Ancient Greek
ΕΙΣ ΤΟ »Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν,» καὶ τὰ ἑξῆς
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2) 1.1
Not analysed yet
Πολλοὺς ὑμῶν οἶμαι θαυμάζειν ἐπὶ τὴν περικοπὴν τῆς ἀποστολικῆς ἀναγνώσεως ταύτης, μᾶλλον δὲ πάρεργον ἡγεῖσθαι καὶ περιττὸν τοῦτο τῆς ἐπιστολῆς τὸ μέρος, διὰ τὸ προσρήσεις ἔχειν μόνον συνεχεῖς καὶ ἐπαλλήλους. Διὸ δὴ καὶ αὐτὸς ἑτέρωσε τήμερον ὡρμημένος, ἀποστὰς ἐκείνης τῆς ὑποθέσεως, εἰς ταύτην καθεῖναι παρασκευάζομαι, ἵνα μάθητε, ὅτι τῶν θείων Γραφῶν οὐδὲν περιττὸν, οὐδὲν πάρεργόν ἐστι, κἂν ἰῶτα ἓν, κἂν μία κεραία ᾖ, ἀλλὰ καὶ ψιλὴ πρόσρησις πολὺ πέλαγος ἡμῖν ἀνοίγει νοημάτων. Καὶ τί λέγω, ψιλὴ πρόσρησις; Πολλάκις καὶ ἑνὸς στοιχείου προσθήκη ὁλόκληρον νοημάτων εἰσήγαγε δύναμιν. Καὶ τοῦτο ἐπὶ τῆς τοῦ Ἀβραὰμ προσηγορίας ἔστιν ἰδεῖν. Πῶς γὰρ οὐκ ἄτοπον παρὰ φίλου μὲν ἐπιστολὴν δεχόμενον, μὴ τὸ σῶμα τῆς ἐπιστολῆς ἀναγινώσκειν μόνον, ἀλλὰ καὶ τὴν κάτω κειμένην πρόσρησιν, κἀκεῖθεν μάλιστα στοχάζεσθαι τὴν τοῦ γεγραφότος διάθεσιν, Παύλου δὲ γράφοντος, μᾶλλον δὲ οὐ τοῦ Παύλου, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος τὴν ἐπιστολὴν ὑπαγορευούσης ὁλοκλήρῳ πόλει καὶ δήμῳ τοσούτῳ, καὶ δι' ἐκείνων τῇ οἰκουμένῃ πάσῃ, νομίζειν περιττόν τι εἶναι τῶν ἐγκειμένων, καὶ παρατρέχειν ἁπλῶς, καὶ μὴ ἐννοεῖν, ὅτι ταῦτα πάντα τὰ ἄνω κάτω πεποίηκε; Τοῦτο γάρ ἐστι, τοῦτο, ὃ πολλῆς ῥᾳθυμίας ἡμᾶς ἐνέπλησε, τὸ μὴ πάσας ἐπιέναι τὰς Γραφὰς, ἀλλ' ἃ νομίζομεν εἶναι σαφέστερα, ταῦτα ἐκλεγομένους, τῶν ἄλλων μηδένα ποιεῖσθαι λόγον. Τοῦτο καὶ τὰς αἱρέσεις εἰσήγαγε, τὸ μὴ βούλεσθαι ἅπαν ἐπιέναι τὸ σῶμα, τὸ νομίζειν εἶναί τι περιττὸν καὶ πάρεργον. Διὰ τοῦτο τὰ μὲν ἄλλα ἅπαντα ἡμῖν διεσπούδασται, οὐχὶ τὰ περιττὰ μόνον, ἀλλὰ καὶ τὰ ἀνόνητα καὶ βλαβερά· τῶν Γραφῶν δὲ ἡ ἐμπειρία ἠμέληται καὶ παρῶπται· καὶ οἱ μὲν πρὸς τὴν θεωρίαν τῆς τῶν ἵππων ἁμίλλης ἐπτοημένοι, καὶ ὀνόματα, καὶ ἀγέλην, καὶ γένος, καὶ πατρίδα, καὶ ἀνατροφὴν τῶν ἵππων ἔχουσιν εἰπεῖν μετὰ ἀκριβείας ἁπάσης, καὶ ἔτη ζωῆς, καὶ ἐνεργείας δρόμων, καὶ τίς τίνι συνταττόμενος τὴν νίκην ἁρπάσεται, καὶ ποῖος ἵππος ἐκ ποίας ἀφεθεὶς βαλβῖδος, καὶ τίνα ἔχων ἡνίοχον, περιέσται τοῦ δρόμου, καὶ τὸν ἀντίτεχνον παραδραμεῖται. Καὶ οἱ περὶ τὴν ὀρχήστραν δὲ ἐσχολακότες, οὐκ ἐλάττω τούτων, ἀλλὰ καὶ πλείω μανίαν περὶ τοὺς ἐν τοῖς θεάτροις ἀσχημονοῦντας ἐπιδείκνυνται, μίμους λέγω καὶ ὀρχηστρίας, καὶ γένος αὐτῶν, καὶ πατρίδα, καὶ ἀνατροφὴν, καὶ τὰ ἄλλα πάντα καταλέγοντες· ἡμεῖς δὲ ἐρωτώμενοι, ὁπόσαι, καὶ τίνες εἰσὶν αἱ Παύλου ἐπιστολαὶ, οὐδὲ τὸν ἀριθμὸν ἴσμεν εἰπεῖν. Εἰ δέ τινες καὶ εἶεν τὸν ἀριθμὸν ἐπιστάμενοι, ἀλλὰ τὰς πόλεις, αἳ τὰς ἐπιστολὰς ἐδέξαντο, ταύτας ἐρωτώμενοι διαποροῦσι πρὸς τὴν ἐρώτησιν. Καὶ ἄνθρωπος μὲν εὐνοῦχος καὶ βάρβαρος, μυρίαις φροντίσιν ὑπὸ μυρίων ἑλκόμενος πραγμάτων, οὕτω προσέκειτο βιβλίοις, ὡς μηδὲ κατὰ τὸν καιρὸν τῆς ὁδοιπορίας ἡσυχάζειν, ἀλλ' ἐπ' ὀχήματος καθήμενος, ἐγκεῖσθαι μετὰ πολλῆς τῆς ἀκριβείας τῇ τῶν θείων Γραφῶν ἀναγνώσει· ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἀσχολίας ἔχοντες τῆς ἐκείνου, καὶ πρὸς τὰ ὀνόματα τῶν ἐπιστολῶν ξενιζόμεθα, καὶ ταῦτα καθ' ἑκάστην κυριακὴν ἐνταῦθα συλλεγόμενοι, καὶ θείας ἀπολαύοντες ἀκροάσεως. Ἀλλὰ γὰρ ἵνα μὴ μόνον εἰς ἐπιτίμησιν τὸν λόγον ἀναλώσωμεν, φέρε, τὴν πρόσρησιν αὐτὴν τὴν δοκοῦσαν εἶναι περιττὴν καὶ παρενοχλεῖν, εἰς μέσον ἀγάγωμεν. Ἀναπτυσσομένης γὰρ αὐτῆς καὶ δεικνυμένου τοῦ κέρδους ὅσον παρέχει τοῖς προσέχουσιν αὐτῇ μετὰ ἀκριβείας, τότε μείζων ἔσται κατηγορία τοῖς ἀμελοῦσι τοσούτων θησαυρῶν, καὶ τὸν πνευματικὸν ἀπὸ τῶν χειρῶν ῥίπτουσι πλοῦτον. Τίς οὖν ἐστιν ἡ πρόσρησις; Ἀσπάζεσθε, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Κυρίῳ. Ἆρα οὐ δοκεῖ ψιλή τις εἶναι πρόσρησις, καὶ μηδὲν μέγα, μηδὲ γενναῖον ἡμῖν ἐνδείκνυσθαι; Φέρε οὖν, εἰς αὐτὴν μόνην ἅπασαν τὴν διάλεξιν ἀναλώσωμεν, μᾶλλον δὲ οὐδὲ ἀρκέσομεν σήμερον τὰ ἐγκείμενα ἅπαντα τοῖς ὀλίγοις τούτοις ῥήμασιν ἀνιμήσασθαι σπουδάσαντες ὑμῖν νοήματα, ἀλλὰ ἀνάγκη καὶ εἰς ἑτέραν ὑμῖν ἡμέραν ταμιευθῆναι τὴν τῶν θεωρημάτων περιουσίαν, τῶν τικτομένων ἀπὸ τῆς ὀλίγης ταύτης προσρήσεως. Οὐδὲ γὰρ ἅπασαν αὐτὴν ἐπελθεῖν παρασκευάζομαι, ἀλλὰ μέρος αὐτῆς καὶ ἀρχὴν καὶ προοίμιον μόνον· Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν.