Ancient Greek · ~10 min
ΤΟΥ ΑΥΤΟΥ Προειρηκότος ἑτέρου, ὁμιλία λεχθεῖσα ἐν Κωνσταντινουπόλει ἐν τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ, ὀλίγων συνελθόντων, εἰς τὸ, «Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος,» καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Ne timueritis cum dives factus fuerit homo (homiliae 1-2) 4
Not analysed yet
Ἐπεὶ οὖν οὐδὲ τοῦτο ἔχει τὸ κέρδος ἡ περιττὴ αὕτη φιλοτιμία, φεύγωμεν, ἀγαπητοὶ, φεύγωμεν τὸ νόσημα, καὶ μὴ γινώμεθα τῶν ἀλόγων θηριωδέστεροι. Ἐκείνοις πάντα κοινὰ, καὶ γῆ, καὶ πηγαὶ, καὶ νομαὶ, καὶ ὄρη, καὶ νάπαι, καὶ οὐδὲν θάτερον θατέρου πλέον ἔχει· σὺ δὲ ἄνθρωπος ὢν, τὸ ἡμερώτατον ζῶον, θηρίου γίνῃ χαλεπώτερος, μυρίων πενήτων τροφὰς, καὶ πολλάκις μυρίων μιᾷ κατακλείων οἰκίᾳ. Καίτοι γε οὐχ ἡ φύσις ἡμῖν μόνη κοινὴ, ἀλλὰ καὶ ἕτερα πολλῷ τῆς φύσεως πλείονα· οὐρανὸς κοινὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ ὁ τῶν ἀστέρων χορὸς, καὶ ἀὴρ, καὶ θάλασσα, καὶ πῦρ, καὶ ὕδωρ, καὶ γῆ, καὶ ζωὴ, καὶ τελευτὴ, καὶ αὔξησις, καὶ γῆρας, καὶ νόσος, καὶ ὑγεία, καὶ χρεία τροφῆς καὶ ἐνδυμάτων· καὶ τὰ πνευματικὰ πάλιν κοινὰ, καὶ ἡ τράπεζα αὕτη ἡ ἱερὰ, τὸ σῶμα τὸ Δεσποτικὸν, τὸ αἷμα τὸ τίμιον, τῆς βασιλείας ἡ ἐπαγγελία, τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὁ καθαρμὸς τῶν ἁμαρτημάτων, ἡ δικαιοσύνη, ὁ ἁγιασμὸς, ἡ ἀπολύτρωσις, τὰ ἀπόῤῥητα ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πῶς οὐκ ἄτοπον τοὺς ἐν τοσούτοις κοινωνοῦντας ἀλλήλοις, καὶ φύσει, καὶ χάριτι, καὶ ἐπαγγελίαις, καὶ νομοθεσίαις, τούτους ἐν τοῖς χρήμασιν οὕτως εἶναι πλεονέκτας, καὶ τὴν αὐτὴν μὴ διατηρεῖν ἰσονομίαν, ἀλλὰ τῶν ἀλόγων παρέρχεσθαι τὴν θηριωδίαν, καὶ ταῦτα μέλλοντας αὐτῶν μικρὸν ὕστερον ἀφίστασθαι, καὶ οὐκ ἀφίστασθαι μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐσχάτων, τούτων ἕνεκεν, κινδυνεύειν; Ὁ γὰρ θάνατος τῆς μὲν ἀπολαύσεως ἀπάγει, πρὸς δὲ τὰς εὐθύνας ἄγει λοιπὸν, καὶ τὰς ἀθανάτους κολάσεις. Ἵν' οὖν μὴ τοῦτο γένηται, πολλῇ χρησώμεθα τῇ ἐλεημοσύνῃ. Αὕτη γάρ ἐστιν ἡ βασίλισσα τῶν ἀρετῶν, ἢ καὶ παραστήσεται μετὰ παῤῥησίας ἐκεῖσε, καὶ ἐξαιρήσεται τῆς κολάσεως καὶ τῆς τιμωρίας, καὶ οὐδεὶς ἀντιστήσεται τῷ μετὰ ταύτης εἰς τὸν οὐρανὸν εἰσιόντι. Καὶ γὰρ κοῦφον αὐτῆς τὸ πτερὸν, καὶ πολλὴ τῆς παῤῥησίας αὐτῆς ἡ ὑπερβολὴ, καὶ πρὸς αὐτὸν ἀναβαίνει τὸν βασιλικὸν θρόνον, τοὺς αὑτῆς τροφίμους μετ' ἀδείας εἰσάγουσα. Αἱ εὐχαὶ γάρ σου, φησὶ, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Τί οὖν μὴ καὶ ἡμεῖς πρὸς τὸ ὕψος ἀναβῶμεν ἐκεῖνο, ἀπαλλαγέντες τῆς ἀκαίρου ταύτης πλεονεξίας καὶ ἀχρήστου τρυφῆς καὶ φιλοτιμίας; Τὰ περιττὰ ποιήσωμεν χρήσιμα, τὸν πολὺν ἐκεῖνον προέμενοι πλοῦτον, καὶ τῇ δεξιᾷ τοῦ δικαστοῦ τοῦτον ἐγχειρίσαντες, ὃς καὶ φυλάξαι δυνήσεται μετ' ἀκριβείας, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐντεῦθεν ἥμερος γενήσεται καὶ ἵλεως· κἂν μυρία ὦμεν πεπλημμεληκότες, μεταδώσει συγγνώμης ἡμῖν καὶ ἀπολογίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.