Ancient Greek · ~17 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Pater meus usque modo operatur 3.1
Not analysed yet
Πάλιν ἀλλαχοῦ τὸ ἐπὶ τῶν ἄρτων θαῦμα ποιήσαντι ἀπάρας σὺν αὐτοῖς, διέβαινεν εἰς τὸ πέραν, καὶ ἔλεγε τοῖς μαθηταῖς· Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Οἱ δὲ ζύμην ἀκούσαντες, περὶ ἄρτων ὑπώπτευον· αὐτὸς δὲ οὐ περὶ ἄρτων ἔλεγεν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων. Ἐπεὶ γὰρ ἄλλως μὲν αὐτὸς εἶπεν, ἄλλως δὲ ὑπώπτευσαν ἐκεῖνοι, ὅρα πῶς διορθοῦται αὐτὸ, λέγων· Οὕτως ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ μέμνησθε τοὺς πέντε ἄρτους καὶ πόσους κοφίνους ἐλάβετε, καὶ τοὺς ἑπτὰ ἄρτους καὶ πόσας σπυρίδας ἐλάβετε; πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων, ὥστε προσέχειν; Ὁρᾷς πῶς καὶ ἐπὶ τοῦ ναοῦ ὁ εὐαγγελιστὴς καὶ ἐνταῦθα αὐτὸς τῶν πεπλανημένων διορθοῦται τὴν ὑπόνοιαν; Οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, εἰ αὐτὸς μὲν οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, οἱ δὲ Ἰουδαῖοι τοῦτο ὑπώπτευον ἀπὸ τῶν εἰρημένων, διώρθωσεν ἂν τὴν ὑπόνοιαν ταύτην ὁ εὐαγγελιστὴς, καὶ εἶπεν ὅτι Ἰουδαῖοι μὲν ἴσον ἑαυτὸν ἐνόμιζον αὐτὸν ποιεῖν τῷ Θεῷ, αὐτὸς δὲ οὐκ ἐποίει τοῦτο οὐδὲ κατεσκεύαζεν. Ἵνα δὲ ἀπ' αὐτῶν τῶν ῥημάτων μάθῃς, ὅτι τοῦτο μάλιστα ἐβούλετο πηγνύναι ἐν ταῖς τῶν ἀνθρώπων διανοίαις, ἀνωτέρω τὸν λόγον ἀγάγωμεν καὶ μάθωμεν τί ποτε ἐγκαλούμενος ταῦτα ἀπελογεῖτο. Τί ποτ' οὖν ἦν ὅπερ ἐνεκαλεῖτο; Ὅτι ἐν σαββάτῳ ἔργα ἐποίει· Διὰ τοῦτο, φησὶν, ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Ποῖα δὴ ταῦτα; Ὅτι τὸν παραλυτικὸν ἔσφιγξε, καὶ ἐκέλευσε αὐτῷ τὴν κλίνην λαβεῖν καὶ ἀπελθεῖν εἰς τὸν οἶκον. Διὸ καὶ ἐρωτῶντες αὐτὸν ἔλεγον, τίς εἴη ὁ ἐπιτάξας αὐτῷ ταῦτα ποιεῖν ἐν σαββάτῳ· ὁ δὲ ἔφη, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· Ἆρον τὴν κλίνην σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Πρὸς ταῦτα δυσχεραίνοντες, ἐδίωκον αὐτὸν, ὅτι ταῦτα ἐπέταξεν ἐν σαββάτῳ, ὅπερ ἐδόκει νόμου παράβασις καὶ λύσις. Τί οὖν ἀπολογούμενος ὁ Χριστὸς λέγει; Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καίτοι γε πολλὰ ἕτερα ἐνῆν εἰπεῖν, εἴ γε ἀπολογήσασθαι ἐβούλετο μόνον, ἀλλὰ μὴ δεῖξαι τὴν ἰσότητα. Πολλάκις γὰρ ἐλύθη τὸ σάββατον, καὶ πρῶτον μὲν ἐπὶ τῆς πόλεως τῆς Ἱεριχουντίων. Ὅτε γὰρ προσέβαλον τοῖς τείχεσιν, ἑπτὰ ἡμέρας ἐκελεύοντο σάλπιγγας μεταχειριζόμενοι περιιέναι τὰ τείχη, καὶ οὕτως κατηνέχθη ἡ πόλις. Ὅτι δὲ ἐν ταῖς ἑπτὰ ἡμέραις, ὅθεν ἂν ποιησώμεθα τὴν ἀρχὴν, ἀνάγκη τὸ σάββατον ἐμπεσεῖν, παντί που δῆλον. Ὅθεν δῆλον, ὅτι ἐλύθη τὸ σάββατον. Πάλιν περιτέμνεσθαι ἐκέλευεν ἄνθρωπον τῇ ὀγδόῃ ἡμέρᾳ· ἀνάγκη καὶ ἐνταῦθα πάλιν τὸ σάββατον λύεσθαι· τὸν γὰρ ἐν σαββάτῳ τεχθέντα ἀνάγκη τῷ ἑτέρῳ σαββάτῳ περιτμηθῆναι. Οἱ δὲ ἱερεῖς καὶ μετὰ πλείονος τῆς περιουσίας αὐτὸ ἔλυον, καὶ πάλιν θυσίαν ἐν σαββάτῳ κελευόμενοι ἀναφέρειν· ὅπου δὲ θυσία, καὶ ἐκδέρειν καὶ καίειν, καὶ ἐπιτιθέναι θυσιαστηρίῳ, καὶ ὑδροφορεῖν, καὶ ξύλα διακλᾷν, καὶ τέφραν ἐκφέρειν, καὶ ἕτερα πλείονα ποιεῖν ἀνάγκη ἦν, καὶ διὰ τοῦτο τὸ σάββατον λύεσθαι. Μετὰ τούτων καὶ ἡ κτίσις αὐτὴ τὸ σάββατον ἔλυε· καὶ γὰρ ἥλιος ἐργάζεται ἐν σαββάτῳ, καὶ σελήνη τρέχει, καὶ ὁ ποικίλος τῶν ἄστρων φαίνει χορὸς, καὶ ἄνεμοι πνέουσι, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ θάλαττα κινεῖται, καὶ σπέρματα ἀναδίδοται καὶ φυτὰ, καὶ ἡ γῆ τίκτει καὶ τὰ ἄλογα ἅπαντα, ἔτι δὲ καὶ τὸ τῶν ἀνθρώπων γένος. Οὐδέποτε γὰρ, γυναικὸς κυούσης ἐν σαββάτῳ, ἡ φύσις ἀνέμεινε τὸν νόμον, καὶ ἐξεδέξατο παρελθεῖν τὸ σάββατον, καὶ τότε λυθῆναι τὰς ὠδῖνας, ἀλλὰ εἰργάζετο τὸ ἑαυτῆς ἔργον καὶ σαββάτου ὄντος. Καὶ αἱ ἄνω δὲ δυνάμεις ὑπηρετοῦνται ἐν σαββάτῳ, καὶ οὐ διαλιμπάνουσι τὴν διακονίαν τὴν ἑαυτῶν πληροῦσαι. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τοσαύτας ἔχων ἀπολογίας ἀφορμὰς, οὐδεμίᾳ τούτων κέχρηται, οὐδὲ λέγει, Τί μοι ἐγκαλεῖτε, ὅτι λύω τὸ σάββατον; καὶ γὰρ οἱ ἱερεῖς ἐν Ἱεριχοῦντι ἔλυσαν, καὶ οἱ ἐν τῷ ἱερῷ λύουσι· τί μοι ἐγκαλεῖτε, ὅτι λύω σάββατον; καὶ γὰρ ἥλιος λύει καὶ σελήνη καὶ ἀστέρες καὶ πᾶσα ἡ κτίσις, καὶ ἡ ἄνω καὶ ἡ κάτω· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, ἐπὶ τὸν Πατέρα ἦλθεν, λέγων· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι. Οὐ γὰρ δὴ ἀπολογήσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἰσοτιμίαν δεῖξαι. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐργάζομαι, καὶ γὰρ ἡ κτίσις ἐργάζεται· οὐ γὰρ ἦν τῆς κτίσεως· ἀλλ', Ἐργάζομαι, καὶ γὰρ ὁ Πατὴρ ἐργάζεται. Τῆς γὰρ οὐσίας ἐκείνης ἦν καὶ τῆς ἐξουσίας.