# In illud: Salutate Priscillam et Aquilam (sermones 1-2) 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2), ΕΙΣ ΑΚΥΛΑΝ ΚΑΙ ΠΡΙΣΚΙΛΛΑΝ Καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-salutate-priscillam-et-aquilam-sermones-1-2/6.1

Διὰ δὴ ταῦτα ἀντιβολῶ, καὶ παραινῶ, καὶ δέομαι, ταύτης ἀποστῆναι τῆς πονηρᾶς συνηθείας. Τοὺς μὲν γὰρ ἱερέας κακῶς ἀκούοντας οὐδὲν παραβλάψομεν, οὐ μόνον ἂν ψευδῆ τὰ λεγόμενα ᾖ, ἀλλὰ κἂν ἀληθῆ· ἐπεὶ καὶ ὁ Φαρισαῖος τὸν τελώνην οὐδὲν κατέβλαψεν, ἀλλὰ καὶ ὠφέλησε, καίτοι γε ἀληθῆ περὶ αὐτοῦ λέγων· ἡμεῖς δὲ ἑαυτοὺς τοῖς ἐσχάτοις περιβαλοῦμεν κακοῖς· ἐπεὶ καὶ ὁ Φαρισαῖος καθ' ἑαυτοῦ τὸ ξίφος ὤθησε, καὶ καιρίαν πληγὴν λαβὼν ἀπῆλθεν. Ἵνα οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, κρατῶμεν ἀκολάστου γλώττης. Εἰ γὰρ τὸν τελώνην εἰπὼν κακῶς, οὐ διέφυγεν ἐκεῖνος, οἱ τοὺς πατέρας ἡμῶν κακῶς λέγοντες, ποίαν ἕξομεν ἀπολογίαν; εἰ τὸν ἀδελφὸν βλασφημήσασα Μαρία ἅπαξ, τοσαύτην ἔδωκε δίκην, ποίας σωτηρίας ἡμῖν ἐλπὶς, ὅταν μυρίαις καθ' ἑκάστην ἡμέραν τοὺς ἄρχοντας πλύνωμεν λοιδορίαις; Μὴ γάρ μοι τοῦτο λεγέτω τις, ὅτι ἐκεῖνος Μωϋσῆς ἦν· δυνήσομαι γὰρ εἰπεῖν καὶ ἐγὼ, ὅτι κἀκείνη Μαρία ἦν. Ἄλλως δὲ, ἵνα καὶ τοῦτο αὐτὸ μάθῃς σαφῶς, ὅτι εἰ καὶ ἐγκλημάτων ὑπεύθυνοι ὦσιν οἱ ἱερεῖς, οὐδὲ οὕτω σοι θέμις τὸν ἐκείνων βίον κρίνειν, ἄκουσον τί φησι περὶ τῶν ἀρχόντων τῶν Ἰουδαϊκῶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ τί γένοιτ' ἂν χεῖρον ἐκείνων, ὧν ὁ ζῆλος ἔφθειρε τοὺς μαθητευομένους; Ἀλλ' ὅμως οὐδὲ οὕτω κατεβίβασεν αὐτοὺς ἀπὸ τῆς ἀξίας, οὐδὲ εὐκαταφρονήτους ἐποίησεν εἶναι τοῖς ἀρχομένοις· καὶ μάλα εἰκότως. Εἰ γὰρ ταύτης ἐπιλάβοιντο τῆς ἐξουσίας οἱ ἀρχόμενοι, ὀφθήσονται πάντας ἀποχειροτονοῦντες, καὶ ἐκ τοῦ βήματος καταβιβάζοντες. Διὰ τοῦτο καὶ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων ὑβρίσας, καὶ εἰπὼν, Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με; ἐπειδή τινων ἤκουσεν ἐπιστομιζόντων αὐτὸν, καὶ λεγόντων, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; δεῖξαι βουλόμενος, ὅσην ἀπονέμειν δεῖ τοῖς ἄρχουσι τὴν αἰδῶ καὶ τὴν τιμὴν, τί φησιν; Οὐκ ᾔδειν ὅτι ἀρχιερεὺς τοῦ Θεοῦ ἦν. Διὰ τοῦτο καὶ Δαυῒδ παρανομοῦντα λαβὼν τὸν Σαοὺλ, καὶ φόνου πνέοντα, καὶ μυρίας ὄντα κολάσεως ἄξιον, οὐ μόνον αὐτοῦ τῆς ζωῆς ἐφείσατο, ἀλλ' οὔτε ῥῆμα φορτικὸν εἰς αὐτὸν ἐκβαλεῖν ὑπέμεινε· καὶ τὴν αἰτίαν τίθησι λέγων, ὅτι Χριστὸς Κυρίου ἐστίν. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἐκ πολλῆς τῆς περιουσίας ἔστιν ἰδεῖν, πῶς πόῤῥω που τὰ τῶν ἱερέων διορθοῦν τὸν ἀρχόμενον ἑστηκέναι χρή. Τῆς γὰρ κιβωτοῦ ποτε ἀναγομένης, ἐπειδή τινες τῶν ἀρχομένων περιτρεπομένην καὶ καταπίπτειν μέλλουσαν ἰδόντες ἀνώρθωσαν, ἐν αὐτῷ τῷ χωρίῳ δίκην ἔδοσαν, ὑπὸ τοῦ Κυρίου πληγέντες καὶ νεκροὶ μείναντες. Καίτοι γε οὐδὲν ἄτοπον ἐποίουν· οὐδὲ γὰρ ἀνέτρεπον τὴν κιβωτὸν, ἀλλ' ἀνατρέπεσθαι μέλλουσαν καὶ καταπίπτειν ἀνώρθουν. Ἀλλ' ἵνα ἐκ πολλῆς περιουσίας μάθῃς τῶν ἱερέων τὸ ἀξίωμα, καὶ πῶς οὐ θέμις τὸν ὑποτεταγμένον καὶ ἐν τάξει λαϊκῶν ὄντα τοιαῦτα ἐπανορθοῦν, ἀπέκτεινεν αὐτοὺς ἐν μέσῳ τῷ πλήθει, τοὺς ἄλλους πάντας ἐκ πολλῆς φοβῶν τῆς ὑπερβολῆς, καὶ πείθων μηδέποτε τοῖς τῆς ἱερωσύνης προσιέναι ἀδύτοις. Εἰ γὰρ δὴ μέλλοιεν ἕκαστοι ἐπὶ προφάσει τοῦ τὰ κακῶς γινόμενα διορθοῦν εἰς τὸ τῆς ἱερωσύνης εἰσάγειν ἑαυτοὺς ἀξίωμα, οὔτε πρόφασις ἐπιλείψει διορθώσεώς ποτε, οὔτε ἄρχοντα, οὔτε ἀρχόμενον διαγνωσόμεθα, ἀναμεμιγμένων πάντων ἀλλήλοις. Καὶ μή μέ τις νομίσῃ τῶν ἱερέων κατεγνωκότα ταῦτα λέγειν (διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, πολλὴν, ὡς καὶ ὑμεῖς ἴστε, τὴν ἐπιείκειαν ἐν ἅπασιν ἐπιδείκνυνται, καὶ οὐδεμίαν οὐδενί ποτε παρεσχήκασι λαβὴν), ἀλλ' ἵνα ὑμεῖς μάθητε, ὅτι εἰ καὶ μοχθηροὺς εἴχετε πατέρας καὶ φορτικοὺς διδασκάλους, οὐδὲ οὕτως ἀκίνδυνον ὑμῖν ἦν, οὐδὲ ἀσφαλὲς βλασφημεῖν αὐτοὺς καὶ λοιδορεῖσθαι. Εἰ γὰρ ἐπὶ τῶν σωματικῶν γονέων σοφός τίς φησι, Κἂν ἀπολίπῃ σύνεσιν, συγγνώμην ἔχε· τί γὰρ αὐτοῖς ἀποδώσεις, καθὼς αὐτοί σοι; πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτον φυλάττεσθαι χρὴ τὸν νόμον, καὶ τὸν ἑκάστου βίον ἑαυτὸν ἕκαστον περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, ἵνα μὴ ἀκούσωμεν κατ' ἐκείνην τὴν ἡμέραν, Ὑποκριτὰ, τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς δοκόν; Καὶ γὰρ ὑποκριτῶν ἔργον, τὸ δημοσίᾳ μὲν καὶ πάντων ὁρώντων τὰς χεῖρας φιλεῖν τῶν ἱερέων, καὶ γονάτων ἅπτεσθαι, καὶ παρακαλεῖν ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ δεομένους βαπτίσματος ἐπὶ τὰς ἐκείνων τρέχειν θύρας, οἴκοι δὲ καὶ ἐν ἀγοραῖς τοὺς τοσούτων ἀγαθῶν αἰτίους ἡμῖν καὶ διακόνους μυρίοις πλύνειν ὀνείδεσιν, ἢ ἑτέρων ὀνειδιζόντων ἀνέχεσθαι. Εἰ μὲν γὰρ ἀληθῶς κακὸς ὁ πατὴρ, πῶς αὐτὸν ἀξιόπιστον εἶναι νομίζεις διάκονον τῆς τῶν φρικτῶν ἐκείνων μυσταγωγίας; Εἰ δὲ ἀξιόπιστος ἐκείνων εἶναί σοι δοκεῖ διάκονος, τίνος ἕνεκεν ἀνέχῃ κακῶς ἑτέρων λεγόντων αὐτὸν, καὶ οὐκ ἐπιστομίζεις, οὐδὲ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις, ἵνα παρὰ τοῦ Θεοῦ πολὺν τὸν μισθὸν ἀπολάβῃς, καὶ παρ' αὐτῶν ἐκείνων τῶν κατηγορούντων τὸν ἔπαινον; Κἂν γὰρ μυριάκις ὦσιν ὑβρισταὶ, πάντως ἐπαινέσονταί σε καὶ ἀποδέξονται τῆς περὶ τοὺς πατέρας κηδεμονίας· ὥσπερ, ἂν μὴ τοῦτο ποιῶμεν, ἅπαντες ἡμῶν καταγνώσονται, καὶ αὐτοὶ οἱ κακῶς λέγοντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ ἐκεῖ τὴν ἐσχάτην δώσομεν δίκην. Οὐδὲν γὰρ οὕτω τὰς Ἐκκλησίας λυμαίνεται, ὡς τοῦτο τὸ νόσημα· καὶ καθάπερ σῶμα μὴ μετὰ ἀκριβείας συνδεδεμένον τῇ τῶν νευρῶν περιβολῇ, πολλὰς τίκτει τὰς ἀῤῥωστίας, καὶ ἀβίωτον ποιεῖ τὸν βίον· οὕτω καὶ Ἐκκλησία, μὴ σφοδρᾷ καὶ ἀῤῥαγεῖ τῇ τῆς ἀγάπης ἁλύσει περιβεβλημένη, μυρίους τίκτει πολέμους, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ αὔξει, καὶ πολλῶν πειρασμῶν γίνεται ὑπόθεσις. Ἵνα οὖν μὴ ταῦτα συμβαίνῃ, μηδὲ τὸν Θεὸν παροξύνωμεν, καὶ τὰ ἡμέτερα ἐπαυξήσωμεν κακὰ, καὶ τὴν κόλασιν ἀπαραίτητον παρασκευάζωμεν, καὶ πολλῆς ἀηδίας πληρῶμεν τὴν ζωὴν τὴν ἡμετέραν, πρὸς εὐφημίαν τὴν γλῶτταν μεταθέντες, τὸν ἑαυτῶν καθ' ἑκάστην ἡμέραν περιεργαζώμεθα βίον, καὶ τὴν ἑτέρων ζωὴν τῷ τὰ ἀπόῤῥητα μετὰ ἀκριβείας εἰδότι κρίνειν ἐπιτρέψαντες, αὐτοὶ τὰ ἑαυτῶν ἁμαρτήματα κρίνωμεν. Οὕτω γὰρ καὶ τὸ τῆς γεέννης δυνησόμεθα διαφυγεῖν πῦρ. Ὥσπερ γὰρ οἱ τὰ ἀλλότρια πολυπραγμονοῦντες κακὰ, τῶν οἰκείων οὐδένα ποιοῦνται λόγον· οὕτως οἱ δεδοικότες εἰς τὸν ἑτέρων παρακύψαι βίον, πολλὴν ἑαυτοῖς τῶν πεπλημμελημένων ποιήσονται τὴν φροντίδα· οἱ δὲ τὰ ἑαυτῶν ἀναλογιζόμενοι κακὰ, καὶ ταῦτα καθ' ἑκάστην κρίνοντες τὴν ἡμέραν, καὶ δίκας ἑαυτοὺς ἀπαιτοῦντες, ἥμερον ἕξουσι τότε τὸν δικαστήν. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ Κυρίου, Ἵν' οὖν διαφύγωμεν τὴν ψῆφον ἐκείνην, πάντα τὰ ἄλλα ἀφέντες, περιεργαζώμεθα τὴν ἑαυτῶν ζωὴν, καὶ κολάζωμεν τὸν λογισμὸν τὸν ἁμαρτάνειν ἀναπείθοντα, καὶ κατανύττωμεν τὸ συνειδὸς, καὶ λόγον ἑαυτοὺς ἀπαιτῶμεν τῶν πεπραγμένων ἡμῖν. Οὕτω γὰρ δυνησόμεθα κοῦφον τῶν ἁμαρτημάτων ποιήσαντες τὸ φορτίον, συγγνώμης ἀπολαῦσαι πολλῆς, καὶ τὸν παρόντα βίον μεθ' ἡδονῆς διάγειν, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg069.local001/.
