Ancient Greek · ~22 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Pater, si possibile est, transeat 1.1
Not analysed yet
Βαθεῖαν τομὴν τοῖς ἁρπάζουσι καὶ πλεονεκτεῖν βουλομένοις πρώην ἐδώκαμεν· οὐχ ἵνα πλήξωμεν, ἀλλ' ἵνα διορθωσώμεθα· οὐ τοὺς ἀνθρώπους μισοῦντες, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενοι. Ἐπεὶ καὶ ἰατρὸς τέμνει τὸ ἕλκος, οὐ τῷ νοσοῦντι σώματι πολεμῶν, ἀλλὰ τῇ νόσῳ καὶ τῷ τραύματι μαχόμενος. Φέρε δὴ, σήμερον μικρὸν ἐνδῶμεν αὐτοῖς, ὥστε αὐτοὺς ἀπὸ τῆς ὀδύνης ἀναπνεῦσαι, καὶ μὴ συνεχῶς πληττομένους ἀποσκιρτῆσαι τῆς θεραπείας. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· μετὰ τὰς τομὰς ἐμπλάστρους ἐπιτιθέασι καὶ φάρμακα, καὶ διαλιμπάνουσιν ἡμέρας, τὰ παραμυθούμενα τὴν ὀδύνην ἐπινοοῦντες. Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι σήμερον ἐπινοοῦντες, ὥστε καρπώσασθαι τὴν ἀπὸ τῆς ἡμετέρας διαλέξεως ὠφέλειαν, καὶ τὸν περὶ δογμάτων κινήσωμεν λόγον, εἰς τὰ ἀνεγνωσμένα τὸν λόγον ἀφιέντες. Καὶ γὰρ οἶμαι πολλοὺς διαπορεῖν, τίνος ἕνεκεν ταῦτα εἴρηται παρὰ τοῦ Χριστοῦ· εἰκὸς δὲ καὶ αἱρετικοὺς παρόντας ἐπιπηδῆσαι τοῖς εἰρημένοις, καὶ πολλοὺς τῶν ἀφελεστέρων ἀδελφῶν ἐντεῦθεν ὑποσκελίζειν. Ἵν' οὖν καὶ τὴν ἐκείνων ἔφοδον ἀποτειχίσωμεν, καὶ τοὺς διαποροῦντας θορύβου καὶ ταραχῆς ἀπαλλάξωμεν, μεταχειρίσαντες τὸ εἰρημένον, ἐνδιατρίψωμεν τῇ λέξει, καὶ πρὸς τὸ βάθος καταβῶμεν τῶν νοημάτων. Οὐδὲ γὰρ ἀρκεῖ ἡ ἀνάγνωσις, ἐὰν μὴ προσῇ καὶ ἡ γνῶσις. Ἐπεὶ καὶ ὁ εὐνοῦχος Κανδάκης ἀνεγίνωσκεν, ἀλλ' ἕως ὅτε παρεγένετο ὁ διδάσκων αὐτὸν τί ποτε ἦν ὃ ἀνεγίνωσκεν, οὐδὲν ἐκαρποῦτο μέγα. Ἵν' οὖν μὴ καὶ ὑμεῖς τὸ αὐτὸ πάθητε, προσέχετε τοῖς λεγομένοις, συντείνατε τὴν διάνοιαν, σχολάζουσάν μοι τὴν ψυχὴν παράσχετε, ὀξυδερκὲς ἔστω τὸ ὄμμα, συντεταμένη ἡ γνώμη· ἀπηλλαγμένη φροντίδων βιωτικῶν ἡ ψυχὴ, ἵνα μὴ καταβάλωμεν εἰς τὰς ἀκάνθας, μηδὲ εἰς τὰς πέτρας, μηδὲ παρὰ τὴν ὁδὸν τὰ λεγόμενα· ἀλλὰ βαθύγειον καὶ λιπαρὰν γεωργοῦντες ἄρουραν, κομῶντα τὸν ἄσταχυν ἀμήσωμεν. Ἐὰν γὰρ οὕτω προσέχητε τοῖς λεγομένοις, καὶ ἡμῖν κουφότερον τὸν πόνον ἐργάσεσθε, καὶ ὑμῖν εὐκολωτέραν τὴν εὕρεσιν κατασκευάσετε. Τί οὖν ἐστι τὸ ἀνεγνωσμένον; Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ. Τί ποτέ ἐστιν ὅ φησι; Δεῖ γὰρ τὸ εἰρημένον σαφέστερον ἑρμηνεύσαντας, οὕτως ἐπαγαγεῖν τὴν λύσιν. Τί οὖν ἐστιν ὅ φησι; Πάτερ, εἰ δυνατὸν, παράγαγε τὸν σταυρόν. Τί λέγεις; ἀγνοεῖ εἴτε δυνατὸν, εἴτε ἀδύνατον, τοῦτο; Καὶ τίς ἂν τοῦτο εἴποι; Καίτοι τὰ ῥήματα ἀγνοοῦντός ἐστιν· ἡ γὰρ τοῦ, Εἰ, προσθήκη, ἀμφιβάλλοντός ἐστιν, ἀλλ', ὅπερ ἔφην, οὐ δεῖ τοῖς ῥήμασι προσέχειν, ἀλλὰ πρὸς τὰ νοήματα τρέπεσθαι, καὶ τὸν σκοπὸν τοῦ λέγοντος εἰδέναι, καὶ τὴν αἰτίαν, καὶ τὸν καιρὸν, καὶ πάντα συναγαγόντα, οὕτω θηρᾷν τὴν ἐναποκειμένην διάνοιαν. Ἡ οὖν σοφία ἡ ἀπόῤῥητος, ὁ τὸν Πατέρα οὕτως εἰδὼς, ὡς ὁ Πατὴρ οἶδε τὸν Υἱὸν, πῶς ἂν τοῦτο ἠγνόησεν; Οὐδὲ γὰρ μείζων αὕτη ἡ γνῶσις ἡ περὶ τοῦ πάθους τῆς γνώσεως τῆς περὶ τῆς οὐσίας, ἣν ἀκριβῶς μόνος οἶδεν αὐτός. Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Καὶ τί λέγω περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ; Οὐδὲ γὰρ οἱ προφῆται φαίνονται τοῦτο ἠγνοηκότες, ἀλλὰ καὶ εἰδότες σαφῶς καὶ προαναφωνοῦντες μετὰ πολλῆς τῆς πληροφορίας, ὅτι δεῖ τοῦτο γενέσθαι, καὶ ὅτι πάντως ἔσται. Ἄκουε γοῦν πῶς διαφόρως ἅπαντες τὸν σταυρὸν ἀπαγγέλλουσι. Πρῶτος ὁ πατριάρχης Ἰακώβ· πρὸς γὰρ αὐτὸν ἀποτείνων τὸν λόγον φησίν· Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· βλαστὸν τὴν Παρθένον, καὶ τὸ ἄχραντον τῆς Μαρίας ἐμφαίνων. Εἶτα τὸν σταυρὸν δηλῶν ἔλεγεν· Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος λέοντος, τίς ἐγερεῖ αὐτόν; Τὸν γὰρ θάνατον αὐτοῦ κοίμησιν ἐκάλεσε καὶ ὕπνον, καὶ τῷ θανάτῳ συνῆψε τὴν ἀνάστασιν, λέγων· Τίς ἐγερεῖ αὐτόν; Ἄλλος μὲν οὐδεὶς, αὐτὸς δὲ ἑαυτόν. Δι' ὃ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ πάλιν· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων; Ὥσπερ γὰρ ὁ λέων οὐκ ἐγρηγορὼς μόνον, ἀλλὰ καὶ καθεύδων ἐστὶ φοβερός· οὕτω καὶ ὁ Χριστὸς οὐ πρὸ τοῦ σταυροῦ μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ σταυρῷ, καὶ ἐν αὐτῇ τῇ τελευτῇ φοβερὸς ἦν, καὶ τὰ μεγάλα τότε εἰργάζετο θαύματα, ἥλιον ἀποστρέφων, πέτρας τέμνων, τὴν γῆν κλονῶν, τὸ καταπέτασμα σχίζων, τὴν γυναῖκα τοῦ Πιλάτου δεδιττόμενος, τὸν Ἰούδαν ἐλέγχων. Τότε γὰρ ἔλεγεν· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Καὶ ἡ γυνὴ τοῦ Πιλάτου ἐδήλου· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον κατ' ὄναρ δι' αὐτόν. Τότε τὸ σκότος τὴν οἰκουμένην κατελάμβανε, καὶ νὺξ ἐν ἡμέρᾳ μέσῃ ἐφαίνετο· τότε ὁ θάνατος ἐτήκετο, καὶ ἡ τυραννὶς αὐτοῦ κατελύετο· πολλὰ γοῦν σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη. Ταῦτα ἄνωθεν προλέγων ὁ πατριάρχης, καὶ δεικνὺς ὅτι καὶ σταυρούμενος ἔσται φοβερὸς, Ἀναπεσὼν, φησὶν, ἐκοιμήθης ὡς λέων· καὶ οὐκ εἶπε, Κοιμηθήσῃ, ἀλλ' Ἐκοιμήθης, διὰ τὸ πάντως ἐσόμενον. Ἔθος γὰρ τοῖς προφήταις πολλαχοῦ τὰ μέλλοντα ὡς προγεγενημένα προλέγειν. Ὥσπερ γὰρ οὐκ ἔνι τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως οὐδὲ τοῦτο, καίτοι μέλλον ὂν, μὴ γενέσθαι. Διά τοι τοῦτο τῷ σχήματι τοῦ παρῳχηκότος χρόνου τὰ μέλλοντα προαναφωνοῦσι, τὸ ἀδιάπτωτον αὐτῶν καὶ πάντως ἐσόμενον διὰ τούτων ἐνδεικνύμενοι. Οὕτω καὶ ὁ Δαυῒδ τὸν σταυρὸν δηλῶν ἔλεγεν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. Οὐκ εἶπεν, Ὀρύξουσιν, ἀλλ', Ὤρυξαν. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Καὶ οὐ τοῦτο λέγει μόνον, ἀλλὰ καὶ τὰ παρὰ τῶν στρατιωτῶν γεγονότα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ χολὴν αὐτὸν ἐψώμισαν, καὶ ὄξος ἐπότισαν. Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἕτερος δὲ πάλιν ὅτι λόγχῃ αὐτὸν ἔπαισάν φησιν· Ὄψονται, γὰρ εἰς ὃν ἐξεκέντησαν. Ὁ δὲ Ἡσαΐας ἑτέρως πάλιν τὸν σταυρὸν προαναφωνῶν ἔλεγεν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.