# In illud: Salutate Priscillam et Aquilam (sermones 1-2) 4.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2), ΕΙΣ ΑΚΥΛΑΝ ΚΑΙ ΠΡΙΣΚΙΛΛΑΝ Καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-salutate-priscillam-et-aquilam-sermones-1-2/4.1-2

Ἀλλὰ τὸ μὲν ζήτημα ἱκανὴν ἔχει τὴν λύσιν· ἡμεῖς δὲ ἐπὶ τὸ λειπόμενον τῆς προσρήσεως μέρος τὸν λόγον ἀγάγωμεν. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον, καὶ πόθεν εἰς ταῦτα ἐξέβημεν; Ἐμακαρίζομεν τὴν Πρίσκιλλαν καὶ τὸν Ἀκύλαν, ὅτι συνῴκουν τῷ Παύλῳ, ὅτι καὶ τὸν τρόπον τῆς στολῆς, καὶ τὸν τρόπον τῶν ὑποδημάτων, καὶ τὰ ἄλλα ἅπαντα μετὰ ἀκριβείας αὐτοῦ κατεμάνθανον. Ἐντεῦθεν τὸ ζήτημα ἡμῖν ἐτέχθη τοῦτο. Ἐζητοῦμεν γὰρ, τίνος ἕνεκεν, τοῦ Χριστοῦ ἀπαγορεύοντος μηδὲν ὅλως ἔχειν, εἰ μὴ μόνον ἱμάτιον, ἐφαίνοντο καὶ ὑποδήματα καὶ φελόνην ἔχοντες. Εἶτα ὁ λόγος ἀπέδειξεν, ὅτι οὐ παραβαίνοντες τὸν νόμον, ἀλλὰ καὶ σφόδρα τηροῦντες τούτοις ἐχρῶντο. Ταῦτα δὲ ἐλέγομεν, οὐκ εἰς περιουσίαν χρημάτων ὑμᾶς ἀλείφοντες, οὐδὲ παρακαλοῦντες πλείω τῆς χρείας κεκτῆσθαι, ἀλλ' ἵνα ἔχητε πρὸς τοὺς ἀπίστους ἀντιλέγειν τοὺς διαχλευάζοντας τὰ ἡμέτερα. Καὶ γὰρ ὁ Χριστὸς λύσας τὸν πρότερον νόμον, οὐχὶ οἰκίας, οὐδὲ ἀνδράποδα, οὐδὲ κλίνας, οὐδὲ ἀργυρώματα, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐκέλευσεν ἔχειν, ἀλλὰ τῆς ἀνάγκης ἀπηλλάχθαι τῶν πρότερον εἰρημένων. Καὶ ὁ Παῦλος δὲ οὕτω παρῄνει λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τὸ γὰρ περιττὸν τῆς χρείας εἰς τοὺς δεομένους ἀναλίσκεσθαι δεῖ· καθάπερ οὖν καὶ οὗτοι ἐποίουν, Πρίσκιλλα καὶ Ἀκύλας. Διόπερ αὐτοὺς ἐπαινεῖ καὶ θαυμάζει, καὶ μέγιστον αὐτῶν συντίθησιν ἐγκώμιον. Εἰπὼν γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Κυρίῳ, καὶ τὴν αἰτίαν τίθησι τῆς τοιαύτης ἀγάπης. Ποίαν δὴ ταύτην; Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου, φησὶ, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Οὐκοῦν διὰ τοῦτο αὐτοὺς ἀγαπᾷς καὶ φιλεῖς, ἴσως εἴποι τις; Μάλιστα μὲν οὖν· εἰ καὶ τοῦτο μόνον ἦν, ἀρκοῦν ἐγκώμιον ἦν. Ὁ γὰρ τὸν στρατηγὸν σώσας, τοὺς στρατιώτας διέσωσεν ἄν· ὁ τὸν ἰατρὸν ἀπαλλάξας τῶν κινδύνων, τοὺς κάμνοντας εἰς ὑγείαν ἐπανήγαγεν· ὁ τὸν κυβερνήτην ἐξαρπάσας τοῦ κλύδωνος, τὸ πλοῖον ὅλον τῶν κυμάτων ἀπήλλαξεν· οὕτω καὶ οἱ τὸν διδάσκαλον τῆς οἰκουμένης διασώσαντες, καὶ τὸ αἷμα τὸ ἑαυτῶν ἐκχέαντες ὑπὲρ τῆς ἐκείνου σωτηρίας, κοινοὶ τῆς οἰκουμένης ἦσαν εὐεργέται, ἐν τῇ περὶ τὸν διδάσκαλον προνοίᾳ τοὺς μαθητὰς ἅπαντας διασώσαντες. Ἵνα δὲ μάθῃς, ὅτι οὐ περὶ τὸν διδάσκαλον ἦσαν τοιοῦτοι μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀδελφῶν τὴν αὐτὴν ἐπεδείκνυντο πρόνοιαν, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, ἐπήγαγε λέγων· Οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Τί λέγεις; σκηνοποιοῖς, πτωχοῖς χειροτέχναις, οὐδὲν πλέον τῆς ἀναγκαίας ἔχουσι τροφῆς, πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν εὐχαριστοῦσι; καὶ τί τοσοῦτον οἱ δύο οὗτοι Ἐκκλησίας τοσαύτας ὠφελῆσαι ἴσχυσαν; ποίαν χρημάτων εἶχον περιουσίαν; ποῖον δυναστείας μέγεθος; τίνα παρὰ ἄρχουσι παῤῥησίαν; Χρημάτων μὲν περιουσίαν καὶ δυναστείαν παρὰ τοῖς κρατοῦσιν οὐκ ἐκέκτηντο· ὃ δὲ τούτων ἁπάντων μεῖζον ἦν, προθυμίαν γενναίαν καὶ ψυχὴν πρὸς κινδύνους παρατεταγμένην μετὰ πολλῆς τῆς περιουσίας εἶχον. Διὰ τοῦτο πολλῶν εὐεργέται ἐγένοντο καὶ σωτῆρες. Οὐ γὰρ οὕτως οἱ πλουτοῦντες καὶ ψοφοδεεῖς ὡς οἱ πενίᾳ συζῶντες καὶ μεγαλόψυχοι τὰς Ἐκκλησίας ὠφελεῖν δύναιντ' ἄν. Καὶ μηδεὶς παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον· ἀληθὲς γάρ ἐστι, καὶ ἀπ' αὐτῶν δείκνυται τῶν πραγμάτων. Ὁ μὲν γὰρ πλούσιος πολλὰς ἔχει τοῦ παραβλάπτεσθαι τὰς λαβάς. Δέδοικεν ὑπὲρ οἰκίας, ὑπὲρ οἰκετῶν, ὑπὲρ ἀγρῶν, ὑπὲρ χρημάτων, μή τις αὐτόν τι τούτων ἀφέληται. Καὶ τὸ πολλῶν εἶναι κύριον, πολλῶν εἶναι δοῦλον ποιεῖ. Ὁ μέντοι πένης, εὔζωνός τις ὢν καὶ πάσας ταύτας ἀποθέμενος τὰς λαβὰς, λέων ἐστὶ πῦρ πνέων, καὶ ψυχὴν ἔχει γενναίαν, καὶ πάντων ἐξανιστάμενος ῥᾳδίως ἅπαντα πράττει τὰ δυνάμενα τὰς Ἐκκλησίας ὠφελεῖν, κἂν ἐλέγξαι δέῃ, κἂν ἐπιτιμῆσαι, κἂν μυρίας διὰ τὸν Χριστὸν ἀναδέξασθαι ἐπαχθείας· καὶ ἐπειδὴ ἅπαξ τῆς ζωῆς ὑπερεῖδε τῆς παρούσης, πάντα ῥᾳδίως καὶ μετὰ πολλῆς ποιεῖ τῆς εὐκολίας. Τί γὰρ καὶ δέδοικεν, εἰπέ μοι; Μή τις αὐτοῦ τὰ χρήματα ἀφέληται; Ἀλλ' οὐκ ἔστι τοῦτο εἰπεῖν. Ἀλλὰ μὴ τῆς πατρίδος ἐκπέσῃ; Ἀλλὰ πᾶσα ἡ ὑπ' οὐρανὸν πόλις αὐτῷ ἐστιν. Ἀλλὰ μὴ τῆς τρυφῆς αὐτόν τις περικόψῃ καὶ τῆς δορυφορίας; Ἀλλὰ καὶ τούτοις ἅπασι χαίρειν εἰπὼν, ἐν οὐρανῷ πολιτεύεται, καὶ πρὸς τὴν μέλλουσαν ἐπείγεται ζωήν. Κἂν αὐτὴν ἐπιδοῦναι δέῃ τὴν ψυχὴν, καὶ τὸ αἷμα εἰσενεγκεῖν, οὐ παραιτήσεται. Ἐντεῦθεν ὁ τοιοῦτος καὶ τυράννων, καὶ βασιλέων, καὶ δήμων, καὶ πάντων ἐστὶ δυνατώτερός τε καὶ εὐπορώτερος. Καὶ ἵνα μάθῃς ὅτι οὐ κολακεία τὸ λεγόμενον, ἀλλ' ἀληθῶς, οἱ μηδὲν κεκτημένοι, οὗτοι μάλιστα πάντων ἐλευθεροστομεῖν δύναιντ' ἂν, πόσοι πλούσιοι κατὰ τὸν καιρὸν ἦσαν Ἡρώδου; πόσοι δυνάσται; τίς παρῆλθεν εἰς μέσον; τίς ἐπετίμησε τῷ τυράννῳ; τίς ἤμυνεν ἀδικουμένοις τοῖς τοῦ Θεοῦ νόμοις; Τῶν μὲν εὐπόρων οὐδείς· ὁ δὲ πένης καὶ πτωχὸς, ὁ μὴ κλίνην, μήτε τράπεζαν, μήτε στέγην ἔχων, ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης, οὗτος μόνος καὶ πρῶτος μετὰ παῤῥησίας ἁπάσης τὸν τύραννον ἤλεγχε, καὶ τοὺς μοιχαλίους ἐξεκάλυπτε γάμους, καὶ παρόντων ἁπάντων καὶ ἀκουόντων, τὴν καταδικάζουσαν αὐτὸν ἐξέφερε ψῆφον. Καὶ πρὸ τούτου δὲ πάλιν ὁ μέγας Ἠλίας, τῆς μηλωτῆς μηδὲν κεκτημένος πλέον, τὸν ἀσεβῆ καὶ παράνομον Ἀχαὰβ ἐκεῖνον μόνος ἤλεγξε μετὰ πολλῆς ἀνδρείας, Οὐδὲν γὰρ οὕτως ἐλευθεροστομεῖν παρασκευάζει, καὶ θαῤῥεῖν ἐν ἅπασι πείθει τοῖς δεινοῖς, καὶ ἀναλώτους ἐργάζεται καὶ ἰσχυροὺς, ὡς τὸ μηδὲν κεκτῆσθαι, μηδὲ περιβολήν τινα πραγμάτων ἔχειν. Ὥστε εἴ τις βούλοιτο πολλὴν κεκτῆσθαι δύναμιν ἀσπασάσθω πενίαν, καταφρονείτω τῆς παρούσης ζωῆς, μηδὲν εἶναι νομιζέτω θάνατον. Οὗτος οὐχὶ τῶν εὐπόρων μόνον, οὐδὲ τῶν ἀρχόντων, ἀλλὰ καὶ αὐτῶν τῶν βασιλευόντων πλείονα τὰς Ἐκκλησίας ὠφελῆσαι δυνήσεται. Οἱ μὲν γὰρ βασιλεύοντες καὶ οἱ εὔποροι, ὅσα ἂν ποιήσωσιν, ἀπὸ χρημάτων ποιοῦσιν· ὁ δὲ τοιοῦτος πολλάκις καὶ ἀπὸ κινδύνων καὶ ἀπὸ θανάτων πολλὰ καὶ μεγάλα συνετέλεσεν. Ὅσῳ δὲ χρυσίου παντὸς τιμιώτερον αἷμα, τοσούτῳ βελτίων ἐκείνης αὕτη ἡ εἰσφορά.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg069.local001/.
