# In illud: Messis quidem multa 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Messis quidem multa, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-messis-quidem-multa/3.1

Πῶς οὖν τοσούτων κατεχόντων τὴν οἰκουμένην κακῶν, καὶ οὐδέπω τῶν σπερμάτων καταβληθέντων (πανταχοῦ γὰρ ἄκανθαι καὶ τρίβολοι καὶ βοτάναι πονηραὶ), οὐδέπω τῆς χώρας ἐκκαθαρθείσης, οὐδὲ ἀρότρου ἑλκυσθέντος, οὐδὲ αὔλακος ἀνατμηθείσης, περὶ θερισμοῦ διαλέγεται καί φησιν· Ὁ θερισμὸς πολύς; καὶ τίνος ἕνεκεν οὕτω καλεῖ τὸ Εὐαγγέλιον; Τίνος ἕνεκεν; ἐπειδὴ τὰ πράγματα οὕτω διέκειτο, ἔμελλε δὲ αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπειν, εἰκὸς δὲ αὐτοὺς θορυβεῖσθαι καὶ ταράττεσθαι, καὶ πρὸς ἑαυτοὺς ἀναλογίζεσθαι Καὶ λέγειν· Καὶ πῶς ἂν γένοιτο δυνατὸν ἕνδεκα ὄντας (ὁ γὰρ εἷς θηριάλωτος γέγονεν), ἰδιώτας, ἀγραμμάτους, πένητας, ἀσήμους, γυμνοὺς, μονοχίτωνας, ἀνυποδέτους, μὴ ζώνην, μὴ ῥάβδον, μὴ ὀβολὸν ἐπιφερομένους, διιέναι τὴν οἰκουμένην ἅπασαν τὴν οὕτω διακειμένην, καὶ τῆς μὲν παλαιᾶς ἀποσπᾷν συνηθείας, εἰς τὰ τῆς νέας δὲ δόγματα εἰσάγειν αὐτοὺς, καὶ ξένην τινὰ διδασκαλίαν αὐτοῖς ἐνηχεῖν; πότε γὰρ ἀνασπάσομεν τὰς ἀκάνθας; πότε κατασπείρομεν τὰ σπέρματα; πότε γεωργήσομεν αὐτῶν τὴν διάνοιαν; πότε ἀναδοθήσεται ὁ σπόρος; τίς δὲ ἡμᾶς οὐ διασπάσεται; τίς δὲ οὐ κατακρημνίσει; πῶς ὅλως δυνησόμεθα διᾶραι στόμα, στῆναι, διαλεχθῆναι, φανῆναι μυριάσι τοσαύταις; πῶς καταλύσομεν τυράννων θυμὸν, δήμων ἐπαναστάσεις, φιλοσόφων κατασκευὰς, ῥητόρων δεινότητα, προλήψεως τυραννίδα, συνηθείας παλαιᾶς ἰσχὺν, δαιμόνων ἐπιβουλὰς, ψυχὰς μυρίοις νοσήμασι προκατειλημμένας; ἡμεῖς οὖν οἱ ἕνδεκα τοὺς εἰς τὴν οἰκουμένην ἅπαντας πῶς διορθώσομεν, οἱ ἰδιῶται τοὺς σοφοὺς, οἱ γυμνοὶ τοὺς ὡπλισμένους, οἱ ἀρχόμενοι τοὺς ἄρχοντας, οἱ μίαν γλῶτταν κεκτημένοι πρὸς μυρίας φωνὰς διαλεγόμενοι, καὶ ἔθνη βάρβαρα καὶ ἀλλόγλωσσα; τίς δὲ ἡμῶν ἀνέξεται, ὧν μηδὲ τῆς φωνῆς ἐπακούειν δύναιτ' ἄν; ἵνα μὴ ταῦτα λογιζόμενοι θορυβῶνται, θερισμὸν τὸ Εὐαγγέλιον ἐκάλεσε, μονονουχὶ λέγων· Πάντα ηὐτρέπισται, πάντα παρεσκεύασται· πρὸς ἑτοίμην ὑμᾶς τῶν καρπῶν πέμπω συλλογήν· ἐν τῇ αὐτῇ ἡμέρᾳ καὶ σπείρειν καὶ θερίζειν δυνήσεσθε. Ὥσπερ οὖν ὁ γηπόνος πρὸς ἄμητον ἐξιὼν χαίρει καὶ φαιδρός ἐστι καὶ γέγηθεν, οὐκ ἀναλογιζόμενος πόνους, οὔτε δυσκολίαν τινὰ, ἀλλ' ὡς ἐπὶ πρόσοδον ἑτοίμην ἐπειγόμενος, καὶ ἐπὶ τῶν ἐνιαυσίων καρπῶν τρέχων, καὶ οὐδὲν οὐδαμοῦ κώλυμα, οὐδὲν ἐμπόδιον, οὐδεμία τοῦ μέλλοντος ἀδηλία, ἐπομβρίαι, χάλαζαι καὶ αὐχμοὶ, καὶ τὸ πονηρὸν τῶν ἀκρίδων στρατόπεδον· ὁ γὰρ τοῦ θερίζειν ἁπτόμενος, οὐδὲν ὑφορᾶται τοιοῦτον· διὰ δὴ τοῦτο καὶ χορεύοντες καὶ σκιρτῶντες τῶν πόνων ἅπτονται· οὕτω δὴ καὶ ὑμᾶς, καὶ πολλῷ πλέον, μετὰ πολλῆς τῆς ἡδονῆς εἰς τὴν οἰκουμένην ἐξιέναι ἀναγκαῖον. Θερισμὸς γάρ ἐστι τὸ πρᾶγμα, θερισμὸς πολλὴν εὐκολίαν ἔχων, θερισμὸς παρεσκευασμένα παρέχων ὑμῖν τὰ λήϊα· εἰπεῖν δεῖ μόνον, οὐ καμεῖν. Δανείσατέ μοι, φησὶ, τὴν γλῶτταν, καὶ ὄψεσθε τὸν καρπὸν ὥριμον εἰς τὰ βασιλικὰ σιτοδοχεῖα εἰσαγόμενον. Διὰ δὴ τοῦτο καὶ μετὰ ταῦτα πέμπων αὐτοὺς ἔλεγεν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Αὐτὸς γὰρ ἦν ὁ τὰ δύσκολα ῥᾴδια ποιῶν, καὶ ὅπερ ὁ προφήτης ἔλεγεν, ὅτι Ἐγὼ ἔμπροσθέν σου πορεύομαι καὶ ὄρη ὁμαλιῶ· ταῦτα ἐπὶ τῶν ἀποστόλων αἰσθητῶς συνέβαινε· προωδοποίει γὰρ αὐτοῖς ὁ Χριστὸς καὶ ῥᾳδίαν ἐποίει τὴν ὁδόν. Τοῦτο καὶ ὁ μεγαλοφωνότατος Ἡσαΐας δηλῶν ἔλεγε· Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· οὐ περὶ ὀρῶν λέγων καὶ βουνῶν· οὐδὲ γὰρ συνέβη τοῦτο· ἀλλὰ τοὺς ἀπονενοημένους καὶ φυσωμένους καὶ μεγαλοφρονοῦντας τῷ τῶν ὀρῶν ὀνόματι καλῶν. Ἀλλ' ἐταπείνωσε πάντας ὁ Χριστὸς ταπεινότητα ὕψους γέμουσαν, καὶ τὰ ὄρη πεδία ἐποίησεν· οὕτω δὲ καλεῖ τοὺς ἀπονενοημένους, οὐ διὰ τὸ ὕψος αὐτῶν τῆς διανοίας, ἀλλὰ διὰ τὸ ἄκαρπον τῆς ἀπονοίας, καὶ τὸ ἄγονον τῆς ψυχῆς, καὶ τὸ ἀναίσθητον τῶν λόγων. Ὥσπερ γὰρ τὸ ὄρος οὐκ ἂν ἐνέγκῃ καρπὸν, οὕτως οὐδὲ ἀπόνοια· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Τὸ μὲν γὰρ ὄρος οὐκ ἂν ἐνέγκῃ καρπὸν, ἡ δὲ ἀπόνοια οὐ μόνον οὐ δίδωσί τινα καρπὸν, ἀλλὰ καὶ τὸν ὄντα καταμαραίνει καὶ τὸν βλαστήσαντα ξηραίνει· ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον θάλπει τὸν ὄντα, ἀλλὰ καὶ τὸν οὐκ ὄντα τίκτειν εἴωθε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Messis quidem multa. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg179.local001/.
