Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Pater meus usque modo operatur 1.1
Not analysed yet
Σφόδρα καθηψάμην ὑμῶν πρῴην περὶ θεάτρων καὶ ἱπποδρομίας διαλεχθείς· διὰ τοῦτο χαίρω καὶ εὐφραίνομαι κατὰ τὴν ἀποστολικὴν φωνὴν τὴν λέγουσαν· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Πολὺν γὰρ ὁρῶ καρπὸν ἀπὸ τῆς λύπης βλαστάνοντα ταύτης. Ἐπεὶ καὶ τὰ φάρμακα τὰ διορθοῦντα τὰ ἕλκη πρότερον δάκνει τὰ τραύματα, καὶ τότε ἀπαλλάττει τῆς σηπεδόνος· οὕτω καὶ [ὁ] λόγος καθικνούμενος ἀκροατοῦ, ἀρχὴν ποιεῖται διορθώσεως. Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων ἡ μὲν ἅπαξ νεκρωθεῖσα σὰρξ οὐ τομῆς, οὐ φαρμάκων, οὐ καυτῆρος αἰσθάνεται· διόπερ οὐδ' ἂν μυρία γένηται, πρὸς ὑγίειαν ἐπανελθεῖν δύναται, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς θεραπείας ἀπολέσασα· ἡ δὲ αἰσθανομένη καὶ σιδηρίου καὶ πυρὸς καὶ φαρμάκων, ταχέως ἂν πρὸς τὸ ὑγιαίνειν ἐπανέλθοι· οὕτω δὴ καὶ ἐπὶ τῶν ψυχῶν, αἱ μὲν ἀναλγήτως διακείμεναι οὐκ ἂν ῥᾳδίως μεταβληθεῖεν, αἱ δὲ εἰδυῖαι καὶ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν καὶ ἀλγεῖν καὶ ὀδυνᾶσθαι ἐν ταῖς ἐπιτιμήσεσι, μεγίστην ἡμῖν παρέχουσιν ἀπόδειξιν τοῦ ταχέως ἀποστήσεσθαι τῆς κακίας. Διὸ δὴ καὶ ὁ μακάριος Παῦλος, ταῦτα εἰδὼς, τοὺς μὲν λυπηθέντας σφόδρα ἀπεδέχετο, καὶ ἔχαιρεν ἐπὶ αὐτοῖς, τῶν δὲ οὐχ οὕτω διακειμένων ἀπεγίνωσκε λέγων· Οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας ἁπάσης ἐν πλεονεξίᾳ. Ὁ γὰρ οὐκ εἰδὼς ἀλγεῖν πῶς ἂν διορθωθείη ποτὲ, πλὴν εἰ μὴ πρότερον τοῦτο αὐτὸ μάθοι; Ἐπεὶ οὖν τοῦτο ὑμῖν κατώρθωται, σφόδρα θαῤῥοῦμεν ὑπὲρ τῆς ὑμετέρας ἀγάπης· εἰ γὰρ μία διάλεξις οὕτως ἔδακε, καὶ εἰς τοσαύτην ἀγωνίαν κατέστησεν, ὡς καὶ ἀθυμεῖν καὶ θορυβεῖσθαι καὶ ταράττεσθαι, εὔδηλον ὅτι δευτέρα καὶ τρίτη προσγενομένη, πάσης ἀπαλλάξει τῆς ἀῤῥωστίας. Καὶ ἵνα μάθητε ὅτι οὐ κολακεύων ὑμᾶς λέγω ταῦτα, δι' ὧν τῇ προτεραίᾳ ἐπεδείξασθε, διὰ τούτων ἐμαρτυρήσατε τοῖς παρ' ἡμῶν εἰρημένοις ἀλήθειαν. Καὶ γὰρ οἱ οὕτω δηχθέντες, οἱ οὕτως ὀδυνηθέντες, οἱ οὕτως ἀλγήσαντες καὶ ἀθυμήσαντες, ἐπιούσης τῆς κυριακῆς τῆς μετ' ἐκείνην λαμπρότερον ἡμῖν τὸ θέατρον ἐποιήσατε, καὶ πλείονα τὸν σύλλογον καὶ μείζονα τὴν προθυμίαν, καὶ πάντες ἦτε μετέωροι, καθάπερ νεοττοὶ χελιδόνων τῆς καλιᾶς ἐκκρεμάμενοι, καὶ πρὸς ἡμετέραν κεχηνότες γλῶτταν. Εἶτα ἐπειδὴ ἀδελφὸν ἡμέτερον ἀπὸ Γαλατίας ἀφικόμενον, καὶ δι' αὐτὸν τῆς ἐκκλησίας τὸν νόμον τὸν τοὺς ξένους οὕτως ὑποδέχεσθαι κελεύοντα, καὶ διὰ τὴν λαμπρὰν πολιὰν τιμῶντες, παρεχωρήσαμεν αὐτῷ τοῦ λόγου, καταβοῶντες ἀνεχωρεῖτε, δεινοπαθοῦντες, ὡς μακρὸν χρόνον λιμὸν ὑπομείναντες, καὶ τὴν ἡμετέραν ποθοῦντες γλῶτταν τὴν τεμοῦσαν, τὴν ἐπιτιμήσασαν, τὴν καθικομένην, τὴν ὀδυνήσασαν· ταὐτὸν ποιοῦντες, οἷον ἂν εἰ παιδίον τυπτόμενον, ἐπιτιμώμενον, μηδὲ οὕτως ἀποσταίη τῆς μητρὸς, ἀλλὰ κλαυθμυριζόμενον ἕποιτο, τῶν ἱματίων τῆς μητρὸς ἐκ πλαγίων ἐχόμενον, καὶ ἐπισυρόμενον αὐτῇ μετὰ τῶν ὀδυρμῶν. Διὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, καὶ μακάριον ἐμαυτὸν εἶναί φημι ἐν τοσούτοις ἐρασταῖς ἀγωνιζόμενος, οὕτως ἐκκρεμαμένους ὑμᾶς ἔχων τῆς ἡμετέρας γλώττης. Τοῦτο ἐμοὶ τῆς ἀκτῖνος ταύτης γλυκύτερον, τοῦτο φωτὸς ἥδιον, τοῦτο ζωὴ, τὸ οὕτως εὐγνωμόνων ἐπιτυγχάνειν ἀκροατῶν, οὐχ ἁπλῶς κροτῆσαι, ἀλλὰ διορθωθῆναι βουλομένων, ἐπιτιμωμένων, καὶ μὴ ἀποσκιρτώντων, ἀλλὰ πρὸς τὸν ἐπιτιμῶντα καταφευγόντων. Διὰ δὴ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας τῆς πρὸς ὑμᾶς ἅπτομαι διαλέξεως, καὶ τὰ λείψανα τῶν πρῴην ὑμῖν εἰρημένων ἀποδοῦναι βούλομαι σήμερον, τὴν ἐπιτίμησιν νῦν ἀφεὶς, ἵνα μὴ πάλιν τοῖς ῥᾳθύμοις ἐγκαλοῦντες, τοὺς σπουδαίους ζημιώσωμεν, ὁλόκληρον τὴν διάλεξιν εἰς τὸν ἐκείνων ἀναλίσκοντες ἔλεγχον. Εἰ γὰρ καὶ μηδὲν παρ' ἡμῶν εἴρητο, ἱκανὸν τὸ χθὲς γενόμενον καὶ τοὺς σφόδρα μεμηνότας καὶ λυσσῶντας περὶ τὴν ἱπποδρομίαν ἀποστῆσαι τῆς ἀκαίρου ταύτης ἐπιθυμίας. Καὶ γὰρ τραγῳδίας τὴν πόλιν ἡμῖν ἐνέπλησεν ὁ φόνος ὁ χθὲς ἐν τῇ ἱπποδρομίᾳ συμβὰς, χοροὺς γυναικῶν περιέστησε, κωκυτῶν πολλῶν τὴν ἀγορὰν ἐπλήρωσε, τοῦ διὰ τῶν ἁρμάτων ἀποτμηθέντος οὕτως ἐλεεινῶς διὰ μέσου φερομένου τοῦ δήμου. Οὗτος γὰρ, ὡς ἔγνων, τῇ ἐπιούσῃ μέλλων γαμηλίους λαμπάδας ἀνάπτειν, τῶν παστάδων ὑφανθεισῶν καὶ τῶν πρὸς τὸν γάμον ηὐτρεπισμένων ἁπάντων, ὑπὸ τὴν τάξιν τὴν τοῦ ἐπάρχου τελῶν ἐν τῷ σταδίῳ κάτω διατρέχων, ἐπελθόντων τῶν ἡνιόχων καὶ πρὸς ἀλλήλους φιλονεικούντων, μέσος ἀποληφθεὶς, τὸν βίαιον τοῦτον καὶ ἐλεεινὸν ὑπέμεινε θάνατον, τὴν κεφαλὴν μετὰ τῶν ἄκρων ἀποτμηθείς.