι, τὸ θαῦμα βλέποντες, τὸ κάλλος ἐκπληττόμενοι, τὴν φαιδρότητα, τὸ μέγεθος, τὰ ἄλλα ἅπαντα τὰ πρὸς τὸν οὐρανὸν, δόξαν ἀναφέρουσι τῷ Δημιουργῷ οἱ καλῶς φρονοῦντες. Τὸ αὐτὸ καὶ περὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἔστιν εἰπεῖν. Ὥσπερ οὗτος τῷ κάλλει, τῇ θέσει, τῷ μεγέθει, τῇ φαιδρότητι, τῷ διαρκεῖ τοῦ χρόνου, τῇ χρείᾳ, τῇ ἐνεργείᾳ, τοῖς ἄλλοις ἅπασιν εἰς θαῦμα παραπέμπων τὸν θεατὴν, ποιεῖ δόξαν ἀναφέρειν τῷ Δημιουργῷ· οὕτω νὺξ καὶ ἡμέρα. Ὅταν γὰρ ἴδῃς τὴν εὐταξίαν τῶν καιρῶν τούτων, καὶ πῶς τὸ οἰκεῖον ἀπαρτίσασα μέτρον ἡ ἡμέρα, οὐ φιλονεικεῖ τὴν νύκτα ἐξῶσαι τῶν οἰκείων ὅρων, οὐδὲ πλεονεξίαν τινὰ ἐπιδείκνυται, οὐδὲ, ἐπειδὴ φαιδροτέρα ἐστὶν αὐτῆς, τὸν ἅπαντα βιάζεται κατασχεῖν χρόνον, ἀλλ' ἀναχωρεῖ· καὶ ἡ νὺξ τὸ αὐτὸ πάλιν, ἀπαρτίσασα τὸν αὐτῆς δρόμον, παραχωρεῖ τῇ ἡμέρᾳ, καὶ τοῦτο ἐπὶ τοσούτοις ἔτεσι γέγονε, καὶ οὐδεμία σύγχυσις, οὐδὲ ταραχὴ, καὶ οὔτε αὕτη ἐξώθησεν ἐκείνην, οὔτε ἐκείνη ἐπλεονέκτησε ταύτην, καίτοι ἡ μὲν φαιδροτέρα, ἡ δὲ ζοφωδεστέρα· πάλιν τὴν εὐταξίαν θαυμάσας, οὐ δόξαν ἀναπέμψεις Θεῷ; Καὶ καθάπερ ἀδελφαὶ δύο οἰκείως πρὸς ἀλλήλας διακείμεναι, πατρῷον διανειμάμεναι κλῆρον ἐν σταθμοῖς καὶ ζυγοῖς, οὐδὲ τὸ τυχὸν ἑτέρα τὴν ἑτέραν πλεονεκτεῖ· οὕτω δὴ καὶ νὺξ καὶ ἡμέρα τὸν χρόνον ἅπαντα διελόμεναι, τοσαύτην διατηροῦσιν ἰσότητα, οὐδὲ τὸ τυχὸν ἀλλήλας πλεονεκτοῦσαι, ὅσην ἴστε διὰ τῆς πείρας αὐτῆς μαθόντες. Ἀκουέτωσαν οἱ πλεονέκται, καὶ τοὺς ἀδελφοὺς ἐξωθούμενοι τοῦ κλήρου· αἰδείσθωσαν τῶν καιρῶν τὴν εὐταξίαν, νυκτὸς καὶ ἡμέρας τὴν ἰσηγορίαν, καὶ καταλυέτωσαν τὸ ἑαυτῶν νόσημα. Οὕτω τοίνυν Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ φωνὴν ἀφιεῖσαι, ἀλλὰ διὰ τῆς εὐταξίας, καὶ τοῦ ῥυθμοῦ, καὶ τῆς ἰσότητος, καὶ τῶν ἀπαρεμποδίστων μέτρων, σάλπιγγος λαμπρότερον τὸν Δημιουργὸν ἀνακηρύττουσαι, οὐκ ἐν μιᾷ τῆς οἰκουμένης γωνίᾳ, ἀλλ' ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν. Αὗται γὰρ αἱ φωναὶ πανταχοῦ τῆς οἰκουμένης φέρονται, ἐπειδὴ πανταχοῦ ὁ οὐρανὸς, καὶ πανταχοῦ ἡμέρα, καὶ πανταχοῦ νὺξ, καὶ τὴν διδασκαλίαν αὐτῶν ἐκτείνουσι καὶ ἐν γῇ, καὶ ἐν θαλάττῃ. Διὰ τοῦτο ὁ Προφήτης οὐκ εἶπεν ἁπλῶς, ὅτι οἱ οὐρανοὶ φθέγγονται δόξαν Θεοῦ, ἀλλὰ, Διηγοῦνται, τουτέστι, καὶ ἑτέρους παιδεύουσι, καὶ μαθητὰς ἔχουσι τὸ τῶν ἀνθρώπων γένος, καὶ διδασκαλεῖον μέγιστον εἰς τὸ μέσον εἰσὶ προβαλλόμενοι, ἀντὶ βιβλίων, καὶ γραμμάτων, τῆς οἰκείας φύσεως τὸ κάλλος καὶ ἰδιώταις, καὶ σοφοῖς, καὶ πᾶσι παρέχοντες ἐπιέναι, καθάπερ ἐν βιβλίῳ τὴν ἐγκειμένην αὐτοῖς περὶ τῆς τοῦ Θεοῦ σοφίας καὶ δυνάμεως διδασκαλίαν. Οὕτω καὶ ἄνθρωποι οὐχὶ φθεγγόμενοι, ἀλλὰ καὶ σιγῶντες δι' ἑτέρων δοξάζουσι τὸν Θεόν· διὸ καὶ ὁ Χριστὸς ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς. Ὥσπερ οὖν τις ὁρῶν βίον λάμποντα, καὶ σιγῶντος τοῦ βιοῦντος, δόξαν ἀναφέρει τῷ Θεῷ· οὕτω δὴ καὶ τὸ κάλλος ὁρῶν τοῦ οὐρανοῦ, δοξάζει τὸν ποιήσαντα. Διὰ τοῦτο ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, διὰ τῶν θεατῶν· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Γνῶσιν· ποίαν; Τὴν περὶ τοῦ ποιήσαντος. Ὥσπερ γὰρ ἡ ἡμέρα εἰς ἐργασίαν ἐξάγει τὸν ἄνθρωπον, οὕτως ἡ νὺξ διαδεχομένη, ἀπὸ τῶν μυρίων ἀναπαύει μόχθων, καὶ τῶν φροντίδων ἀφίησι, καὶ κάμνουσαν τὴν κόρην κοιμίζουσα, καὶ τὰ βλέφαρα καταστέλλουσα, ἀκμαζούσῃ τῇ δυνάμει παρασκευάζει τὴν ἀκτῖνα δέχεσθαι πάλιν. Ὥστε καὶ ταύτης οὐκ ὀλίγον τὸ χρήσιμον, ἀλλὰ καὶ σφόδρα πολύ. Εἰ γὰρ μὴ διανέπαυε τὸν ἄνθρωπον ἀπὸ τῶν μυρίων μόχθων ὑποδεχομένη, οὐδὲν ὄφελος ἦν τῆς ἡμέρας εἰς ἐργασίαν αὐτὸν εἰσαγαγούσης· τῆς γὰρ φύσεως ἀπαγορευούσης τῷ διηνεκεῖ πόνῳ, διεφθάρη ἂν, καὶ ἀπώλετο τὸ ζῶον, καὶ οὐδὲν αὐτῷ πλέον ἐκ τῆς ἀκτῖνος ἐγένετο. Ἡ τοίνυν ποιοῦσα τὴν ἡμέραν χρήσιμον τῷ ἀνθρώπῳ, αὕτη μάλιστά ἐστιν ἡ διὰ τῆς οἰκείας διακονίας τὸν ἀπολαύοντα τῆς χορείας αὐτῆς πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν χειραγωγοῦσα. Ὅταν γὰρ ἐννοήσῃ τις, πόσον μὲν τὸ χρήσιμον τῆς ἡμέρας, πόσον δὲ τὸ τῆς νυκτὸς, καὶ πῶς αὕτη διαδέχεται ἐκείνην, καὶ ἐναλλὰξ, ὥσπερ ἔν τινι χορῷ, τὸ γένος ἡμῶν ἀμοιβαδὸν διαδεχόμεναι διατηροῦσι, κἂν ἁπάντων ἀνθρώπων νωθέστερος ᾖ, δυνήσεται τὸν οἰκεῖον λογισμὸν ἀνακινῶν εἰδέναι τοῦ ἀριστοτέχνου Θεοῦ τὴν σοφίαν, ἣν διὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐπεδείξατο, ἐκείνην μὲν εἰς ἐργασίαν, ταύτην δὲ εἰς ἄνεσιν τῶν πόνων ἀποκληρώσας ἡμῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg148.local001/.
