# In illud Isaiae: Ego dominus deus feci lumen 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-isaiae-ego-dominus-deus-feci-lumen/5.1

Ὁρᾷς καὶ τοῦτο τῶν μέσων ὄν; Οὐκοῦν καὶ τὸ ἐναντίον αὐτοῦ τῶν μέσων, τὸ χαίρειν λέγω. Διόπερ οὐχ ἁπλῶς χαίρειν ἐκέλευσεν, ἀλλὰ χαίρειν ἐν Κυρίῳ. Ἀλλ' ὁ μὲν τῶν μέσων λόγος ἱκανῶς ἡμῖν διευκρίνηται, εἴγε ἀκροατὰς ἔχει προσέχοντας· ἰτέον δὲ λοιπὸν ἐπὶ τὰ μὴ μέσα, ἀλλὰ ἐπὶ τὰ καλὰ, ἃ οὐκ ἂν γένοιτο κακὰ, καὶ ἐπὶ τὰ κακὰ, ἃ οὐκ ἂν γένοιτο καλά. Ταῦτα μὲν γὰρ τὰ εἰρημένα ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γίνεται· οἷον ὁ πλοῦτος ποτὲ μὲν κακὸν, ὅταν εἰς πλεονεξίαν δαπανᾶται, ποτὲ δὲ καλὸν, ὅταν εἰς ἐλεημοσύνην ἀναλίσκηται· καὶ τὰ ἄλλα τοιαῦτα κατὰ τὸν κανόνα τοῦτον. Ἔστι δέ τινα, ἃ οὐκ ἄν ποτε γένοιτο κακά· τὰ δὲ, ἐναντία τούτοις, ἀεὶ κακὰ, καὶ οὐκ ἄν ποτε γένοιτο καλά· οἷον ἀσέβεια, βλασφημία, ἀσέλγεια, ὠμότης, ἀπανθρωπία, γαστριμαργία, καὶ ὅσα τοιαῦτα. Οὐ λέγω ὅτι ἄνθρωπος κακὸς οὐκ ἄν ποτε γένοιτο καλὸς, οὔτε καλὸς οὐκ ἄν ποτε γένοιτο κακός· ἀλλ' ὅτι αὐτὰ τὰ πράγματα οὐκ ἄν ποτε γένοιτο. Ταῦτα μὲν γὰρ εἴη ἐπὶ τῆς οἰκείας τάξεως, τά τε καλὰ, καὶ τὰ κακά· ὁ δὲ ἄνθρωπος, ὅταν μὲν ἐκεῖνα ἕληται, καλὸς, ὅταν δὲ ἐναντία, κακός. Οὐκοῦν τρεῖς αὗται μοῖραι· τὰ μὲν γὰρ καλὰ οὐκ ἂν γένοιτο κακὰ, οἷον σωφροσύνη, ἐλεημοσύνη, καὶ ὅσα τοιαῦτα· τὰ δὲ κακὰ οὐκ ἄν ποτε γένοιτο καλὰ, οἷον ἀσέλγεια, ἀπανθρωπία, ὠμότης· τὰ δὲ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γινόμενα, παρὰ τὴν γνώμην τῶν χρωμένων. Ὁ πλοῦτος ποτὲ μὲν γὰρ εἰς πλεονεξίαν ὑπηρετεῖται. ποτὲ δὲ εἰς ἐλεημοσύνην· ἀλλὰ παρὰ τὴν γνώμην τοῦ χρωμένου. Πενία ποτὲ μὲν εἰς βλασφημίαν, ποτὲ δὲ εἰς εὐφημίαν καὶ φιλοσοφίαν ὑπηρετεῖται. Ἐπεὶ οὖν πολλοὶ τῶν ἀλογωτέρων (ἐπὶ γὰρ τὴν λύσιν ἰτέον λοιπὸν) οὐ τὰ κακὰ μόνον, ἃ οὐκ ἄν ποτε γένοιτο καλὰ, ἀλλὰ καὶ τῶν μέσων ἔνια κακὰ καλοῦσιν, οἷον πενίαν, αἰχμαλωσίαν, δουλείαν, ἅπερ ἐδείξαμεν οὐ τῶν κακῶν, ἀλλὰ τῶν μέσων ὄντα· πολλοὶ δὲ, ὅπερ ἔφθην εἰπὼν, ταῦτα κακὰ καλοῦσιν, οὐκ ὄντα κακά· περὶ ὧν ὁ προφήτης φησὶ, τῶν κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν καλουμένων, οὐ τῶν ὄντως κακῶν· περὶ αἰχμαλωσίας, περὶ δουλείας, περὶ λιμοῦ, καὶ ὅσα τοιαῦτα. Ὅτι γὰρ ταῦτα οὐ κακὰ, ἀλλὰ καὶ κακῶν ἀναιρετικὰ, τὸν λιμὸν πρότερον εἰς μέσον ἀγάγωμεν, τὸν πᾶσι φρικτὸν καὶ φοβερὸν εἶναι δοκοῦντα. Πῶς οὖν οὐ κακὸν, μάνθανε, καὶ παιδεύου φιλοσοφεῖν. Ἡνίκα τῶν Ἑβραίων ὁ δῆμος εἰς ἔσχατον ἐξώκειλε παρανομίας, τότε δὴ ὁ μέγας Ἠλίας, καὶ τῶν οὐρανῶν ἄξιος, ὁ βουλόμενος τὴν ἐκ τῆς ῥᾳθυμίας νόσον ἀνελεῖν, καὶ διορθῶσαι ταύτην, ἐπήγαγε λέγων· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου· καὶ ὁ μηλωτὴν μόνην κεκτημένος, τὸν οὐρανὸν ἀπέκλεισε· τοσαύτη παῤῥησία αὐτῷ πρὸς τὸν Θεόν. Ὁρᾷς ὅτι οὐ κακὸν ἡ πενία; Οὐκ ἂν ὁ πάντων ἀνθρώπων πενέστερος τοσαύτης ἀπέλαυσε παῤῥησίας, ὡς χαμαὶ βαδίζων, ἑνὶ μόνῳ λόγῳ τοσαύτην ἰσχὺν ἐπιδείξασθαι. Εἰπὼν τοίνυν τοῦτο, ἐπήγαγε λιμὸν, καθάπερ παιδαγωγὸν ἄριστον, καὶ διορθωτὴν τῶν γινομένων κακῶν· καὶ καθάπερ πυρετοῦ λάβρου εἰς σῶμα ἐμπεσόντος, καὶ αὐταὶ τῆς γῆς αἱ φλέβες ἀνεξηράνθησαν, καὶ χείμαῤῥοι ἐπέλιπον, καὶ βοτάναι, καὶ τῆς γῆς αἱ λαγόνες ἄγονοι λοιπὸν ἦσαν. Καὶ οὐ μικρὰ τότε ὁ δῆμος ἐκαρπώσατο, τῆς ῥύμης τῆς ἐπὶ τὴν παρανομίαν ἀπαλλαγεὶς, καὶ συσταλεὶς, καὶ γενόμενος ἐπιεικέστερος, καὶ τῷ προφήτῃ χειροήθης. Οἱ γὰρ πρὸς τὰ εἴδωλα τρέχοντες, καὶ τοὺς υἱοὺς αὐτῶν κατασφάττοντες τοῖς δαιμονίοις, οὗτοι τοσούτων ἱερέων τῆς Βάαλ ἀναιρουμένων, οὐκ ἐδυσχέραναν, οὐκ ἠγανάκτησαν, ἀλλ' ἤνεγκαν σιγῇ καὶ φόβῳ τὸ γινόμενον, ἀπὸ τοῦ λιμοῦ βελτίους γενόμενοι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg148.local001/.
