# In illud: Salutate Priscillam et Aquilam (sermones 1-2) 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2), ΕΙΣ ΤΟ »Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν,» καὶ τὰ ἑξῆς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-salutate-priscillam-et-aquilam-sermones-1-2/5.1

Ταῦτα δὴ καὶ ἡμεῖς ἀπὸ τῆς προσρήσεως ταύτης μαθόντες, διὰ τῶν ἔργων αὐτῶν ἐπιδειξώμεθα· καὶ μήτε τοὺς πλουτοῦντας ἁπλῶς μακαρίζωμεν, μήτε τοὺς πτωχοὺς ἐξευτελίζωμεν, μηδὲ ἐπαισχυνώμεθα τέχναις, μηδὲ ὄνειδος εἶναι νομίζωμεν ἐργασίαν, ἀλλὰ ἀργίαν, καὶ τὸ μὴ ἔχειν τι ποιεῖν. Εἰ γὰρ ὄνειδος ἦν τὸ ἐργάζεσθαι, οὐκ ἂν αὐτὸ μετῆλθεν ὁ Παῦλος, οὐκ ἂν ἐπ' αὐτῷ μεῖζον ἐφρόνησεν, οὕτω λέγων· Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα. Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Εἰ δὲ τέχνη ὄνειδος ἦν, οὐκ ἂν τοὺς μὴ ἐργαζομένους ἐκέλευσε μηδὲ ἐσθίειν. Ἁμαρτία γὰρ μόνον ἐστὶν ὄνειδος· ταύτην δὲ ἀργία τίκτειν εἴωθε, καὶ οὐ μίαν καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ πᾶσαν ὁμοῦ τὴν πονηρίαν. Διὰ τοῦτο καί τις σοφὸς δεικνὺς, ὅτι πᾶσαν τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία, καὶ περὶ οἰκετῶν διαλεγόμενός φησιν· Ἔμβαλε αὐτὸν εἰς ἔργον, ἵνα μὴ ἀργῇ. Ὅπερ γάρ ἐστιν ὁ χαλινὸς τῷ ἵππῳ, τοῦτο τὸ ἔργον τῇ φύσει τῇ ἡμετέρᾳ. Εἰ καλὸν ἦν ἡ ἀργία, πάντα ἂν ἄσπαρτα καὶ ἀνήροτα ἡ γῆ ἀνεβλάστανεν· ἀλλ' οὐδὲν τοιοῦτον ἐργάζεται. Πρώην μὲν οὖν ἐκέλευσεν ἀνήροτα πάντα ἐκβαλεῖν ὁ Θεός· νυνὶ δὲ οὐκ ἐποίησεν οὕτως, ἀλλὰ καὶ ζεῦξαι βόας, καὶ ἄροτρον ἑλκύσαι, καὶ αὔλακα ἀνατεμεῖν, καὶ σπέρματα καταβάλλειν, καὶ ἑτέροις πολλοῖς τρόποις θεραπεῦσαι καὶ ἄμπελον καὶ δένδρα καὶ σπέρματα τοῖς ἀνθρώποις ἐνομοθέτησεν, ἵν' ἡ τῆς ἐργασίας ἀσχολία πάσης ἀπάγῃ πονηρίας τὴν τῶν ἐργαζομένων διάνοιαν. Ἐξ ἀρχῆς μὲν οὖν, ἵνα τὴν δύναμιν ἐπιδείξηται τὴν ἑαυτοῦ, χωρὶς τῶν πόνων τῶν ἡμετέρων ἅπαντα ἀναδοθῆναι παρεσκεύασε· Βλαστησάτω γὰρ ἡ γῆ βοτάνην χόρτου, φησί· καὶ πάντα ἐκόμα εὐθέως· μετὰ δὲ ταῦτα οὐχ οὕτως· ἀλλὰ καὶ διὰ τῶν ἡμετέρων αὐτὰ πόνων ἐκφέρεσθαι ἐκέλευσεν ἐκ τῆς γῆς, ἵνα μάθῃς ὅτι διὰ τὸ χρήσιμον ἡμῖν καὶ λυσιτελὲς τὸν πόνον εἰσήγαγε. Καὶ δοκεῖ μὲν εἶναι κόλασις καὶ τιμωρία τὸ ἀκοῦσαι, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· τὸ δὲ ἀληθὲς, νουθεσία τίς ἐστι καὶ σωφρονισμὸς, καὶ τῶν τραυμάτων τῶν ἀπὸ τῆς ἁμαρτίας γενομένων φάρμακον. Διὰ ταῦτα καὶ Παῦλος εἰργάζετο διηνεκῶς, οὐκ ἐν ἡμέρᾳ μόνῃ, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ νυκτί· καὶ τοῦτο βοᾷ λέγων· Νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Καὶ οὐχ ἁπλῶς τέρψεως ἕνεκεν καὶ ψυχαγωγίας τὸ ἔργον μετῄει, καθάπερ πολλοὶ τῶν ἀδελφῶν, ἀλλὰ τοσοῦτον ἐπεδείκνυτο περὶ αὐτὸ πόνον, ὡς καὶ ἑτέροις δυνηθῆναι ἐπικουρῆσαι. Ταῖς γὰρ χρείαις μου, φησὶ, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Ἄνθρωπος δαίμοσιν ἐπιτάττων, τῆς οἰκουμένης διδάσκαλος ὢν, τοὺς τὴν γῆν οἰκοῦντας ἅπαντας ἐπιτραπεὶς, καὶ τὰς ὑφ' ἡλίῳ κειμένας Ἐκκλησίας ἁπάσας, καὶ δήμους καὶ ἔθνη καὶ πόλεις μετὰ πολλῆς θεραπεύων ἐπιμελείας, νύκτα καὶ ἡμέραν εἰργάζετο, καὶ οὐδὲ μικρὸν ἀνέπνει τῶν πόνων ἐκείνων. Ἡμεῖς δὲ, οὐδὲ τὸ μυριοστὸν τῆς ἐκείνου φροντίδος μετιόντες, μᾶλλον δὲ οὐδὲ εἰς νοῦν λαβεῖν δυνάμενοι, διατελοῦμεν ἐν ἀργίᾳ ζῶντες διηνεκῶς. Καὶ ποίαν ἕξομεν ἀπολογίαν, ἢ τίνα συγγνώμην, εἰπέ μοι; Ἐντεῦθεν ἅπαντα εἰς τὸν βίον εἰσενήνεκται τὰ κακὰ, ὅτι πολλοὶ μεγίστην ἀξίαν εἶναι νομίζουσι, τὸ μὴ τὰς ἑαυτῶν μεταχειρίζειν τέχνας, καὶ ἐσχάτην κατηγορίαν, τὸ φανῆναί τι τοιοῦτον εἰδότας. Καὶ Παῦλος μὲν οὐκ ᾐσχύνετο ὁμοῦ καὶ σμίλην μεταχειρίζων, καὶ δέρματα ῥάπτων, καὶ τοῖς ἐν ἀξιώμασι διαλεγόμενος, ἀλλὰ καὶ ἐνεκαλλωπίζετο τῷ πράγματι, μυρίων πρὸς αὐτὸν λαμπρῶν καὶ ἐπισήμων ἀφικνουμένων ἀνθρώπων. Καὶ οὐ μόνον οὐκ ἐπῃσχύνετο ταῦτα ποιῶν, ἀλλὰ καὶ καθάπερ ἐν στήλῃ χαλκῇ ταῖς ἐπιστολαῖς ἐξεπόμπευσεν ἑαυτοῦ τὸ ἐπιτήδευμα. Ὅπερ οὖν ἐξ ἀρχῆς ἔμαθε, καὶ μετὰ ταῦτα αὐτὸ μετεχείριζε, καὶ τότε μετὰ τὸ εἰς οὐρανὸν τρίτον ἁρπαγῆναι, μετὰ τὸ εἰς παράδεισον ἀπενεχθῆναι, μετὰ τὸ κοινωνῆσαι ῥημάτων ἀποῤῥήτων τῷ Θεῷ· ἡμεῖς δὲ, οὐδὲ τῶν ὑποδημάτων ὄντες ἄξιοι τῶν ἐκείνου, αἰσχυνόμεθα τούτοις, ἐφ' οἷς ἐκεῖνος ἐνηβρύνετο· καὶ καθ' ἑκάστην μὲν ἡμέραν πλημμελοῦντες, οὐδὲ ἐπιστρεφόμεθα, οὐδὲ ὄνειδος εἶναι νομίζομεν· τὸ δὲ ἐκ δικαίων πόνων ζῇν, ὡς αἰσχρὸν καὶ καταγέλαστον φεύγομεν. Τίνα οὖν ἕξομεν ἐλπίδα σωτηρίας, εἰπέ μοι; Τὸν γὰρ αἰσχυνόμενον, ἁμαρτίαν αἰσχύνεσθαι δεῖ, καὶ τὸ τῷ Θεῷ προσκροῦσαι, καὶ τὸ ποιῆσαί τι τῶν οὐ δεόντων, ἐπὶ δὲ τέχναις καὶ ἐργασίαις καὶ ἐναβρύνεσθαι. Οὕτω γὰρ καὶ πονηρὰν ἔννοιαν τῇ τῆς ἐργασίας ἀσχολίᾳ τῆς διανοίας ἐκβαλοῦμεν ῥᾳδίως, καὶ τοῖς δεομένοις ἐπικουρήσομεν, καὶ τὰς ἑτέρων οὐκ ἐνοχλήσομεν θύρας, καὶ τὸν νόμον τοῦ Χριστοῦ πληρώσομεν τὸν εἰπόντα· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Διὰ γὰρ τοῦτο χεῖρας ἔχομεν, ἵνα ἑαυτοῖς βοηθῶμεν, καὶ τοῖς τὰ σώματα πεπηρωμένοις ἐκ τῶν ἡμετέρων εἰσφέρωμεν τὰ κατὰ δύναμιν ἅπαντα· ὡς ἐάν τις ἀργῶν διατελῇ, κἂν ὑγιαίνῃ, τῶν πυρεττόντων ἐστὶν ἀθλιώτερος· οἱ μὲν γὰρ παρὰ τῆς ἀσθενείας ἔχουσι συγγνώμην, καὶ τύχοιεν ἂν ἐλέου· οὗτοι δὲ καταισχύνοντες τὴν τοῦ σώματος εὐεξίαν, εἰκότως ἂν παρὰ πάντων μισοῦνται, ὡς καὶ τοὺς τοῦ Θεοῦ παραβαίνοντες νόμους, καὶ τῇ τραπέζῃ τῶν ἀσθενούντων λυμαινόμενοι, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν φαυλοτέραν ποιοῦντες. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι δέον οἴκοθεν καὶ παρ' ἑαυτῶν τρέφεσθαι, τὰς ἑτέρων ἐνοχλοῦσιν οἰκίας, ἀλλ' ὅτι καὶ πάντων αὐτοὶ γίνονται χείρους. Οὐ γάρ ἐστιν, οὐκ ἔστι τῶν πάντων οὐδὲν, ὃ μὴ διὰ τῆς ἀργίας ἀπόλλυται. Καὶ γὰρ ὕδωρ, τὸ μὲν ἑστηκὸς σήπεται, τὸ δὲ τρέχον καὶ πανταχοῦ πλανώμενον τὴν ἀρετὴν διασώζει τὴν ἑαυτοῦ· καὶ σίδηρος, ὁ μὲν ἐν ἀργίᾳ κείμενος, ἁπαλώτερός τε καὶ φαυλότερος, ἰῷ πολλῷ δαπανώμενος, γίνεται· ὁ δὲ ἐν ἐργασίαις ὢν, πολὺ χρησιμώτερος καὶ εὐπρεπέστερος, ἀργύρου παντὸς οὐδὲν ἔλαττον ἀποστίλβων. Καὶ γῆν μὲν τὴν ἀργοῦσαν ἴδοι τις ἂν οὐδὲν ὑγιὲς ἐκφέρουσαν, ἀλλὰ πονηρὰς βοτάνας καὶ ἀκάνθας καὶ τριβόλους καὶ ἄκαρπα δένδρα, τὴν δὲ ἐργασίας ἀπολαύουσαν, καρποῖς ἡμέροις κομῶσαν. Καὶ ἕκαστον δὲ τῶν ὄντων, ὡς εἰπεῖν ἁπλῶς, ὑπὸ μὲν τῆς ἀργίας φθείρεται, ὑπὸ δὲ τῆς οἰκείας ἐργασίας χρησιμώτερον γίνεται. Ταῦτα οὖν εἰδότες ἅπαντα, καὶ πόσον μὲν ἀπὸ τῆς ἀργίας τὸ βλάβος, πόσον δὲ ἀπὸ τῆς ἐργασίας τὸ κέρδος, τὴν μὲν φεύγωμεν, τὴν δὲ διώκωμεν, ἵνα καὶ τὸν παρόντα βίον εὐσχημόνως ζήσωμεν, καὶ δεομένοις ἐκ τῶν ἐνόντων ἐπικουρήσωμεν, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀμείνω κατασκευάσαντες τύχωμεν τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg069.local001/.
