Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen 3.1
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν ἐκ τῶν προοιμίων ἅπαντα εἰπεῖν ἐξέβημεν· ἐπειδὴ δὲ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων τινὰ πολλοὺς τῶν οὐ προσεχόντων ἴσως ἐθορύβησε, καὶ τῶν ἀπείρως Γραφὰς ἐχόντων, φέρε δὴ, πολλῇ τῇ ῥύμῃ πρὸς ταῦτα χωρήσωμεν. Ἀνεγνώσθη μὲν γὰρ καὶ ἡ αἱμοῤῥοοῦσα, ἡ τῇ ἁφῇ τὰς πηγὰς τῶν αἱμάτων στήσασα, καὶ τῇ τῆς πίστεως δυνάμει τοσοῦτον συλήσασα θησαυρόν· καὶ γὰρ ἦν κλοπὴ τὸ γινόμενον· ἀλλὰ καὶ κλοπὴ εὐδοκιμοῦσα, καὶ ἡ συλήσασα μετὰ τὸν ἔλεγχον ἐπαινουμένη. Αὐτὸς γὰρ ὁ συληθεὶς Ἰησοῦς ἀνακηρύττει τὸ γύναιον. Ἀνεγνώσθη καὶ τὰ στίγματα Παύλου, τὰ τραύματα, τὰ δεσμωτήρια, αἱ ἀπαγωγαὶ, τὰ ναυάγια, τὰ δεσμὰ, αἱ ἁλύσεις, αἱ ἐπιβουλαὶ αἱ ποικίλαι καὶ διηνεκεῖς, οἱ θάνατοι οἱ καθημερινοὶ, ὁ λιμὸς, τὸ δίψος, ἡ γυμνότης, ἡ ἐπισύστασις ἡ καθημέραν. Ἀλλὰ τί πάθω; Ἀνάγκη φυγεῖν πολλῇ τῇ σφοδρότητι χρησάμενον, μὴ πάλιν ὁ Παῦλος κατασχὼν, ἀπαγάγῃ τοῦ προκειμένου. Καὶ γὰρ ἴστε, πολλάκις ἑτέρωθί με βαδίζοντα καὶ τετραμμένον ἀπαντήσας ἐν μέσῳ τῷ λόγῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καταλῦσαι τὸν λόγον. Ἵν' οὖν μὴ καὶ σήμερον τοῦτο πάθωμεν, καθάπερ χαλινὸν ἐκεῖσε φερομένῳ τῷ λόγῳ μετὰ πολλῆς τῆς σφοδρότητος ἐμβαλόντες, οὕτως αὐτὸν ἑλκύσωμεν, καὶ ἐπὶ τὴν προφητικὴν ἀγάγωμεν ῥῆσιν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Ἐγὼ Κύριος, φησὶν, ὁ ποιήσας φῶς καὶ σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ὁρᾶτε ὡς οὐκ εἰκῆ οὐδὲ μάτην ἐπὶ τὸ χωρίον τοῦτο τὸν δρόμον ἐποιησάμεθα, ἀλλὰ πάντα τὰ ἄλλα παρατρέχοντες, ἐνταῦθα ἀπαντῆσαι ἐσπουδάζομεν. Καὶ γὰρ πολὺν τῷ μὴ προσέχοντι τὸν θόρυβον ἐμποιεῖ τὸ εἰρημένον. Διανάστητε τοίνυν, καὶ συντείνατε τὴν ἀκοὴν, καὶ πᾶσαν βιωτικὴν φροντίδα ἐκβαλόντες, προσέχετε τοῖς λεγομένοις. Καὶ γὰρ βούλομαι τοῦτον νῦν ὑμῖν τῆς ἐνταῦθα παρουσίας τὸν μισθὸν ἀποδοῦναι, καὶ τῶν πνευματικῶν ἐμπλήσας ἐδεσμάτων, οὕτως ἐκπέμψαι, ὥστε καὶ τοὺς ἀπολειφθέντας ἔργῳ μαθεῖν ἡλίκην ὑπέμειναν ζημίαν· εἴσονται δὲ, εἰ μετὰ ἀκριβείας ὑποδεξάμενοι τὰ λεγόμενα, καὶ πρὸς ἐκείνους διαβιβάσαι δυνηθείητε. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ποιήσας φῶς καὶ σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Συνεχῶς αὐτὸ περιστρέφω, ὥστε ἐντεθῆναι ὑμῶν τῇ διανοίᾳ, καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν. Οὐδὲ γὰρ οὗτος μόνος τοῦτό φησιν, ἀλλὰ καὶ ἕτερος προφήτης συνῳδὰ ἀποφθεγγόμενος ἔλεγεν· Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε; Τί οὖν ἐστι τὸ εἰρημένον; Ἅπασι γὰρ δεῖ μίαν λύσιν ἐπαγαγεῖν. Τίς οὖν ἐστιν ἡ λύσις; Εἰ μάθοιμεν τῶν λέξεων τούτων τὴν δύναμιν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐ γὰρ εἰκῆ οὐδὲ μάτην συνεχῶς τοῦτο ὑμῖν παραγγέλλομεν, ἀλλ' ἐπειδὴ πρὸς τὸ βάθος τῶν νοημάτων λοιπὸν χωροῦμεν. Τῶν πραγμάτων τὰ μέν ἐστι καλὰ, τὰ δὲ κακὰ, τὰ δὲ μέσα· ὧν ἔνια πολλοῖς μὲν εἶναι δοκεῖ κακὰ, οὐκ ἔστι δὲ, ἀλλὰ λέγεται μόνον καὶ ὑποπτεύεται. Ἀλλ' ἵνα σαφέστερον ὃ λέγω ποιήσω, φέρε καὶ ἐπὶ παραδειγμάτων τὸν λόγον γυμνάσωμεν. Ἡ πενία δοκεῖ μὲν πολλοῖς εἶναι κακὸν, οὐκ ἔστι δέ· ἀλλ' εἴ τις νήφει καὶ φιλοσοφεῖ, καὶ κακῶν ἀναιρετικόν. Ὁ πλοῦτος πάλιν δοκεῖ μὲν πολλοῖς εἶναι καλὸν, οὐκ ἔστι δὲ ἁπλῶς καλὸν, εἰ μή τις εἰς δέον αὐτῷ χρώμενος εἴη. Εἰ γὰρ ἁπλῶς καλὸν ἦν ὁ πλοῦτος, ἔδει καὶ τοὺς ἔχοντας αὐτὸν εἶναι καλούς· εἰ δὲ οὐ πάντες οἱ πλουτοῦντες ἐνάρετοι, ἀλλ' οἱ καλῶς τῷ πλούτῳ κεχρημένοι, εὔδηλον ὅτι οὐχ ἁπλῶς αὐτὸ καθ' ἑαυτὸ ὁ πλοῦτος καλὸν, ἀλλ' ὕλη τίς ἐστιν ἀρετῆς ἐν τῷ μέσῳ κειμένῃ. Σκόπει δέ. Εἰσὶν ἐν τῷ σώματι ποιότητες, ἃς οἱ ἔχοντες ἀπ' αὐτῶν καλοῦνται. Οἷόν τι λέγω· τὸ λευκὸν οὐκ ἔστιν οὐσία, ἀλλὰ ποιότης, καὶ συμβεβηκὸς ἐπιγινόμενον τῇ οὐσίᾳ· ἂν οὖν τινι προσγένηται τοῦτο, λευκὸν τὸν τοιοῦτον καλοῦμεν. Ἔστιν ἀῤῥωστία πάλιν καὶ αὐτὴ ποιότης τις οὖσα καὶ συμβεβηκός· κἄν τινι προσγένηται, ἄῤῥωστον τὸν τοιοῦτον καλοῦμεν. Εἰ τοίνυν καὶ ὁ πλοῦτος ἦν ἀρετὴ, ἔδει τὸν ἔχοντα τὸν πλοῦτον ἐνάρετον εἶναι καὶ λέγεσθαι· εἰ δὲ οὐ πάντως ὁ πλούσιος ἐνάρετος, οὐκ ἀρετὴ, οὐδὲ καλὸν ὁ πλοῦτος ἁπλῶς, ἀλλὰ παρὰ τὴν γνώμην τοῦ χρωμένου τοῦτο γίνεται. Πάλιν ἡ πενία εἰ κακὸν ἦν, ἔδει τοὺς ἐν πενίᾳ ἅπαντας εἶναι κακούς· εἰ δὲ πολλοὶ τῶν ἐν πενίᾳ ὄντων τῶν οὐρανῶν ἐπελάβοντο οὐκ ἄρα ἡ πενία κακόν.