# In illud: Salutate Priscillam et Aquilam (sermones 1-2) 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2), ΕΙΣ ΤΟ »Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν,» καὶ τὰ ἑξῆς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-salutate-priscillam-et-aquilam-sermones-1-2/3.1

Ἔστι καὶ ἕτερον οὐκ ἔλαττον τούτου καρπώσασθαι κέρδος ἐντεῦθεν, καὶ ὃ μάλιστα συνέχει ἡμῶν τὴν ζωὴν κατορθωθέν. Τί δὲ τοῦτό ἐστι; Τὸ μὴ κατηγορεῖν τοῦ γάμου, μηδὲ νομίζειν ἐμπόδισμα εἶναι καὶ κώλυμα τῆς εἰς ἀρετὴν φερούσης ὁδοῦ, τὸ γυναῖκα ἔχειν, καὶ παῖδας τρέφειν, καὶ οἰκίας προΐστασθαι, καὶ τέχνην μεταχειρίζειν. Ἰδοὺ καὶ ἐνταῦθα ἀνὴρ ἦν καὶ γυνὴ, καὶ ἐργαστηρίων προειστήκεσαν, καὶ τέχνην μετεχειρίζοντο, καὶ τῶν ἐν μοναστηρίοις ζώντων ἀκριβεστέραν ἐπεδείξαντο πολλῷ τὴν φιλοσοφίαν. Πόθεν τοῦτο δῆλον; Ἀφ' ὧν προσεῖπεν αὐτοὺς ὁ Παῦλος, μᾶλλον δὲ οὐκ ἀφ' ὧν προσεῖπεν, ἀλλὰ καὶ ἀφ' ὧν μετὰ ταῦτα ἐμαρτύρησεν. Εἰπὼν γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν, προσέθηκεν αὐτῶν καὶ τὸ ἀξίωμα. Ποῖον δὴ τοῦτο; Οὐκ εἶπε τοὺς πλουσίους, τοὺς περιφανεῖς, τοὺς εὐπάτριδας· ἀλλὰ τί; Τοὺς συνεργούς μου ἐν Κυρίῳ. Τούτου δὲ οὐδὲν ἴσον εἰς ἀρετῆς γένοιτ' ἂν λόγον· καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐξ ὧν παρ' αὐτοῖς ἔμεινεν, οὐχὶ ἡμέραν μίαν, δύο καὶ τρεῖς, ἀλλ' ἐνιαυτοὺς ὁλοκλήρους δύο, τὴν αὐτῶν ἔστιν ἀρετὴν ἰδεῖν. Ὥσπερ γὰρ οἱ τῶν ἔξωθεν ἄρχοντες οὐκ ἂν ἕλοιντο παρ' εὐτελέσι καὶ ταπεινοῖς καταχθῆναί ποτε, ἀλλ' ἐπιζητοῦσι λαμπρὰς οἰκίας ἐπισήμων ἀνδρῶν τινων, ὥστε μὴ τὴν τῶν ὑποδεχομένων αὐτοὺς εὐτέλειαν τῷ μεγέθει τῆς ἀξίας λυμήνασθαι· οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν· οὐ πρὸς τυχόντας κατήγοντο, ἀλλ' ὥσπερ ἐκεῖνοι οἰκίας λαμπρότητα, οὕτω τῆς ψυχῆς ἀρετὴν ἐπεζήτουν οὗτοι, καὶ μετὰ ἀκριβείας διερευνώμενοι τοὺς ἐπιτηδείους αὐτοῖς, πρὸς ἐκείνους κατήγοντο. Καὶ γὰρ καὶ νόμος παρὰ τοῦ Χριστοῦ τοῦτο κελεύων ἔκειτο. Εἰς ἣν γὰρ πόλιν, φησὶν, ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε. Ὥστε ἄξιοι Παύλου ἦσαν οὗτοι· εἰ δὲ ἄξιοι Παύλου, τῶν ἀγγέλων ἦσαν ἄξιοι. Ἐγὼ τὸ δωμάτιον ἐκεῖνο, καὶ οὐρανὸν καὶ Ἐκκλησίαν θαῤῥῶν ἂν προσείποιμι. Ὅπου γὰρ Παῦλος ἦν, ἐκεῖ καὶ ὁ Χριστὸς ἦν. Εἰ δοκιμὴν ἐπιζητεῖτε, φησὶ, τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Ὅπου δὲ Χριστὸς ἦν, ἐκεῖ καὶ ἄγγελοι συνεχῶς ἐφοίτων. Οἱ δὲ καὶ πρὸ τούτου παρασχόντες ἑαυτοὺς ἀξίους τῆς τοῦ Παύλου θεραπείας, ἐννόησον τίνες ἐγένοντο, ἔτεσι δύο συνοικοῦντες αὐτῷ, καὶ σχῆμα, καὶ βάδισμα, καὶ βλέμμα, καὶ τρόπον στολῆς, καὶ εἰσόδους καὶ ἐξόδους, καὶ τἄλλα πάντα παρατηροῦντες. Ἐπὶ γὰρ τῶν ἁγίων οὐχὶ τὰ ῥήματα ταῦτα μόνον, οὐδὲ αἱ διδασκαλίαι καὶ αἱ παραινέσεις, ἀλλὰ καὶ ἡ λοιπὴ τοῦ βίου πᾶσα ἀναστροφὴ ἀρκοῦσα γένοιτ' ἂν τοῖς προσέχουσι διδασκαλία φιλοσοφίας. Ἐννόησον ἡλίκον ἦν ἰδεῖν Παῦλον, καὶ δειπνοποιούμενον, καὶ ἐπιτιμῶντα, καὶ παρακαλοῦντα, καὶ εὐχόμενον, καὶ δακρύοντα, ἐξιόντα καὶ εἰσιόντα. Εἰ γὰρ δεκατέσσαρας ἐπιστολὰς ἔχοντες μόνον, πανταχοῦ τῆς οἰκουμένης αὐτὰς περιφέρομεν, οἱ τὴν πηγὴν τῶν ἐπιστολῶν ἔχοντες, οἱ τὴν γλῶτταν τῆς οἰκουμένης, οἱ τὸ φῶς τῶν Ἐκκλησιῶν, οἱ τὸν θεμέλιον τῆς πίστεως, οἱ τὸν στῦλον καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας, τίνες οὐκ ἂν ἐγένοντο ἀγγέλῳ τοιούτῳ συζῶντες; Εἰ γὰρ τὰ ἱμάτια αὐτοῦ δαίμοσιν ἦν φοβερὰ, καὶ τοσαύτην εἶχον ἰσχὺν, ἡ συνοίκησις αὐτοῦ πόσην οὐκ ἂν ἐπεσπάσατο Πνεύματος χάριν; Τὸ γὰρ τὴν κλίνην ὁρᾷν τὴν Παύλου, τὸ γὰρ τὴν στρωμνὴν, τὸ γὰρ τὰ ὑποδήματα, οὐκ ἂν ἤρκεσεν αὐτοῖς εἰς ὑπόθεσιν κατανύξεως διηνεκοῦς; Εἰ γὰρ οἱ δαίμονες ὁρῶντες αὐτοῦ τὰ ἱμάτια ἔφριττον, πολλῷ μᾶλλον οἱ πιστοὶ καὶ συζήσαντες αὐτῷ κατενύσσοντο βλέποντες αὐτά. Ἄξιον δὲ κἀκεῖνο ἐξετάσαι, τίνος ἕνεκεν, προσαγορεύων, τὴν Πρίσκιλλαν προτέθεικε τοῦ ἀνδρός. Οὐ γὰρ εἶπεν, Ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσκιλλαν, ἀλλὰ, Πρίσκιλλαν καὶ Ἀκύλαν. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἐποίησεν, ἀλλ' ἐμοὶ δοκεῖ πλείονα αὐτῇ συνειδέναι τοῦ ἀνδρὸς εὐλάβειαν. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἔξεστι καὶ ἀπὸ τῶν Πράξεων τοῦτο μαθεῖν. Τὸν γὰρ Ἀπολλὼ, ἄνδρα λόγιον ὄντα καὶ δυνατὸν ἐν ταῖς Γραφαῖς, καὶ τὸ βάπτισμα Ἰωάννου μόνον εἰδότα, αὕτη λαβοῦσα κατήχησε τὴν ὁδὸν τοῦ Θεοῦ, καὶ διδάσκαλον ἀπηρτισμένον ἐποίησεν. Οὐ γὰρ αἱ ἐπὶ τῶν ἀποστόλων γυναῖκες ταῦτα ἐμερίμνων, ἅπερ αἱ νῦν, ὅπως λαμπρὰ ἱμάτια περιβάλοιντο, καὶ ἐπιτρίμμασι καὶ ὑπογραφαῖς τὴν ὄψιν τὴν ἑαυτῶν καλλωπίσαιεν, καὶ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἐνάγχουσαι, τῆς γείτονος καὶ τῆς ὁμοτίμου πολυτελεστέραν ἀναγκάζουσαι πρίασθαι στολὴν, καὶ λευκοὺς ἡμιόνους, καὶ χρυσοπάστους χαλινοὺς, καὶ θεραπείαν εὐνούχων, καὶ πολὺν θεραπαινίδων ἐσμὸν, καὶ τὴν ἄλλην ἅπασαν τὴν καταγέλαστον φαντασίαν· ἀλλὰ ταῦτα πάντα ἀποσεισάμεναι, καὶ τὸν κοσμικὸν ἀποβαλοῦσαι τῦφον, ἓν μόνον ἐζήτουν, ὅπως κοινωνοὶ γένωνται τῶν ἀποστόλων, καὶ τῆς θήρας αὐτῶν μετάσχοιεν τῆς αὐτῆς. Διὰ τοῦτο οὐκ αὐτὴ μόνη τοιαύτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι. Καὶ γὰρ περὶ Περσίδος τινός φησιν, Ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς, καὶ Μαρίαν καὶ Τρύφαιναν ἀπὸ τούτων θαυμάζει τῶν πόνων, ὅτι ἐκοπίων μετὰ τῶν ἀποστόλων, καὶ πρὸς τοὺς αὐτοὺς ἀγῶνας ἀπεδύσαντο. Καὶ πῶς Τιμοθέῳ γράφων φησὶ, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός; Ὅταν καὶ ὁ ἀνὴρ εὐλαβὴς ᾖ, καὶ τὴν αὐτὴν πίστιν κεκτημένος, καὶ τῆς αὐτῆς σοφίας μετέχων· ὅταν δὲ ἄπιστος ᾖ καὶ πεπλανημένος, οὐκ ἀποστερεῖ τὴν αὐθεντίαν τῆς διδασκαλίας αὐτήν. Κορινθίοις γοῦν ἐπιστέλλων λέγει· Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, μὴ ἀφιέτω αὐτόν. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Πῶς δὲ ἂν ἔσωσεν ἡ πιστὴ γυνὴ τὸν ἄνδρα τὸν ἄπιστον; Κατηχοῦσα δηλονότι καὶ διδάσκουσα καὶ ἐνάγουσα πρὸς τὴν πίστιν, ὥσπερ οὖν καὶ αὕτη Ἀπολλὼ ἡ Πρίσκιλλα. Ἄλλως δὲ, ὅταν λέγῃ, Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, περὶ τῆς ἐν τῷ βήματι διδασκαλίας λέγει, περὶ τῆς ἐν κοινῷ διαλέξεως, καὶ τῆς κατὰ τὸν ἱερωσύνης λόγον· ἰδίᾳ δὲ παραινεῖν καὶ συμβουλεύειν οὐκ ἐκώλυσεν. Οὐ γὰρ ἂν, εἰ κεκωλυμένον ἦν, ταύτην ἐπῄνεσε τοῦτο ποιοῦσαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg069.local001/.
