# In illud: Salutate Priscillam et Aquilam (sermones 1-2) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2), ΕΙΣ ΤΟ »Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν,» καὶ τὰ ἑξῆς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-salutate-priscillam-et-aquilam-sermones-1-2/2.1

Πρῶτόν ἐστιν ἐκπλαγῆναι τοῦ Παύλου τὴν ἀρετὴν, ὅτι τὴν οἰκουμένην ἅπασαν ἐγκεχειρισμένος, καὶ γῆν καὶ θάλατταν, καὶ τὰς ὑφ' ἡλίῳ πόλεις ἁπάσας, καὶ βαρβάρους, καὶ Ἕλληνας, καὶ δήμους τοσούτους ἐν ἑαυτῷ περιφέρων, ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς τοσαύτην ἐποιεῖτο φροντίδα· καὶ δεύτερον τοῦτο θαυμάσαι, πῶς ἄγρυπνόν τε καὶ μεμεριμνημένην εἶχε ψυχὴν, οὐχὶ κοινῇ πάντων μόνον, ἀλλὰ καὶ ἰδίᾳ μεμνημένος ἑκάστου τῶν δοκίμων καὶ γενναίων. Νῦν μὲν γὰρ οὐδὲν θαυμαστὸν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας τοῦτο ποιεῖν, τῷ καὶ τοὺς θορύβους κατεστάλθαι ἐκείνους, καὶ μιᾶς πόλεως ἀναδεδέχθαι πρόνοιαν μόνον· τότε δὲ οὐ τὸ τῶν κινδύνων μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τῆς ὁδοῦ διάστημα, καὶ τὸ τῶν φροντίδων πλῆθος καὶ τὰ ἐπάλληλα κύματα, καὶ τὸ μὴ συνεχῶς ἅπασιν ἐπιχωριάζειν ἀεὶ, καὶ πολλὰ ἕτερα πλείονα τούτων, ἱκανὰ τῆς μνήμης ἐκβαλεῖν καὶ τοὺς σφόδρα ἐπιτηδείους. Ἀλλ' οὐκ ἐξέβαλε τούτους. Πῶς οὖν οὐκ ἐξεβλήθησαν; Διὰ τὴν τοῦ Παύλου μεγαλοψυχίαν, καὶ τὴν θερμὴν αὐτοῦ καὶ γνησίαν ἀγάπην. Οὕτω γὰρ αὐτοὺς εἶχεν ἐν διανοίᾳ, ὡς καὶ ἐν ἐπιστολαῖς αὐτῶν μεμνῆσθαι πολλάκις. Ἀλλ' ἴδωμεν τίνες καὶ ὁποῖοι ἦσαν οὗτοι, οἱ τὸν Παῦλον οὕτω χειρωσάμενοι, καὶ πρὸς τὸν οἰκεῖον ἐπισπασάμενοι πόθον. Ἆρα ὕπατοί τινες καὶ στρατηγοὶ ἦσαν, καὶ ὕπαρχοι, ἢ ἄλλην τινὰ περιφάνειαν κεκτημένοι, ἢ πλοῦτον πολὺν περιβεβλημένοι, καὶ τῶν τὴν πόλιν ἀγόντων; Οὐδὲν τούτων ἔστιν εἰπεῖν, ἀλλὰ τοὐναντίον ἅπαν, πτωχοὶ καὶ πένητες, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας ζῶντες. Ἦσαν γὰρ, φησὶ, σκηνοποιοὶ τῇ τέχνῃ· καὶ οὐκ ᾐσχύνετο ὁ Παῦλος, οὐδὲ ὄνειδος εἶναι ἐνόμιζε βασιλικωτάτῃ πόλει καὶ δήμῳ μέγα φρονοῦντι, κελεύων τοὺς χειροτέχνας ἐκείνους ἀσπάζεσθαι, οὐδὲ καθυβρίζειν αὐτοὺς ἡγεῖτο τῇ πρὸς ἐκείνους φιλίᾳ· οὕτως ἦν ἅπαντας πεπαιδευκὼς τότε φιλοσοφεῖν. Καίτοι γε ἡμεῖς πολλάκις συγγενεῖς ἔχοντες πενεστέρους ὀλίγῳ, τῆς πρὸς αὐτοὺς οἰκειότητος ἀλλοτριούμεθα, καὶ ὄνειδος εἶναι νομίζομεν, εἰ φωραθείημέν ποτε ἐκείνοις προσήκοντες· ὁ δὲ Παῦλος οὐχ οὕτως, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τῷ πράγματι, καὶ οὐ τοῖς τότε μόνον, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα πᾶσι δῆλον ἐποίησεν, ὅτι εἰς τοὺς πρώτους αὐτῷ τὴν φιλίαν ἐτέλουν ἐκεῖνοι οἱ σκηνοποιοί. Καὶ μή μοι λεγέτω τις, Καὶ τί γὰρ μέγα καὶ θαυμαστὸν, καὶ αὐτὸν, ἀπὸ τῆς αὐτῆς ὄντα τέχνης, μὴ ἐπαισχύνεσθαι τοῖς ὁμοτέχνοις; Τί λέγεις; Τοῦτο γὰρ αὐτὸ μέγιστόν ἐστι καὶ θαυμαστόν. Οὐ γὰρ οὕτως οἱ προγόνων ἔχοντες εἰπεῖν περιφάνειαν ἐπαισχύνονται τοῖς καταδεεστέροις, ὡς οἱ γενόμενοί ποτε ἐπὶ τῆς αὐτῆς εὐτελείας, εἶτα ἀθρόον εἰς λαμπρότητά τινα καὶ περιφάνειαν ἀναβάντες. Ὅτι δὲ Παύλου λαμπρότερον οὐδὲν ἦν, οὐδὲ περιφανέστερον, ἀλλὰ καὶ αὐτῶν τῶν βασιλέων ἐπισημότερος ἦν, παντί που δῆλόν ἐστιν. Ὁ γὰρ δαίμοσιν ἐπιτάττων, καὶ νεκροὺς ἐγείρων, καὶ ἐξ ἐπιτάγματος καὶ πηρῶσαι, καὶ θεραπεῦσαι τοὺς πεπηρωμένους δυνάμενος, οὗ τὰ ἱμάτια καὶ αἱ σκιαὶ ἅπαν νοσημάτων εἶδος ἔλυον, εὔδηλον ὅτι οὐδὲ ἄνθρωπος λοιπὸν εἶναι ἐνομίζετο, ἀλλ' ἄγγελός τις ἐξ οὐρανοῦ καταβάς. Ἀλλ' ὅμως τοσαύτης ἀπολαύων δόξης, καὶ πανταχοῦ θαυμαζόμενος, καὶ ὅπουπερ ἂν φανείη πάντας ἐπιστρέφων, οὐκ ἐπῃσχύνετο τὸν σκηνοποιὸν, οὐδὲ ἐλαττοῦσθαι ἐνόμιζε τοὺς ἐν τοσούτοις ἀξιώμασιν ὄντας. Καὶ γὰρ εἰκὸς ἐν τῇ Ἐκκλησίᾳ τῇ Ῥωμαίων πολλοὺς εἶναι περιφανεῖς, οὓς ἠνάγκαζε τοὺς πτωχοὺς ἐκείνους ἀσπάσασθαι. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι εὐγένειαν οὐ πλούτου περιφάνεια, οὐδὲ χρημάτων περιουσία, ἀλλὰ τρόπων ἐπιείκεια ποιεῖν εἴωθεν· ὡς οἵ γε ταύτης μὲν ἀπεστερημένοι, ἀπὸ δὲ τῆς τῶν γεγεννηκότων αὐτοὺς δόξης μεγαλοφρονοῦντες, ὀνόματι μόνον εὐγενείας ψιλῷ, ἀλλ' οὐχὶ πράγματι καλλωπίζονται· μᾶλλον δὲ αὐτὸ τὸ ὄνομα φωρᾶται πολλάκις, εἰ τις ἐπὶ τοὺς ἀνωτέρω προγόνους τῶν εὐγενῶν ἀναβαίη τούτων. Τὸν γὰρ περιφανῆ καὶ λαμπρὸν, καὶ πατέρα ἔχοντα ἐπίσημον εἰπεῖν καὶ πάππον, ἂν μετὰ ἀκριβείας ἐξετάσῃς, πολλάκις εὑρήσεις ἐπίπαππον εὐτελῆ τινα καὶ ἀνώνυμον ἐσχηκότα· καθάπερ τῶν εὐτελῶν εἶναι δοκούντων ἂν τὸ γένος ἅπαν ἀναβαίνοντες κατὰ μικρὸν διερευνησώμεθα, ὑπάρχους καὶ στρατηγοὺς εὑρήσομεν αὐτῶν πολλάκις τοὺς ἀνωτέρω προγόνους, καὶ εἰς ἱπποφορβοὺς καὶ συοφορβοὺς εὕροι τις ἂν γεγενημένους. Ἅπερ οὖν ἅπαντα Παῦλος εἰδὼς, τούτων μὲν οὐ πολὺν ἐποιεῖτο λόγον, ψυχῆς δὲ εὐγένειαν ἐζήτει, καὶ τοὺς ἄλλους ταύτην θαυμάζειν ἐπαίδευσεν. Οὐ μικρὸν οὖν τοῦτο τέως ἐντεῦθεν καρπούμεθα, τὸ μηδενὶ τῶν εὐτελεστέρων ἐπαισχύνεσθαι, τὸ ψυχῆς ἀρετὴν ἐπιζητεῖν, τὸ πάντα τὰ ἔξωθεν ἡμῖν περικείμενα περιττὰ εἶναι νομίζειν καὶ ἀνόνητα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg069.local001/.
