# In illud: Pater, si possibile est, transeat 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Pater, si possibile est, transeat, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-pater-si-possibile-est-transeat/2.1

Σὺ δέ μοι παρατήρει πῶς ἕκαστος τούτων, ὡς περὶ παρῳχηκότων διαλέγεται, τὸ πάντως ἐσόμενον καὶ ἀναντιῤῥήτως ἐκβησόμενον διὰ τοῦ χρόνου τούτου δηλῶν. Οὕτω καὶ ὁ Δαυῒδ τὸ δικαστήριον τοῦτο ὑπογράφων ἔλεγεν· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οὐ τὸ δικαστήριον δὲ λέγει μόνον, καὶ τὸν σταυρὸν, καὶ τὰ ἐν τῷ σταυρῷ, ἀλλὰ καὶ τὸν προδεδωκότα, ὅτι ὁμοδίαιτος καὶ ὁμοτράπεζος ἦν· Ὁ γὰρ ἐσθίων, φησὶν, ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Καὶ τὴν φωνὴν δὲ οὕτω προλέγει, ἢν ἔμελλεν ἀφιέναι ἐν τῷ σταυρῷ, λέγων· Ὁ Θεὸς, ὁ Θεός μου, ἵνα τί ἐγκατέλιπές με; Καὶ τὸν τάφον πάλιν· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου. Καὶ τὴν ἀνάστασιν· Οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ τὴν ἀνάληψιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Καὶ τὴν ἐκ δεξιῶν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὁ δὲ Ἡσαΐας καὶ τὴν αἰτίαν φησὶ λέγων, ὅτι Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον· καὶ, ὅτι Ἐπειδὴ πάντες ὡς πρόβατα ἐπλανήθησαν, διὰ τοῦτο σφαγιάζεται. Εἶτα καὶ τὸ κατόρθωμα ἐπάγει λέγων· Τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν, καὶ ὅτι Ἁμαρτίας πολλῶν ἀνήνεγκεν. Εἶτα οἱ μὲν προφῆται καὶ τὸν σταυρὸν ᾔδεισαν, καὶ τοῦ σταυροῦ τὴν αἰτίαν, καὶ τὰ ἐκ τοῦ σταυροῦ κατορθούμενα, καὶ τὸν τάφον, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάβασιν, καὶ τὴν προδοσίαν, καὶ τὸ δικαστήριον, καὶ πάντα μετὰ ἀκριβείας διέγραψαν· ὁ δὲ ἀποστείλας αὐτοὺς, καὶ ταῦτα κελεύσας εἰπεῖν, αὐτὸς ἀγνοεῖ; Καὶ τίς ἂν ταῦτα νοῦν ἔχων εἴποι; Ὁρᾷς ὅτι οὐ δεῖ τοῖς ῥήμασιν ἁπλῶς προσέχειν; οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄπορον, ἀλλὰ καὶ τὸ ἑξῆς ἀπορώτερον. Τί γάρ φησι· Πάτερ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο; Οὐ γὰρ δὴ ἀγνοῶν μόνον εὑρεθήσεται, ἀλλὰ καὶ παραιτούμενος τὸν σταυρόν· ὃ γὰρ λέγει τοῦτό ἐστιν· Εἰ ἐγχωρεῖ, φησὶ, μὴ ἐμπέσοιμι εἰς τὸ σταυρωθῆναι, μηδὲ ἀναιρεθῆναι. Καίτοι τῷ Πέτρῳ τῷ κορυφαίῳ τῶν ἀποστόλων τοῦτο αὐτῷ εἰπόντι, ὅτι Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, οὕτω σφόδρα ἐπετίμησεν, ὡς εἰπεῖν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· καίτοι γε πρὸ μικροῦ μακαρίσας αὐτόν. Ἀλλ' οὕτως αὐτῷ ἄτοπον ἐδόκει εἶναι τὸ μὴ σταυρωθῆναι, ὡς ἐκεῖνον τὸν παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενον, τὸν μακαρισθέντα, τὸν λαβόντα τὰς κλεῖς τῶν οὐρανῶν, Σατανᾶν καλέσαι καὶ σκάνδαλον, καὶ αἰτιᾶσθαι, ὡς μὴ φρονοῦντα τὰ τοῦ Θεοῦ, ἐπειδὴ εἶπεν αὐτῷ, Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, τὸ σταυρωθῆναι. Ὁ τοίνυν τὸν μαθητὴν οὕτως ὑβρίσας, καὶ τοσαύτῃ κατ' αὐτοῦ χρησάμενος τῇ καταφορᾷ, ὡς καὶ Σατανᾶν αὐτὸν καλέσαι μετὰ τοσαῦτα ἐγκώμια, ἐπειδὴ ἔλεγε, Μὴ σταυρωθῇς, πῶς αὐτὸς ἐβούλετο μὴ σταυρωθῆναι; πῶς δὲ μετὰ ταῦτα τοῦ καλοῦ ποιμένος ὑπογράφων τὴν εἰκόνα, τοῦτο ἔφησε μάλιστα δεῖγμα εἶναι τῆς ἀρετῆς αὐτοῦ, τὸ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, οὕτω λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων; Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν· Ὁ δὲ μισθωτὸς, καὶ οὐκ ὢν ποιμὴν, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει. Εἰ τοίνυν τοῦ καλοῦ μὲν ποιμένος τὸ σφάττεσθαι, τοῦ δὲ μισθωτοῦ τὸ μὴ βούλεσθαι τοῦτο ὑπομένειν, πῶς αὐτὸς λέγων εἶναι ποιμὴν καλὸς, παρακαλεῖ μὴ σφαγιασθῆναι; πῶς δὲ ἔλεγεν· Ἐγὼ τίθημι τὴν ψυχήν μου ἀπ' ἐμαυτοῦ; Εἰ γὰρ ἀπὸ σαυτοῦ τίθης, πῶς ἕτερον παρακαλεῖς, ἵνα μὴ θῇς; πῶς δὲ αὐτὸν ὁ Παῦλος θαυμάζει ταύτης ἕνεκα τῆς προφάσεως, οὕτω λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν ἐταπείνωσε, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ; Αὐτὸς δὲ πάλιν οὕτω πώς φησι· Διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτήν. Εἰ γὰρ οὐ βούλεται, ἀλλὰ παραιτεῖται καὶ παρακαλεῖ τὸν Πατέρα, πῶς διὰ τοῦτο ἀγαπᾶται; Ἡ γὰρ ἀγάπη τῶν κατὰ γνώμην ἐστί. Πῶς δέ φησι πάλιν ὁ Παῦλος· Ἀγαπᾶτε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν; Αὐτὸς δὲ πάλιν ὁ Χριστὸς μέλλων σταυροῦσθαι ἔλεγε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱὸν, δόξαν τὸν σταυρὸν καλῶν· καὶ πῶς ἐνταῦθα μὲν παραιτεῖται, ἐκεῖ δὲ καὶ κατεπείγει; Ὅτι γὰρ δόξα ὁ σταυρὸς, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής· Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδέπω ἦν δοθεῖσα ἡ χάρις, ἐπειδὴ ἡ ἔχθρα ἡ πρὸς τοὺς ἀνθρώπους οὐδέπω ἦν καταλυθεῖσα, τῷ μηδέπω τὸν σταυρὸν προκεχωρηκέναι. Ὁ γὰρ σταυρὸς τὴν ἔχθραν τοῦ Θεοῦ κατέλυσε τὴν πρὸς τοὺς ἀνθρώπους, τὰς καταλλαγὰς ἐκόμισε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους τοῖς ἀγγέλοις ἀνέμιξε, τοῦ θανάτου τὴν ἀκρόπολιν κατήγαγε, τοῦ διαβόλου τὴν ἰσχὺν ἐξενεύρωσε, τῆς ἁμαρτίας τὴν δύναμιν ἠφάνισε, τὴν γῆν τῆς πλάνης ἀπήλλαξε, τὴν ἀλήθειαν ἐπανήγαγε, τοὺς δαίμονας ἀπήλασε, ναοὺς καθεῖλε, βωμοὺς ἀνέτρεψε, κνίσσαν ἠφάνισε, τὴν ἀρετὴν κατεφύτευσε, τὰς Ἐκκλησίας ἐῤῥίζωσε. Σταυρὸς, τὸ τοῦ Πατρὸς θέλημα, ἡ τοῦ Υἱοῦ δόξα, τὸ τοῦ Πνεύματος ἀγαλλίαμα, τὸ τοῦ Παύλου καύχημα· Ἐμοὶ γὰρ, φησὶ, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Σταυρὸς ὁ τοῦ ἡλίου φανότερος, ὁ τῆς ἀκτῖνος φαιδρότερος· ὅταν γὰρ ἐκεῖνος σκοτίζηται, τότε οὗτος λάμπει· σκοτίζεται δὲ ὁ ἥλιος τότε οὐκ ἀφανιζόμενος, ἀλλὰ νικώμενος τῇ τοῦ σταυροῦ φαιδρότητι. Σταυρὸς τὸ χειρόγραφον ἡμῶν διέῤῥηξε, τοῦ θανάτου τὸ δεσμωτήριον ἄχρηστον ἐποίησε, σταυρὸς τῆς τοῦ Θεοῦ ἀγάπης ἡ ἀπόδειξις. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται. Καὶ πάλιν ὁ Παῦλος· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ. Σταυρὸς τὸ τεῖχος τὸ ἀῤῥαγὲς, τὸ ὅπλον τὸ ἀχείρωτον, τῶν πλουτούντων ἡ ἀσφάλεια, τῶν πενήτων ἡ εὐπορία, τῶν ἐπιβουλευομένων τὸ τεῖχος, τῶν πολεμουμένων τὸ ὅπλον, τῶν παθῶν ἡ ἀναίρεσις, τῆς ἀρετῆς ἡ κτῆσις, τὸ σημεῖον τὸ θαυμαστὸν καὶ παράδοξον. Σημεῖον γὰρ ἐπιζητεῖ ἡ γενεὰ αὕτη· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Καὶ πάλιν ὁ Παῦλος· Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Σταυρὸς παράδεισον ἠνέῳξε, λῃστὴν εἰσήγαγε, τὸ τῶν ἀνθρώπων γένος ἀπόλλυσθαι μέλλον καὶ οὐδὲ τῆς γῆς ἄξιον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν ἐχειραγώγησε. Τοσαῦτα ἀγαθὰ ἀπὸ τοῦ σταυροῦ καὶ γέγονε καὶ γίνεται, καὶ οὐ βούλεται σταυρωθῆναι, εἰπέ μοι; Καὶ τίς ἂν τοῦτο εἴποι; Εἰ δὲ μὴ ἐβούλετο, τίς αὐτὸν ἠνάγκασε; τίς ἐβιάσατο; τί δὲ καὶ προέπεμψε προφήτας ἀπαγγέλλοντας, ὅτι σταυρωθήσεται, μὴ μέλλων σταυροῦσθαι, μηδὲ βουλόμενος τοῦτο ὑπομεῖναι; Τίνος δὲ ἕνεκεν καὶ ποτήριον καλεῖ τὸν σταυρὸν, εἴ γε μὴ ἐβούλετο σταυρωθῆναι; Τοῦτο γὰρ ἐνδεικνυμένου ἐστὶ τὴν ἐπιθυμίαν, ἣν ἔχει περὶ τὸ πρᾶγμα. Ὥσπερ γὰρ τοῖς διψῶσι τὸ ποτήριον ἡδὺ, οὕτω καὶ αὐτῷ τὸ σταυρωθῆναι· δι' ὃ καὶ ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμουν τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν, οὐχ ἁπλῶς εἰπὼν τοῦτο, ἀλλὰ διὰ τὴν αἰτίαν ταύτην, ἐπειδὴ μετὰ τὴν ἑσπέραν ὁ σταυρὸς αὐτὸν διεδέχετο.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Pater, si possibile est, transeat. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg062.local001/.
