# In illud: Messis quidem multa 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Messis quidem multa, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-messis-quidem-multa/1.1

Εἴδετε τὸν γέροντα καὶ νέον, γέροντα μὲν τῷ σώματι, νέον δὲ τῷ φρονήματι; εἴδετε πολιὰν ἀκμάζουσαν καὶ γήρως τόνον σφριγῶντα; Τοιαῦτα γὰρ τὰ παρ' ἡμῖν, ἀπ' ἐναντίας τοῖς ἔξωθεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων τὸ γῆρας ἄχρηστον· οἷον, ὁ στρατιώτης εἰς ταύτην ἐλθὼν τὴν ἡλικίαν, οὐ δύναται τεῖναι τόξον, οὐ βέλος ἀφεῖναι, οὔτε δόρυ σεῖσαι, οὔτε ἵππον ἀναβῆναι, οὔτε τείχεσι προσβαλεῖν, οὔτε ἄλλο τοιοῦτον οὐδὲν ἐργάσασθαι δύναται· καὶ ὁ κυβερνήτης δὲ, ὅταν αὐτῷ τὸν τόνον τῆς σαρκὸς χαλάσῃ τὸ γῆρας, οὐ σχοινία τεῖναι, οὐχ ἱστία ἀναπετάσαι, οὐ μεταχειρίσασθαι κώπην, οὐ μεταθεῖναι οἴακας, οὐ μαχέσασθαι κύμασιν, οὐκ ἄλλο τι τῶν τοιούτων δυνήσεται. Πάλιν ὁ γηπόνος ἐν τούτῳ τῆς ἡλικίας ὢν, οὐ ζεῦξαι βοῦς, οὐκ ἄροτρον ἑλκύσαι, οὐκ ἀναῤῥῆξαι καὶ ἀνατεμεῖν αὔλακας, οὐ θεραπεῦσαι δένδρον, οὐ χορῷ θεριζόντων ἑαυτὸν ἐγκαθίσαι, οὐκ ἄλλο τι τῶν τοιούτων πράττειν ἰσχύσει· ἀλλ' ἕκαστος τούτων οἴκοι κάθηται, τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων, καὶ ἀνάγκῃ μεγάλῃ καὶ ἀπαραιτήτῳ, τῷ γήρᾳ, πεπεδημένος. Ἀλλ' οὐχ ὁ τῆς Ἐκκλησίας διδάσκαλος οὕτως· ἀλλὰ τότε μάλιστα ἀγωνιεῖται, καὶ λόγων ἅψεται, καὶ διδασκαλίαν προθήσει, καὶ λαὸν ῥυθμίσαι πειράσεται. Τὸ γὰρ γῆρας ἐν μὲν τοῖς ἄλλοις ἄχρηστον, ἐν δὲ τῇ Ἐκκλησίᾳ καὶ τοῖς τῆς ἀρετῆς πόνοις χρησιμώτατον. Ἐπεὶ καὶ ὁ μακάριος Ἀβραὰμ τὸ μέγιστον ἆθλον τότε ἤρατο, ὅτε ταύτην ἦγε τὴν ἡλικίαν· τότε γὰρ, τότε τῆς φύσεως τὴν τυραννίδα κατέλυσε, καὶ τὸν παῖδα κατέσφαξεν· ἔσφαξε γὰρ, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· εἰ καὶ μὴ τῷ τέλει, ἀλλὰ τῇ προθέσει· εἰ καὶ μὴ τῷ ἔργῳ, ἀλλὰ τῇ διανοίᾳ· τότε τῶν ἰδίων σπλάγχνων γέγονεν ἱερεὺς, καὶ ἐξ αὐτῆς σχεδὸν τῆς φύσεως ἑαυτὸν μετοικίσας, καὶ πρὸς τὸν οὐρανὸν μεθορμισάμενος, τὸ θαυμαστὸν ἐκεῖνο καὶ παράδοξον ἔργον ἤνυσε. Καὶ Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ἐν βαθυτάτῃ πολιᾷ πρὸς τοὺς θαυμαστοὺς ἐκείνους ἀγῶνας ἀπεδύετο, καὶ δεσμὰ καὶ ἁλύσεις καὶ δεσμωτήρια ἐν γεγηρακότι τῷ σώματι μετὰ πολλῆς ἔφερε τῆς εὐτονίας· καὶ τοῦτο δηλῶν αὐτὸς ἔλεγεν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ. Καὶ ταῦτα λέγω, οὐχὶ τὴν νεότητα ἀτιμάζων· ἐπεὶ καὶ οἱ τὴν κάμινον καταπατήσαντες παῖδες, νέοι σφόδρα καὶ μειράκια ἦσαν κομιδῇ, καὶ ὁ τὴν προφητείαν δεξάμενος Ἱερεμίας· καὶ Δανιὴλ δὲ, ὅτε τοὺς λέοντας ἐχαλίνου, καὶ διὰ τὴν ἄφατον αὐτοῦ παῤῥησίαν τὰ ἀπόῤῥητα ἐκεῖνα τῶν τοῦ βασιλέως ὀνειράτων εἰς μέσον ἐξῆγε καὶ δῆλα ἐποίει τῷ θεασαμένῳ, σφόδρα νέος ἦν· καὶ οὐδὲν ἡ νεότης ἐμπόδιον γέγονε πρὸς τὴν ἀρετὴν τοῦ ἀνδρός. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν, ὅπερ ἔφθην εἰπὼν, καὶ γῆρας ἔξωρον καὶ νεότης ἄωρος μέγιστα κωλύματα γένοιτ' ἄν· ἐπὶ δὲ τῶν παλαισμάτων τῆς ἀρετῆς οὐκ ἔτι, ἀλλ' ἑνὸς χρεία, γνώμης μόνον καὶ ψυχῆς παρεσκευασμένης, καὶ οὔτε νεότης ἄχρηστος, οὔτε γῆρας ἀνεπιτήδειον, ἀλλ' ἐν ἑκατέρᾳ τῇ ἡλικίᾳ ὥριμον ἴδοι τις ἂν βρύοντα τὸν καρπὸν, μόνον, ὅπερ ἔφθην εἰπὼν, εἰ ψυχήν τις ἂν ἔχοι νήφουσαν καὶ φιλοσοφεῖν ἐπισταμένην, καὶ διὰ τῆς πολλῆς ἀρετῆς τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπωμένην. Μὴ τοίνυν μηδεὶς προβαλέσθω μήτε νεότητα μήτε γῆρας εἰς ἀπολογίαν ῥᾳθυμίας· ἐπεὶ καὶ νῦν πολλοὶ παρ' ἡμῖν νέοι τὸ πνευματικὸν τοῦτο πληροῦσι θέατρον, οἱ δὲ γεγηρακότες ἐν ἱπποδρομίαις ἀσχημονοῦσι· ἕτεροι δ' αὖ πάλιν γέροντες μετὰ τῆς πολιᾶς [καὶ] τῇ ἀκροάσει κοσμοῦνται, νέοι δὲ τὴν νεότητα διὰ τῆς θεωρίας τῆς ἐκεῖσε ἀλογωτέραν κατασκευάζουσιν. Εἰ γὰρ καὶ πολλοὶ οἱ παρόντες ἡμῖν, ἀλλ' οὐκ ἔχω κόρον· οὐ γὰρ πολλοὺς ἐβουλόμην παρεῖναι μόνον, ἀλλὰ πάντας, καὶ μηδένα τῆς ἐκκλησίας ἀπολιμπάνεσθαι· ὥστε, ἕως ἂν φάνηται κἂν εἷς ἀποβουκολούμενος, διαῤῥήγνυμαι καὶ διακόπτομαι ταῖς ὀδύναις. Ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενηκονταεννέα πρόβατα καταλιπὼν, ἐπὶ τὸ ἓν τὸ πεπλανημένον κατηπείγετο, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν αὐτὸ πρὸς τὴν ἀγέλην ἐπανήγαγε, καὶ πολλὴν ὑπὲρ αὐτοῦ σπουδὴν ἐποιεῖτο· καὶ γὰρ ἐχώλευεν ὁ τῶν ἑκατὸν ἀριθμὸς, ἕως ἀπέλαβε τὸ ἓν, καὶ τὰ ἑκατὸν τότε ἑκατὸν ἐγένετο, ὅτε καὶ τοῦτο διεσώθη. Μὴ δή μοι λέγε ὅτι εἷς ἐστιν ὁ ἀδελφὸς ὁ ἀπολωλώς· ἀλλ' ἐννόησον ὅτι ἀδελφὸς, τὸ περισπούδαστον τῷ Θεῷ ζῶον, ὑπὲρ οὗ τοσαῦτα ἐγένετο, ὑπὲρ οὗ τὸ τίμιον αἷμα ἐχύθη καὶ τιμὴ κατεβλήθη τοσαύτη, δι' ὃν οὐρανὸς ἐτάθη, καὶ ἥλιος ἀνήφθη, καὶ σελήνη τρέχει, καὶ ποικίλος ἀστέρων καταλάμπει χορὸς, καὶ ἀὴρ ἡπλώθη, καὶ θάλασσα ἐξεχύθη, καὶ γῆ ἐθεμελιώθη, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ ὄρη πέπηγε· δι' ὃν λειμῶνες καὶ παράδεισοι, δι' ὃν σπέρματα καὶ φυτὰ, δι' ὃν τὰ ποικίλα τῶν φυτῶν γένη, δι' ὃν τὰ ἐν ὄρεσι, τὰ ἐν ἐρημίαις, τὰ ἐν πόλεσι, τὰ ἐν πεδίοις, τὰ ἐν νάπαις, τὰ ἐν βουνοῖς· δι' ὃν οἱ μυρίοι τῶν ἰχθύων δῆμοι, δι' ὃν τὰ ποικίλα τῶν τετραπόδων γένη, δι' ὃν τὰ παντοδαπὰ τῶν ὀρνίθων φῦλα, δι' ὃν νόμος, δι' ὃν προφῆται, δι' ὃν ἀπόστολοι, δι' ὃν τὰ μυρία θαύματα γέγονε· τί δεῖ τὰ πολλὰ λέγειν; δι' ὃν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε, καὶ γενόμενος ἐσφάγη.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Messis quidem multa. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg179.local001/.
