Ancient Greek · ~12 min
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΔΑΥΙΔ Τὸ λέγον, «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ,» καὶ περὶ φιλοξενίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Ne timueritis cum dives factus fuerit homo (homiliae 1-2) 6.1
Not analysed yet
Τί σοι ὄφελος τοῦ χρυσίου, γύναι; Ἵνα καλὴ φαίνῃ καὶ ὡραία; Ἀλλ' οὐδέν σοι τοῦτο εἰς τὸ κάλλος τῆς ψυχῆς συντελεῖ. Γενοῦ τὴν ψυχὴν εὔμορφος, καὶ ἔσῃ καὶ τὸ σῶμα ποθεινή. Σοφία ἀνθρώπου φωτιεῖ τὸ πρόσωπον αὐτοῦ. Καίτοι ἡ σοφία τῆς ψυχῆς αὐτοῦ. Οὐδὲν ποιεῖ πόθον καὶ ἔρωτα, ὡς ἀγάπη. Ἐὰν γὰρ φιλῇ σε ὁ ἀνήρ σου, κἂν ἄμορφος ᾖς, ποθεινὴ αὐτῷ φαίνῃ· ἐὰν δὲ μισήσῃ σε, κἂν εὔμορφος ᾖς, οὐ θέλει σε ὁρᾷν. Τὸ γὰρ μῖσος τῆς ψυχῆς οὐκ ἀφίησι τὴν εὐμορφίαν τῆς ὄψεως φαίνεσθαι. Ὅταν γὰρ μέλλῃς αὐτὸν ἀπαιτεῖν κόσμια καὶ χρυσὸν, τότε μέλλει σε καὶ αὐτὸς μισεῖν καὶ φεύγειν, ὡς τὸν ἀπαιτητὴν ἐν ἀγορᾷ φανέντα. Ἀλλ' ἐκεῖνον μὲν δύναται φυγεῖν, σὲ δὲ οὐ δύναται, ἔνδον οὖσαν διηνεκῶς καὶ ἀπαιτοῦσαν λειτουργίας λόγον οὐκ ἐχούσας. Ταῦτα μὴ μόνον ἀκουέτω ἡ ἀκοή σου, ὦ γύναι, ἀλλὰ καὶ μεταβαλλέσθω σου ἡ διάνοια. Φάρμακά ἐστι δάκνοντα τὰ ῥήματα τὰ ἐμὰ, δάκνοντα πρὸς καιρὸν, καὶ εὐφραίνοντα διηνεκῶς. Ἰατρός εἰμι, σκαλεύω τὰ τραύματα, ἵνα μὴ παλαιότερα γενόμενα χείρονα τὴν νομὴν ἐργάσηται. Ἐγὼ μὲν γὰρ ἰατρεύω, τὴν διὰ λόγου ὑγίειαν χαριζόμενος· οἱ δὲ τοῦ παρόντος βίου τὸ ἐπίκαιρον καὶ σφαλερὸν καὶ εὐκαταφρόνητον ἐπιδείκνυνται. Ἀλλ' ὅπερ ἔλεγον περὶ τοῦ Ἀβραὰμ (οὐ γὰρ ἐπιλήσομαι τῆς ὑποσχέσεως), Σπεῦσον, καὶ φύρασον, ταῦτα ἑκάστη γυνὴ ἐγγραφέτω τῇ διανοίᾳ, ταῦτα ἕκαστος ἀνὴρ ἐχέτω ἐν τῷ συνειδότι. Τί μοι φέρεις σηρικὰ ἱμάτια, καὶ ἵππους χρυσοχαλίνους, καὶ ἡμιόνους καλλωπιζομένας; Ἡμίονος κάτω καλλωπίζεται, ὁ χρυσὸς ἐν στέγῃ κατέχεται· τὰ χρήματα ἡμίονοι ἄλογοι περιφέρουσι, χρυσοῦς ἔχουσαι χαλινούς· ἡμίονοι ἄλογοι καλλωπίζονται, ὁ δὲ πένης ἐν λιμῷ τηκόμενος τῇ θύρᾳ σου προσεδρεύει, καὶ ὁ Χριστὸς λιμῷ τήκεται. Ὢ τῆς ἐσχάτης ἀνοίας. Ποία ἀπολογία; ποία συγγνώμη, ὅταν ὁ Χριστὸς ἕστηκε πρὸ τῶν θυρῶν σου ἐν σχήματι πτωχοῦ, σὺ δὲ μηδὲ ὅλως εἶ ἐπικαμπτόμενος; Τίς σε ἐξαιρήσεται τῆς ἐκεῖθεν τιμωρίας; Δέδωκα, φησὶν, ἔλεον. Ἀλλὰ μὴ δῷς μόνον ὅσον θέλει ἐκεῖνος, ἀλλ' ὅσον δύνασαι. Τί τότε ἐρεῖς, εἰπέ μοι, ὅταν αἱ κολάσεις αἱ ἀφόρητοι, ὅταν αἱ τιμωρίαι ἐκεῖναι, καὶ αἱ ἀπειλαὶ, καὶ αἱ φοβεραὶ δυνάμεις, ὅταν ὁ ποταμὸς τοῦ πυρὸς καχλάζῃ, ὅταν τὸ βῆμα τὸ φοβερὸν, ὅταν τὸ κριτήριον τὸ ἀδέκαστον, ὅταν ἡ φύσις ἡ ἄναρχος, ὅταν ἐρημία τῶν ἀνθρωπίνων πραγμάτων, ὅταν μήτε πατὴρ, μήτε μήτηρ, μήτε γείτων, μήτε βασιλεὺς, μήτε παροδίτης, μήτε ξένος δύναταί σε ὠφελῆσαι, ἀλλὰ στήκει μόνος ὁ ἄνθρωπος μετὰ τῶν ἔργων αὐτοῦ, κατακρινόμενος ὑπὲρ ἐκείνων, ἢ καὶ στεφανούμενος ὑπὲρ αὐτῶν; Τί τότε ἐρεῖς; Τότε ἀναμνησθήσῃ μου τῶν λόγων. Ἀλλὰ τί σοι τὸ ὄφελος; Οὐδέν· ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος ἀνεμνήσθη καὶ ἐζήτει καιρὸν μετανοίας, ἀλλ' οὐδὲν ἦν αὐτῷ κέρδος. Πλὴν ἔλεγε, Πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατι, καὶ καταψύξῃ μου τὴν γλῶσσαν, ὅτι πάνυ ὀδυνῶμαι. Ἀλλ' οὐκ ἔπεμψε Λάζαρον, οὐχ ὅτι ζημίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδείσου πηγὴν, ἀλλ' ὅτι ἡ τῆς ἐλεημοσύνης σταγὼν ἀμίκτως ἔχει πρὸς τὴν ἀπήνειαν. Ἐπειδὴ γὰρ ἐν τῷ καιρῷ τοῦ σταδίου κατεφρονήθη, ἐν τῷ καιρῷ τοῦ στεφάνου οὐδεμιᾶς παραμυθίας αὐτὸν ἠξίωσε.