Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Pater, si possibile est, transeat 4.1
Not analysed yet
Ἀλλ' οὐκ ἤρκεσε ταῦτα μόνον, ἀλλὰ καὶ παραγενόμενος, ἵνα μὴ νομισθῇ φαντασία τὸ γενόμενον, οὐ τῇ ὄψει μόνον πιστοῦται τὸ πρᾶγμα, ἀλλὰ καὶ χρόνῳ πολλῷ, καὶ τῷ διὰ πάντων ἐλθεῖν τῶν ἀνθρωπίνων. Οὐ γὰρ ἁπλῶς εἰς ἄνθρωπον εἰσέρχεται ἀπηρτισμένον καὶ πεπληρωμένον, ἀλλ' εἰς μήτραν παρθενικὴν, ὥστε καὶ κυοφορήσεως καὶ τόκων ἀνασχέσθαι, καὶ γαλακτοτροφίας, καὶ αὐξήσεως, καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῇ διαφορᾷ τῶν ἡλικιῶν ἁπασῶν πιστώσασθαι τὸ γενόμενον. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται τὰ τῆς ἀποδείξεως μόνον, ἀλλὰ καὶ περιφέρων τὴν σάρκα, ἀφίησιν αὐτὴν τὰ τῆς φύσεως ἐλαττώματα ὑπομεῖναι, καὶ πεινῆσαι καὶ διψῆσαι καὶ καθευδῆσαι καὶ κοπιάσαι· τέλος καὶ ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἀφίησιν αὐτὴν τὰ τῆς σαρκὸς παθεῖν. Διὰ γὰρ τοῦτο καὶ κρουνοὶ κατεφέροντο ἱδρώτων ἐξ αὐτῆς, καὶ ἄγγελος ηὑρίσκετο αὐτὴν διακρατῶν, καὶ λυπεῖται καὶ ἀδημονεῖ· καὶ γὰρ πρὶν ἢ ταῦτα εἰπεῖν, φησίν· Ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστιν ἕως θανάτου. Εἰ οὖν τούτων ἁπάντων γενομένων τὸ πονηρὸν τοῦ διαβόλου στόμα διὰ Μαρκίωνος τοῦ Ποντικοῦ καὶ Οὐαλεντίνου, καὶ Μανιχαίου τοῦ Πέρσου, καὶ ἑτέρων πλειόνων αἱρέσεων ἐπεχείρησεν ἀνατρέψαι τὸν περὶ τῆς οἰκονομίας λόγον, καὶ ἤχησε σατανικήν τινα ἠχὴν λέγων, ὅτι οὐδὲ ἐσαρκώθη, οὐδὲ σάρκα περιεβάλετο, ἀλλὰ δόκησις τοῦτο ἦν καὶ φαντασία, καὶ σκηνὴ καὶ ὑπόκρισις, καίτοι τῶν παθῶν βοώντων, τοῦ θανάτου, τοῦ τάφου, τῆς πείνης· εἰ μηδὲν τούτων ἐγεγόνει, πῶς οὐ πολλῷ πλέον ὁ διάβολος τὰ πονηρὰ ταῦτα ἀνέσπειρε τῆς ἀσεβείας δόγματα; Διά τοι τοῦτο, ὥσπερ ἐπείνησεν, ὥσπερ ἐκαθεύδησεν, ὥσπερ ἐκοπίασεν, ὥσπερ ἔφαγεν, ὥσπερ ἔπιεν, οὕτω καὶ θάνατον παραιτεῖται, τὸ ἀνθρώπινον ἐνδεικνύμενος, καὶ τὴν ἀσθένειαν τῆς φύσεως τὴν οὐκ ἀνεχομένην ἀπαθῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς. Εἰ γὰρ μηδὲν τούτων εἰρήκει, εἶχεν ἂν εἰπεῖν, ὅτι εἰ ἄνθρωπος ἦν, ἔδει αὐτὸν παθεῖν τὰ τοῦ ἀνθρώπου. Τίνα δέ ἐστι ταῦτα; Τὸ μέλλοντα σταυροῦσθαι, καὶ δειλιᾷν καὶ ἀγωνιᾷν, καὶ μὴ ἀπαθῶς ἀποῤῥήγνυσθαι τῆς παρούσης ζωῆς· τῇ φύσει γὰρ ἔγκειται τὸ φίλτρον τὸ περὶ τὰ παρόντα· διά τοι τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν, καὶ τὴν οἰκονομίαν πιστώσασθαι, μετὰ πολλῆς τῆς ἀποδείξεως τὰ πάθη γυμνὰ προτίθησιν. Εἷς μὲν οὖν λόγος οὗτος· ἔστι δὲ καὶ ἕτερος τούτου οὐκ ἐλάττων. Τίς δὲ οὗτος; Παραγενόμενος ὁ Χριστὸς, πᾶσαν ἀρετὴν παιδεῦσαι τοὺς ἀνθρώπους ἐβούλετο· ὁ δὲ παιδεύων οὐ λόγῳ μόνον διδάσκει, ἀλλὰ καὶ ἔργῳ· αὕτη γὰρ ἡ ἀρίστη διδασκαλία ἐστὶ τοῦ διδάσκοντος. Ἐπεὶ καὶ κυβερνήτης παρακαθίζων τὸν μαθητὴν, δείκνυσι μὲν αὐτῷ πῶς κατέχει τοὺς οἴακας, προστίθησι δὲ καὶ λόγον τῷ ἔργῳ, καὶ οὔτε λέγει μόνον, οὔτε ἐργάζεται μόνον· ὁμοίως καὶ οἰκοδόμος παραστήσας τὸν μέλλοντα παρ' αὐτοῦ μανθάνειν πῶς τοῖχος ὑφαίνεται, δείκνυσι μὲν αὐτῷ διὰ τοῦ ἔργου, δείκνυσι δὲ αὐτῷ καὶ διὰ τοῦ λόγου· ὡσαύτως καὶ ὑφάντης, καὶ ποικιλτὴς, καὶ χρυσοχόος, καὶ χαλκοτύπος, καὶ πᾶσα τέχνη διὰ λόγων τε καὶ ἔργων ἔχει τὸν διδάσκοντα. Ἐπεὶ οὖν καὶ αὐτὸς παρεγένετο παιδεῦσαι ἡμᾶς πᾶσαν ἀρετὴν, διὰ τοῦτο καὶ λέγει τὰ πρακτέα, καὶ ποιεῖ. Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Σκόπει δέ· ἐκέλευσεν εἶναι ταπεινόφρονας καὶ πραεῖς, καὶ ἐδίδαξε διὰ τῶν ῥημάτων. Ὅρα πῶς αὐτὰ παιδεύει καὶ διὰ τῶν πραγμάτων. Εἰπὼν γὰρ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πραεῖς, δείκνυσι πῶς αὐτὰ δεῖ κατορθοῦν. Πῶς οὖν ἐδίδαξε; Λαβὼν λέντιον διέζωσεν ἑαυτὸν, καὶ ἔνιψε τῶν μαθητῶν τοὺς πόδας. Τί ταύτης ἴσον τῆς ταπεινοφροσύνης; Οὐκ ἔτι γὰρ διὰ τῶν λόγων μόνον ταύτην παιδεύει, ἀλλὰ καὶ διὰ τῶν ἔργων. Πάλιν τὴν πραότητα καὶ τὴν ἀνεξικακίαν διδάσκει διὰ τῶν ἔργων. Πῶς; Ἐῤῥαπίσθη παρὰ τοῦ δούλου τοῦ ἀρχιερέως, καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐκέλευσεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν· πάλιν καὶ τοῦτο διὰ τῶν ἔργων παιδεύει· ἀναβὰς γὰρ ἐν τῷ σταυρῷ λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Ὥσπερ οὖν ἐκέλευσεν εὔχεσθαι, οὕτω καὶ αὐτὸς εὔχεται, σὲ παιδεύων εὔχεσθαι οὐκ αὐτὸς ἀτονῶν ἀφιέναι. Πάλιν ἐκέλευσεν εὖ ποιεῖν τοῖς μισοῦσιν ἡμᾶς, καὶ καλῶς ποιεῖν τοὺς ἐπηρεάζοντας· τοῦτο δὲ διὰ τῶν ἔργων ἐποίησε· τῶν γὰρ Ἰουδαίων τοὺς δαίμονας ἐξέβαλε, τῶν καλούντων αὐτὸν δαιμονῶντα, ἐλαύνοντας εὐηργέτει, ἐπιβουλεύοντας ἔτρεφε, σταυρῶσαι βουλομένους εἰς βασιλείαν ἐχειραγώγει. Ἔλεγε πάλιν τοῖς μαθηταῖς, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, πρὸς ἀκτημοσύνην ἀλείφων· τοῦτο πάλιν διὰ τῶν ἔργων ἐπαίδευεν, οὕτω λέγων· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ οὐκ ἦν αὐτῷ τράπεζα, οὐκ οἰκία, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν· οὐκ ἐπειδὴ ἠπόρει, ἀλλ' ἐπειδὴ ἐπαίδευε τοὺς ἀνθρώπους ταύτην ἐλθεῖν τὴν ὁδόν. Κατὰ δὴ τοῦτον τὸν τρόπον καὶ εὔχεσθαι αὐτοὺς ἐδίδασκεν. Ἔλεγον οὖν αὐτῷ· Δίδαξον ἡμᾶς εὔχεσθαι. Διὰ τοῦτο καὶ εὔχεται, ἵνα ἐκεῖνοι μάθωσιν εὔχεσθαι. Ἀλλ' οὐκ εὔχεσθαι μόνον, ἀλλὰ καὶ πῶς δεῖ εὔχεσθαι μαθεῖν αὐτοὺς ἐχρῆν· διὰ δὴ τοῦτο καὶ εὐχὴν παρέδωκεν οὕτως ἔχουσαν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ' ἔστιν, εἰς κίνδυνον, εἰς ἐπιβουλάς. Ἐπεὶ οὖν ἐκέλευσεν εὔχεσθαι, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτο αὐτὸ διδάσκει αὐτοὺς δι' αὐτοῦ τοῦ πράγματος λέγων, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, παιδεύων ἅπαντας τοὺς ἁγίους μὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδὲ ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλ' ἀναμένειν μὲν ἐπιόντας, καὶ ἀνδρείαν πᾶσαν ἐπιδείκνυσθαι· μὴ μὴν αὐτοὺς προπηδᾷν, μηδὲ πρώτους ὁμόσε τοῖς δεινοῖς ἰέναι. Τί δήποτε; Καὶ ταπεινοφροσύνην διδάσκων, καὶ τῶν τῆς κενοδοξίας ἐγκλημάτων ἀπαλλάττων. Διά τοι τοῦτο καὶ ἐνταῦθα, ὅτε ταῦτα ἔλεγεν, Ἀπελθὼν, φησὶ, προσηύξατο· καὶ μετὰ τὸ προσεύξασθαι λέγει τοῖς μαθηταῖς οὕτως· Οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ὁρᾷς ὅτι οὐ προσεύχεται μόνον, ἀλλὰ καὶ παραινεῖ; Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, φησὶν, ἡ δὲ σὰρξ ἀσθενής. Τοῦτο δὲ ἔλεγε, τύφου τὴν ψυχὴν αὐτῶν κενῶν, καὶ ἀπονοίας ἀπαλλάττων, συνεσταλμένους ποιῶν, μετριάζειν παρασκευάζων. Ὃ τοίνυν ἠβούλετο αὐτοὺς διδάσκειν εὔχεσθαι, τοῦτο καὶ αὐτὸς ηὔξατο ἀνθρωπίνως, οὐ κατὰ τὴν θεότητα (ἀπαθὲς γὰρ τὸ Θεῖον), ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. Ηὔξατο δὲ παιδεύων ἡμᾶς εὔχεσθαι, καὶ ἀεὶ ζητεῖν τῶν δεινῶν τὴν ἀπαλλαγήν· εἰ δὲ μὴ ἐγχωροίη, στέργειν τὰ τῷ Θεῷ δοκοῦντα. Διὰ τοῦτο ἔλεγε· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· οὐκ ἐπειδὴ ἄλλο μὲν αὐτοῦ βούλημα, ἄλλο δὲ τοῦ Πατρός· ἀλλ' ἵνα παιδεύσῃ τοὺς ἀνθρώπους, κἂν ἀγωνιῶσι, κἂν τρέμωσι, κἂν κίνδυνος ἐπίῃ, κἂν μὴ βούλωνται ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ὅμως τοῦ οἰκείου βουλήματος προτιμᾷν τὸ τοῦ Θεοῦ βούλημα· ὥσπερ οὖν καὶ Παῦλος παιδευθεὶς, ἀμφότερα ταῦτα διὰ τῶν ἔργων ἔδειξε· τούς τε γὰρ πειρασμοὺς ἠξίωσεν ἀποκινηθῆναι αὐτοῦ, οὕτω λέγων· Ὑπὲρ τούτου τρίτον τὸν Κύριον παρεκάλεσα· καὶ ἐπειδὴ οὐκ ἔδοξε τῷ Θεῷ, φησί· Δι' ὃ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Τάχα δὲ ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ποιῶ αὐτὸ σαφέστερον· Ἐκινδύνευσε πολλὰ ὁ Παῦλος, καὶ ηὔξατο μὴ κινδυνεύειν. Ἤκουσεν οὖν τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἐπεὶ οὖν εἶδε τοῦ Θεοῦ θέλημα ὂν, λοιπὸν τὸ ἑαυτοῦ θέλημα ὑποτάττει τῷ τοῦ Θεοῦ θελήματι. Ταῦτα τοίνυν ἀμφότερα ἀπὸ τῆς εὐχῆς ταύτης ἐπαίδευσε, μήτε ἐπιπηδᾷν τοῖς κινδύνοις. ἀλλὰ καὶ εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς αὐτούς· εἰ δὲ ἐπέλθοιεν, φέρειν αὐτοὺς γενναίως, καὶ τοῦ οἰκείου θελήματος προτιμᾷν τὸ τοῦ Θεοῦ θέλημα. Ταῦτα οὖν εἰδότες, εὐχώμεθα μὲν μηδέποτε εἰσελθεῖν εἰς πειρασμόν· κἂν εἰσέλθωμεν, παρακαλῶμεν τὸν Θεὸν διδόναι ἡμῖν ὑπομονὴν καὶ ἀνδρείαν, καὶ τὸ αὐτοῦ θέλημα παντὸς θελήματος ἡμῶν προτιμῶμεν. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ ἀσφαλείας διανύσομεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.