# In illud: Salutate Priscillam et Aquilam (sermones 1-2) 5.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2), ΕΙΣ ΑΚΥΛΑΝ ΚΑΙ ΠΡΙΣΚΙΛΛΑΝ Καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-salutate-priscillam-et-aquilam-sermones-1-2/5.1-2

Τοιοῦτοί τινες ἦσαν καὶ οὗτοι οἱ Παύλου ξενοδόχοι, ἡ Πρίσκιλλα καὶ ὁ Ἀκύλας, οἳ χρημάτων μὲν περιουσίαν οὐκ εἶχον, πλούτου δὲ παντὸς εὐπορωτέραν ἐκέκτηντο γνώμην, καθ' ἑκάστην ἀποθανεῖσθαι προσδοκῶντες ἡμέραν, καὶ ἐν σφαγαῖς καὶ αἵμασι ζῶντες, καὶ διὰ παντὸς μαρτυροῦντες τοῦ χρόνου. Διὰ τοῦτο ἤνθει τὰ ἡμέτερα κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι οὕτω μὲν οἱ μαθηταὶ τοῖς διδασκάλοις, οὕτω δὲ οἱ διδάσκαλοι συνεδέδεντο τοῖς μαθηταῖς. Οὐ γὰρ δὴ περὶ τούτων μόνον φησὶν ὁ Παῦλος, ἀλλὰ καὶ περὶ ἑτέρων πολλῶν. Καὶ γὰρ Ἑβραίοις καὶ Θεσσαλονικεῦσι γράφων καὶ Γαλάταις, πολλὴν ἅπασι μαρτυρεῖ πειρασμῶν ἐπαγωγὴν, καὶ δείκνυσι δι' ὧν ἐπέστελλεν, ὅτι καὶ ἠλαύνοντο καὶ τῆς πατρίδος ἐξέπιπτον, καὶ τὰς οὐσίας ἀπώλλυον, καὶ μέχρις αὐτοῦ τοῦ αἵματος ἐκινδύνευον· καὶ ἅπας ἐναγώνιος αὐτοῖς ὁ βίος ἦν, καὶ αὐτὰ δὲ ἀκρωτηριασθῆναι τὰ μέλη οὐκ ἂν ὑπὲρ τῶν διδασκάλων παρῃτήσαντο. Τοῖς γοῦν Γαλάταις ἐπιστέλλων ἔλεγε· Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Καὶ τὸν Ἐπαφρᾶν δὲ τὸν ἐν Κολοσσαῖς ἐπὶ τοῖς αὐτοῖς ἀποδέχεται πάλιν, εἰπὼν, ὅτι Ἠσθένησε παραπλήσιον θανάτου, καὶ ἠλέησεν αὐτὸν ὁ Θεὸς, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Οὕτω δὲ εἶπε δεικνὺς, ὅτι δικαίως ἔμελλεν ἀλγεῖν ἐπὶ τῇ τελευτῇ τοῦ μαθητοῦ. Καὶ τὴν ἀρετὴν δὲ αὐτοῦ πάλιν ἐκκαλύπτει πᾶσιν, οὑτωσὶ λέγων, ὅτι Ἤγγισε μέχρι θανάτου παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Τί γένοιτ' ἂν ἐκείνων μακαριώτερον, τί δὲ ἡμῶν ἀθλιώτερον; εἴ γε ἐκεῖνοι μὲν καὶ τὸ αἷμα, καὶ τὴν ψυχὴν ὑπὲρ τῶν διδασκάλων προΐεντο, ἡμεῖς δὲ οὐδὲ ῥῆμα ψιλὸν πολλάκις προέσθαι τολμῶμεν ὑπὲρ τῶν κοινῶν πατέρων, ἀλλὰ ἀκούοντες αὐτοὺς βλασφημουμένους, λοιδορουμένους κακῶς καὶ παρὰ τῶν οἰκείων καὶ παρὰ τῶν ἀλλοτρίων, οὐκ ἐπιστομίζομεν τοὺς λέγοντας, οὐ κωλύομεν, οὐκ ἐλέγχομεν. Εἴθε μὲν οὖν μὴ αὐτοὶ τῆς κακηγορίας ἤρχομεν ταύτης. Νυνὶ δὲ οὐ τοσαῦτα παρὰ τῶν ἀπίστων σκώμματα καὶ ὀνείδη, ὅσα παρὰ τῶν δοκούντων εἶναι πιστῶν καὶ μεθ' ἡμῶν τετάχθαι γινόμενα εἰς τοὺς ἄρχοντας ἴδοι τις ἄν. Ἔτι οὖν ζητήσομεν πόθεν ῥᾳθυμία τοσαύτη καὶ εὐλαβείας ὑπεροψία γέγονεν, ὅταν οὕτως ὦμεν ἀπεχθῶς πρὸς τοὺς πατέρας διακείμενοι τοὺς ἡμετέρους; Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν, ὃ καταλῦσαι καὶ διαφθεῖραι Ἐκκλησίαν δύναιτ' ἂν, μᾶλλον δὲ οὐκ ἔστιν οὕτω γενέσθαι τοῦτο ἀλλαχόθεν ῥᾳδίως, ἀλλ' ἢ ὅταν οἱ μαθηταὶ τοῖς διδασκάλοις, καὶ τοῖς πατράσιν οἱ παῖδες, καὶ τοῖς ἄρχουσιν οἱ ἀρχόμενοι μὴ μετὰ πολλῆς ὦσι συνδεδεμένοι τῆς ἀκριβείας. Εἶτα ἂν μὲν τὸν ἀδελφόν τις εἴπῃ κακῶς, καὶ τῆς ἀναγνώσεως τῶν θείων ἀπείργεται Γραφῶν. Ἵνα τί γὰρ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; φησὶν ὁ Θεός· εἶτα τὴν αἰτίαν τιθεὶς, ἐπήγαγε· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Τὸν πνευματικὸν δὲ πατέρα κατηγορῶν, ἄξιον εἶναι νομίζεις σαυτὸν ἐπιβῆναι τῶν ἱερῶν προθύρων; Καὶ πῶς ἂν ἔχοι λόγον; Εἰ γὰρ οἱ κακολογοῦντες πατέρα ἢ μητέρα θανάτῳ τελευτῶσι, ποίας ἄξιος ἔσται δίκης ὁ τὸν πολλῷ τῶν γονέων ἐκείνων ἀναγκαιότερον ὄντα καὶ βελτίω τολμῶν λέγειν κακῶς; Καὶ οὐ δέδοικε, μήποτε διαστᾶσα ἡ γῆ παντελῶς αὐτὸν ἀφανίσῃ, ἢ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ τὴν κατήγορον γλῶτταν; Οὐκ ἤκουσας τί πέπονθεν ἡ Μωϋσέως ἀδελφὴ κατειποῦσα τοῦ ἄρχοντος; πῶς ἀκάθαρτος γέγονε, καὶ εἰς λέπραν ἐνέπεσε, καὶ τὴν ἐσχάτην ὑπέμεινεν ἀτιμίαν, καὶ τοῦ ἀδελφοῦ παρακαλοῦντος καὶ τῷ Θεῷ προσπίπτοντος, οὐδεμιᾶς ἔτυχε συγγνώμης, ἀλλὰ καὶ ἐκθεμένη τὸν ἅγιον ἐκεῖνον, καὶ πρὸς τὴν ἀνατροφὴν αὐτοῦ συντελέσασα, καὶ ὅπως ἡ μήτηρ γένοιτο τροφὸς, καὶ μὴ ἐν βαρβαρικῇ χειρὶ τραφῇ τὸ παιδίον ἐξαρχῆς συμπράξασα, καὶ μετὰ ταῦτα στρατηγήσασα τοῦ γυναικείου γένους, καθάπερ Μωϋσῆς τοῦ τῶν ἀνδρῶν, καὶ πάντα συνδιενεγκοῦσα τὰ δεινὰ, καὶ ἀδελφὴ Μωϋσέως οὖσα, οὐδὲν ὅμως ἀπὸ τούτων ἁπάντων ἐκέρδανεν εἰς τὸ διαφυγεῖν τὴν ὀργὴν τοῦ Θεοῦ ἐπὶ τῇ κακηγορίᾳ; ἀλλ' ὁ Μωϋσῆς, ὁ τοσοῦτον λαὸν ἐξαιτησάμενος μετὰ τὴν ἄφατον ἀσέβειαν ἐκείνην, οὗτος ὑπὲρ τῆς ἀδελφῆς προσπίπτων καὶ συγγνώμην αἰτῶν, οὐκ ἴσχυσεν ἵλεω ποιῆσαι τὸν Θεὸν, ἀλλὰ καὶ ἐπετιμᾶτο σφοδρῶς· ἵνα μάθωμεν ἡμεῖς ὅσον κακόν ἐστι, τὸ τοὺς ἄρχοντας λέγειν κακῶς, καὶ τοὺς ἑτέρων κρίνειν βίους. Καὶ γὰρ ἐπὶ τῆς ἡμέρας ἐκείνης, οὐκ ἀφ' ὧν ἁμαρτάνομεν μόνον, ἀλλὰ καὶ ἀφ' ὧν ἑτέροις ἐψηφισάμεθα, κρινεῖ πάντως ἡμῖν ὁ Θεός· καὶ πολλάκις ὃ τῇ φύσει κοῦφόν ἐστιν ἁμάρτημα, τοῦτο χαλεπὸν καὶ ἀσύγγνωστον γίγνεται τῇ τοῦ ἁμαρτάνοντος περὶ ἑτέρου κρίσει. Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν αὐτὸ σαφὲς ποιῆσαι πειράσομαι. Ἥμαρτέ τις· ἕτερον ἁμαρτάνοντα τὴν αὐτὴν ἁμαρτίαν κατεδίκασε σφοδρῶς. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ τοσαύτην ἐπισπᾶται κόλασιν, ὅσην ἡ φύσις τῆς ἁμαρτίας ἀπαιτεῖ, ἀλλὰ καὶ διπλασίονα πολλῷ καὶ τριπλασίονα· οὐ γὰρ ἀφ' ὧν αὐτὸς ἥμαρτεν, ἀλλ' ἀφ' ὧν ἕτερον ἁμαρτάνοντα τὰ αὐτὰ χαλεπῶς ἐκόλασε, ψηφιεῖται αὐτῷ τὴν τιμωρίαν ὁ Θεός. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀπὸ τῶν γεγενημένων καὶ ἐκβάντων, μειζόνως, ὅπερ ὑπεσχόμην ὑμῖν, αὐτὸ ποιήσω καταφανές. Ὁ Φαρισαῖος, καίτοι γε αὐτὸς οὐδὲν ἁμαρτὼν, ἀλλὰ καὶ ἐν δικαιοσύνῃ ζήσας, καὶ πολλὰ ἔχων κατορθώματα εἰπεῖν, ἐπειδὴ τὸν τελώνην, τὸν ἅρπαγα καὶ πλεονέκτην καὶ παρανομώτατον κατεδίκασε, τοσαύτην ἔδωκε δίκην, ὡς ἐκείνου μείζονι τηρεῖσθαι κολάσει. Εἰ δὲ ὁ μηδὲν μὲν ἁμαρτὼν αὐτὸς, ἁμαρτάνοντα δὲ ἕτερον καὶ περιφανῆ πᾶσιν ἐπὶ παρανομίαις ὄντα, ῥήματι ψιλῷ καταδικάσας τοσαύτην ἐπεσπάσατο κόλασιν, οἱ πολλὰ μὲν καθ' ἑκάστην ἡμέραν ἁμαρτάνοντες, ἑτέρων δὲ βίους καταδικάζοντες, οὐδὲ ἐμφανεῖς ὄντας τινὶ, οὐδὲ δήλους, ἐννόησον ὅσην ὑποστησόμεθα κόλασιν, πῶς ἐκπεσούμεθα πάσης συγγνώμης. Ἐν ᾧ γὰρ κρίματι, φησὶ, κρίνετε, καὶ ὑμεῖς κριθήσεσθε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg069.local001/.
