# In illud Isaiae: Ego dominus deus feci lumen 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-isaiae-ego-dominus-deus-feci-lumen/4.1

Τί οὖν, ὅτι πολλοὶ βλασφημοῦσι διὰ τὴν πενίαν; φησίν. Οὐ διὰ τὴν πενίαν, ἀλλὰ διὰ τὴν οἰκείαν ἀφροσύνην τε καὶ μικροψυχίαν τοῦτο ποιοῦσι. Καὶ τούτων ἀπόδειξις ὁ μακάριος Ἰὼβ, ὃς ἐν ἐσχάτῃ πενίᾳ ὢν, καὶ πρὸς αὐτὸ τῆς πενίας κατενεχθεὶς τὸ βάραθρον, οὐ μόνον οὐκ ἐβλασφήμησεν, ἀλλ' εὐλογῶν τὸν Θεὸν διετέλει, λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἀλλὰ καὶ διὰ τὸν πλοῦτον πολλοὶ, φησὶν, ἁρπάζουσι καὶ πλεονεκτοῦσιν. Ἀλλ' οὐ διὰ τὸν πλοῦτον, ἀλλὰ διὰ τὴν οἰκείαν ἀφροσύνην· καὶ τούτου μάρτυς πάλιν ὁ αὐτὸς ἄνθρωπος οὗτος, ὃς ἐν τοσούτῳ πλούτῳ οὐ μόνον οὐχ ἥρπασε τὰ ἑτέρων, ἀλλὰ καὶ τὰ οἰκεῖα [ἐδίδου], καὶ λιμένα τοῖς ξένοις κατεσκεύαζεν, οὕτω λέγων· Ἡ οἰκία μου παντὶ ξένῳ ἐλθόντι ἠνέῳκτο. Καὶ ὁ Ἀβραὰμ πλοῦτον τοσοῦτον ἔχων, τοῖς παριοῦσι πάντα ἐδαπάνα· καὶ οὔτε τοῦτον, οὔτε ἐκεῖνον πλεονέκτην ὁ πλοῦτος ἐποίησεν, ὥσπερ οὐδὲ βλάσφημον οὔτε ἐκεῖνον, οὔτε τὸν Λάζαρον ἡ πενία· ἀλλ' οὕτω διέλαμψαν ἑκάτεροι, μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, ὡς τὸν μὲν παρὰ τοῦ Θεοῦ δέξασθαι τὴν μαρτυρίαν, τοῦ τὰ ἀπόῤῥητα σαφῶς εἰδότος· τὸν δὲ ὑπὸ τῶν ἀγγέλων προηγουμένων οὕτως ἐντεῦθεν ἀπενεχθῆναι, καὶ ὁμόσκηνον τῷ πατριάρχῃ γενέσθαι, καὶ τῶν ἀγαθῶν ἀπολαύειν, ὧν ἐκεῖνος. Ἄρα τῶν μέσων ταῦτά ἐστι, πενία καὶ πλοῦτος, ὑγίεια καὶ νόσος, καὶ ζωὴ καὶ θάνατος, δόξα καὶ τιμὴ, δουλεία καὶ ἐλευθερία, καὶ ὅσα τοιαῦτα· οὐ γὰρ δεῖ πάντα ἐπιέναι, ὥστε μὴ μηκύνειν τὸν λόγον, ἀλλὰ ἐν τούτοις παρέχοντα ὑμῖν ἀφορμὰς, ἐπὶ τὰ κατεπείγοντα βαδίζειν. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ἄρα τῶν μέσων ταῦτά ἐστι πάντα, ὡς τούτοις καὶ εἰς καλὸν, καὶ εἰς κακὸν, οἱ χρώμενοι δύναιντ' ἄν. Ὅτι γὰρ τῶν μέσων ἐστὶ ταῦτα, ὧν ὁ πλοῦτος, ἔδειξεν ὁ Ἀβραὰμ, εἰς δέον αὐτῷ χρησάμενος. Ἔδειξε δὲ καὶ ἐπὶ τοῦ Λαζάρου ὁ πλούσιος, ἐπὶ ἀπωλείᾳ τῆς ἑαυτοῦ κεφαλῆς τὰ ὄντα δαπανήσας. Οὔτε οὖν καλὸν ἁπλῶς ὁ πλοῦτος, οὔτε κακόν. Εἰ καλὸν ἦν ἁπλῶς, ἀλλ' οὐχὶ μέσον, οὐκ ἂν ὁ ἐπὶ τοῦ Λαζάρου πλούσιος τοιαῦτα ἐκολάζετο· εἰ κακὸν ἦν, οὐκ ἂν Ἀβραὰμ οὕτως εὐδοκίμησε πλούσιος ὤν. Τοιοῦτόν τι καὶ ἡ νόσος ἐστίν. Εἰ γὰρ κακὸν ἦν ἡ νόσος, ἔδει καὶ τοῦτον κακὸν εἶναι τὸν ἔχοντα. Ἄρα καὶ Τιμόθεος ἔμελλεν εἶναι κατὰ τοῦτο κακὸς, ἐσχάτῃ νόσῳ παλαίων. Οἴνῳ γὰρ ὀλίγῳ χρῶ, φησὶ, διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ οὐ μόνον κακὸς οὐκ ἦν ἐντεῦθεν, ἀλλὰ καὶ πολλοῦ μισθοῦ προσθήκην ἐλάμβανε, γενναίως τὴν ἀῤῥωστίαν ἐνέγκας, εὔδηλον ὅτι οὐ κακὸν ἡ νόσος. Καὶ ἕτερος δὲ προφήτης τοὺς ὀφθαλμοὺς νοσῶν διετέλει· ἀλλ' οὐ κατὰ τοῦτο κακὸς, ἀλλὰ καὶ προεφήτευε, καὶ τὰ μέλλοντα προεώρα, καὶ οὐδὲν ἡ νόσος εἰς τὴν ἀρετὴν ἐγένετο κώλυμα. Ἀλλ' οὐδὲ ἡ ὑγίεια ἁπλῶς καλὸν, ἂν μή τις εἰς δέον κεχρημένος αὐτῇ εἴη, ἀλλ' εἰς ἐργασίαν πονηρὰν, ἢ εἰς ἀργίαν ἀνόητον· οὐδὲ γὰρ τοῦτο ἀνεύθυνον. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἀλλὰ ταῦτα τῶν μέσων ἐστὶ, παρὰ τοὺς χρωμένους ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γινόμενα. Καὶ τί δεῖ λέγειν ὑγίειαν, καὶ νόσον, καὶ πλοῦτον, καὶ πενίαν; Αὐτὸ γὰρ τοῦτο, ὃ δοκεῖ τοῖς πολλοῖς εἶναι τῶν ἀγαθῶν κεφάλαιον, καὶ τῶν κακῶν ὁ κολοφὼν, ὁ θάνατος, λέγω, καὶ ἡ ζωὴ, οὐδὲ ταῦτα ἁπλῶς ἔσται, ἀλλὰ καὶ ταῦτα τῶν μέσων, παρὰ τὴν γνώμην τῶν χρωμένων ἑκάτερα ταῦτα γινόμενα. Οἷόν τι λέγω· τὸ ζῇν καλὸν, ὅταν εἰς δέον χρώμενος αὐτῷ τις εἴη· ὅταν δὲ εἰς ἁμαρτήματα καὶ παρανομίας, οὐκέτι ἂν εἴη καλὸν, ἀλλὰ βέλτιον τὸν τοιοῦτον τελευτῆσαι. Πάλιν ὃ πολλοῖς φευκτὸν εἶναι δοκεῖ, μυρίων ἀγαθῶν γένοιτ' ἂν αἴτιον, ὅταν αἰτίαν ἔχῃ τὴν προσήκουσαν. Καὶ δηλοῦσιν οἱ μάρτυρες, οἳ πάντων εἰσὶ διὰ τὴν τελευτὴν μακαριώτεροι. Διὰ δὴ τοῦτο ὁ Παῦλος οὐχ ἁπλῶς ἐπεθύμει ζῇν ἐν Χριστῷ, ἀλλ' ἐπειδὴ τοῦτο αὐτῷ καρπὸς ἔργου. Καὶ τί αἱρήσομαι γὰρ, φησὶν, οὐ γνωρίζω· συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Διὰ δὴ τοῦτο καὶ ὁ Προφήτης, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· οὐχ ἁπλῶς ὁ θάνατος, ἀλλ' ὁ τοιόσδε θάνατος. Καὶ πάλιν ἀλλαχοῦ, Θάνατος ἁμαρτωλῶν πονηρός. Ὁρᾷς καὶ τοῦτο τῶν μέσων, οὐχ ἁπλῶς καλὸν, οὐδὲ ἁπλῶς κακὸν, ἀλλ' ἀπὸ τῆς γνώμης τῶν ὑποδεχομένων αὐτό; Διὰ δὴ τοῦτο καὶ ὁ σοφώτατος Σολομὼν, τὸ μέσον τούτων τὸ χρήσιμον καταλέγων, καὶ φιλοσοφῶν ὑπὲρ αὐτῶν, καὶ δεικνὺς ὅτι οὐχ ἁπλῶς τοῦτο καλὸν, κἀκεῖνο κακὸν, ἀλλὰ μετὰ καιροῦ τοῦ προσήκοντος γίνεται καλὰ, κἂν φορτικὰ εἶναι δοκῇ, ὅταν τὸν καιρὸν μὴ ἔχῃ τὸν προσήκοντα, Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι, ἔλεγε, καιρὸς τοῦ ζῆσαι, καὶ καιρὸς τοῦ ἀποθανεῖν. Οὐδὲ γὰρ πανταχοῦ τὸ χαίρειν καλὸν, ἀλλ' ἔστιν ὅπου καὶ βλαβερόν· οὖτε πανταχοῦ τὸ ἀλγεῖν καλὸν, ἀλλ' ἔστιν ὅπου καὶ θανάσιμον καὶ ὀλέθριον. Καὶ τοῦτο αὐτὸ πάλιν δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg148.local001/.
