Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Messis quidem multa 2.1
Not analysed yet
Ἐννόησον ὅση τῷ Θεῷ πραγματεία ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, καὶ μὴ καταφρονήσῃς μηδενὸς ἀνθρώπου, ἀλλὰ διαλυθέντος τοῦ θεάτρου τούτου τοῦ πνευματικοῦ, ἀναζήτησον τὸν ἀπολειφθέντα, καὶ μὴ πρότερον ἀποστῇς ἕως ἂν αὐτὸν ἐπαγάγῃς, καὶ τῇ μητρὶ συνάψῃς, καὶ τῆς πονηρᾶς ἀπαγάγῃς συνηθείας, καὶ τὸν αἰχμάλωτον διασώσῃς καὶ τὸν καταποντισθέντα ἀνιμήσῃ, καὶ τὸν θηριάλωτον τῶν χαλεπῶν ἀπαλλάξῃς θηρίων. Τίνα γὰρ ἂν σχοίης συγγνώμην, τίνα ἀπολογίαν; Εἰς ἀποστόλων παραγινόμεθα θήκας· ὁρῶμεν αὐτῶν τὰ τραύματα καὶ τὰ στίγματα, τὸ αἷμα τὸ ῥέον τὸ χρυσίου τιμιώτερον, τὰς ἁλύσεις, τὰς μάστιγας, τοὺς θανάτους τοὺς καθημερινοὺς, οὓς ὑπὲρ τῆς Ἐκκλησίας ἔπαθον· τὸν Παύλου μαθητὴν μετὰ Παύλου πανταχοῦ περιτρέχοντα, καὶ τῷ διδασκάλῳ παρισούμενον, καὶ τὸν μόσχον τῷ ταύρῳ συμβεβλημένον· τὸν τοῦ πρώτου τῶν ἀποστόλων ἀδελφὸν, τὸν ἁλιέα τὸν σαγήνην ἁπλώσαντα καὶ ἀνθρώπους ἀντὶ ἰχθύων ἁλιεύσαντα, τὸν τοῦ Εὐαγγελίου κήρυκα· καὶ καθάπερ ἐν λειμῶνι τοῖς τούτων ἐντρυφῶμεν κατορθώμασιν. Οἱ δὲ ἀφέντες ἡμᾶς, ἵππων ἀλόγων κάθηνται γιγνόμενοι θεαταὶ, λοιδορίαις καὶ ὕβρεσιν ἀλλήλους πλύνοντες, θυμὸν καὶ μάχην οὐκ ἔχουσαν πρόφασιν ἀνάπτοντες, χαίροντες χαρὰν λύπης ἀθλιωτέραν, ὑπὲρ ἡνιόχων νικώντων, ὑπὲρ ἵππων διακλωμένων· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Τί γὰρ χαίρεις, εἰπέ μοι; τί δὲ σκιρτᾷς καὶ πηδᾷς καὶ φαιδρὸς καταβαίνεις ἐκεῖθεν; Σὺ δὲ τίνος ἕνεκεν ἀλγεῖς καὶ ἐγκαλύπτῃ καὶ κάτω κύπτεις καὶ τὴν σαυτοῦ ψυχὴν ὀδυνᾷς, ὅτι ὁ δεῖνα ἐκράτησε, καὶ ἐκρατήθη θάτερος; καὶ τί ταῦτα πρὸς σέ; ποῖον ἡ λύπη αὕτη, ἢ ἡ ἡδονὴ αὕτη λόγον ἂν ἔχοι; τίνος δὲ οὐκ ἂν εἴη κολάσεως ἑκάτερος ὑμῶν ἄξιος, τῆς μὲν ἑαυτοῦ ψυχῆς καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν παθῶν παρασυρομένης οὐδένα ποιούμενος λόγον, ὑπὲρ δὲ ἀλόγων ζώων καὶ ἀνθρώπων ἑτέρων ἀλόγων χαίρων, ἢ ὀδυνώμενος; Ἀλλ' ἵνα μὴ πάλιν τὴν ἅπασαν διάλεξιν εἰς ταῦτα καταναλώσαντες, δαπανήσωμεν τὸν καιρὸν, τὴν διόρθωσιν ἐκείνων ἐπιτρέψαντες ὑμῶν τῇ ἀγάπῃ, τῶν σήμερον ἀναγνωσθέντων ἁψώμεθα, καὶ εἰς τὸν λειμῶνα ὑμᾶς εἰσάξαι πειρασόμεθα τῶν θείων Γραφῶν· καὶ γὰρ λειμῶνι ἔοικε τὰ ἐκεῖθεν. Ὥσπερ γὰρ ἐν τῷ λειμῶνι διάφορα μὲν τὰ ἄνθη, πάντα δὲ ἐφεξῆς κάλλιστα ἀνθέλκοντα πρὸς ἑαυτὰ τῶν ὁρωμένων ἕκαστα τοῦ θεατοῦ τὴν ὄψιν· οὕτω δὴ καὶ ἐν ταῖς θείαις Γραφαῖς ἔστιν ἰδεῖν. Καὶ γὰρ ὁ μακάριος Δαυῒδ πρὸς ἑαυτὸν ἀνθέλκει τὴν διάνοιαν τὴν ἡμετέραν, καὶ ἡ ἀποστολικὴ ῥῆσις ἡ περὶ Τιμοθέου λεχθεῖσα· ἔτι μὴν καὶ ὁ τολμητὴς Ἡσαΐας περὶ τῆς ἀνθρωπίνης φύσεως φιλοσοφῶν, καὶ ὁ τούτων Δεσπότης Ἰησοῦς τοῖς μαθηταῖς διαλεγόμενος καὶ λέγων· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Φέρε οὖν, εἰ δοκεῖ, ταύτην εἰς μέσον τὴν ῥῆσιν ἀγαγόντες, ἀναπτύξωμεν αὐτῆς τὰ νοήματα· εἰ γὰρ καὶ βραχεῖά τίς ἐστι τῷ μέτρῳ, ἀλλὰ πέλαγος ἡμῖν νοημάτων δείκνυσιν ἀχανές. Διὸ δὴ καὶ ἐπ' αὐτὴν μετὰ πολλῆς βαδιούμεθα τῆς σπουδῆς. Ἐπειδὴ γὰρ εἶδε, φησὶ, τὰ πλήθη ἐσκυλμένα, λέγει τοῖς μαθηταῖς· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Ποῖος θερισμὸς, εἰπέ μοι, καὶ τίνος ἕνεκεν οὕτως ὠνόμασε τὴν διδασκαλίαν ταύτην; καίτοι γε ὁ θερισμὸς τέλος ἐστὶ [τοῦ] πράγματος. Ὅταν γὰρ τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς καταβληθὲν ἀπολαύσῃ νοτίδος, εἶτα γενόμενον διάβροχον καὶ διαφυσηθὲν δράξηται τῆς παρακειμένης γῆς, καὶ εἰς ἶνας πολλὰς ἀναπλωθὲν πρὸς τὸ βάθος καταπέμψῃ τὰς ῥίζας, προκύπτει τῆς ἐπιφανείας πρῶτον, εἶτα κατὰ μικρὸν ἡλίῳ τε καὶ ὑετῷ καὶ ἀέρι τρεφόμενον, τῇ ἐκφύσει τῆς γῆς αὔξεται, καὶ γίνεται πρότερον μὲν χλοερά τις βοτάνη καὶ ἁπαλὰ τὰ φύλλα προβάλλει, εἶτα τὸν ἄσταχυν ἄωρόν τινα ἐκφέρει, καὶ τοῦ ἔαρος ἐπιστάντος, πάλιν κατὰ μικρὸν πεπαινόμενος εἰς καλάμην καὶ ἀνθέρικας, πλήρη τὸν καρπὸν ἀποδίδωσι. Τότε δὴ λοιπὸν ὁ γηπόνος, δρεπάνην ἀκονήσας, θεριστὰς καταλέγει, καὶ συναγαγὼν τὸν καρπὸν ἀποτίθεται οἴκοι. Ὅθεν δὴ τέλος παντὸς πόνου καὶ τῆς γεωργίας ἐστὶν ὁ θερισμός. Πῶς οὖν, εἰπέ μοι, θερισμὸν καλεῖ, τῶν πραγμάτων ἐν προοιμίοις ὄντων ἔτι; Καὶ γὰρ ἀσέβεια πανταχοῦ τῆς οἰκουμένης ἐκράτει, καὶ βωμοὶ ἀνεκαίοντο, καὶ εἴδωλα προσεκυνεῖτο, καὶ Ἰησοῦς ἠτιμάζετο, καὶ βαθεῖα νὺξ πάντα κατεῖχε, καὶ χειμὼν ἦν χαλεπὸς, τῆς θαλάσσης κυμαινομένης, τῶν ἀγρίων πνευμάτων διακοπτόντων τὸν ἀνθρώπινον βίον, τῶν παθῶν τυραννούντων, καὶ ὑποβρυχίων ἁπάντων γινομένων. Πανταχοῦ γὰρ πορνεία καὶ μοιχεία καὶ ἀσέλγεια· πανταχοῦ πλεονεξίαι καὶ ἁρπαγαὶ καὶ πόλεμοι· καὶ αἵματα μὲν ἐν γῇ, αἵματα δὲ ἐν θαλάττῃ, τῶν καταποντιστῶν καὶ ἐκεῖ τοὺς φόνους εἰσαγόντων, καὶ πόλεμοι συνεχεῖς καὶ μάχαι καὶ ἐμφύλιοι σφαγαὶ καὶ φόνοι φόνων ἁπάντων ἐναγέστεροι· καὶ γὰρ τέκνα ἐσφάζετο τοῖς εἰδώλοις· καὶ ἡ φύσις ἠγνοεῖτο καὶ ἡ συγγένεια ἀνετρέπετο, καὶ πανταχοῦ κρημνοὶ καὶ σκόπελοι καὶ ὕφαλοι πέτραι καὶ σπιλάδες βαρεῖαι, καὶ κυβερνήτης οὐδεὶς ἄνθρωπος· μᾶλλον δὲ κυβερνῆται ὀλίγοι ἐν τῷ Ἰουδαίων ἔθνει, ὁ δὲ ἀκούων οὐδεὶς, τῶν ναυτῶν πρὸς αὑτοὺς διαστασιαζόντων, καὶ ἀλλήλους κατακοπτόντων καὶ καταποντιζόντων. Σκύθαι μὲν γὰρ καὶ Θρᾷκες καὶ Μαῦροι καὶ Ἰνδοὶ καὶ Πέρσαι καὶ Σαυρομάται, καὶ οἱ τὴν Ἑλλάδα καὶ οἱ τὴν Ἤπειρον οἰκοῦντες, καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ ὑφ' ἡλίῳ τοῖς δαίμοσιν ἐτελεῖτο, καὶ ὑπὸ τῶν ἀλαστόρων ἐκείνων ἐξεβακχεύετο καὶ χώρα καὶ πόλις καὶ ἔρημος, καὶ γῆ καὶ θάλαττα, καὶ βάρβαρος καὶ Ἑλλὰς, καὶ ὄρη καὶ νάπαι καὶ βουνοί· μόνον δὲ τὸ Ἰουδαίων ἔθνος τὸ δοκοῦν εὐσεβεῖν προφήτας εἶχε καὶ θεογνωσίας σπέρματα μικρά· ἀλλὰ καὶ ταῦτα χρόνῳ κατεχώννυτο, καὶ οἱ διδάσκαλοι τοῦ γένους ἐκείνου κατήγοροι πικροὶ τῶν ἁμαρτανομένων αὐτοῖς ἐγίνοντο· καὶ τοσοῦτον ἀπεῖχον τοὺς ἄλλους παιδεύειν καὶ πρὸς εὐσέβειαν χειραγωγεῖν, ὅτι δὴ καὶ τοῖς ἄλλοις σκανδάλων αἴτιοι τότε ἐγίνοντο· καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγε· Δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.