# In illud: Si esurierit inimicus 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Si esurierit inimicus, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-si-esurierit-inimicus/1.1

Οὐδὲν, ὡς ἔοικεν, ὠφελήσαμεν, μακρὸν λόγον πρώην πρὸς ὑμᾶς ἀποτείναντες ὑπὲρ τῆς περὶ τὰς συνάξεις σπουδῆς· πάλιν γὰρ ἡμῖν ἔρημος ἡ ἐκκλησία τῶν τέκνων. Διὸ καὶ πάλιν ἀναγκάζομαι ἐπαχθὴς φανῆναι καὶ βαρὺς, ἐπιτιμῶν τοῖς παροῦσιν, ἐγκαλῶν τοῖς ἀπολειφθεῖσιν· ἐκείνοις μὲν, ὅτι τὴν ῥᾳθυμίαν οὐκ ἀπέθεντο, ὑμῖν δὲ, ὅτι τῆς τῶν ἀδελφῶν οὐκ ἀντελάβεσθε σωτηρίας. Ἀναγκάζομαι βαρὺς φανῆναι καὶ ἐπαχθὴς, οὐχ ὑπὲρ ἐμαυτοῦ καὶ τῶν ἐμῶν κτημάτων, ἀλλ' ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας σωτηρίας, ἧς οὐδὲν ἐμοὶ προτιμότερον. Ὁ βουλόμενος βαρυνέσθω, καὶ φορτικὸν καὶ ἀναίσχυντον καλείτω· ἐγὼ δὲ οὐ παύσομαι συνεχῶς ὑπὲρ τῶν αὐτῶν ἐνοχλῶν· τῆς γὰρ ἀναισχυντίας ταύτης οὐδὲν ἄμεινον ἐμοί. Ἴσως γὰρ, ἴσως, εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἐρυθριάσαντες, τὸ μὴ συνεχῶς ὀχλεῖσθαι περὶ τῶν αὐτῶν, ἀντιλήψεσθέ ποτε τῆς κηδεμονίας τῶν ἀδελφῶν τῶν ὑμετέρων. Τί γάρ μοι τῶν ἐπαίνων ὄφελος, ὅταν ὑμᾶς μὴ θεάσωμαι προκόπτοντας κατ' ἀρετήν; τί δέ μοι βλάβος ἐκ τῆς σιγῆς τῶν ἀκουόντων, ὅταν αὐξομένην ὑμῶν ἴδω τὴν εὐλάβειαν; Ἔπαινος γὰρ τοῦ λέγοντος οὐχ ὁ κρότος, ἀλλ' ὁ περὶ τὴν εὐσέβειαν ζῆλος τῶν ἀκουόντων· οὐχ ὁ θόρυβος κατὰ τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλ' ἡ σπουδὴ ἡ διαπαντὸς τοῦ χρόνου. Ὁ κρότος ἐξῆλθεν ὁμοῦ τε τοῦ στόματος, καὶ εἰς ἀέρα διαχυθεὶς ἀπώλετο· τὸ δὲ βελτίονας γενέσθαι τοὺς ἀκούοντας, ἀγήρω καὶ ἀθάνατον φέρει τὸν μισθὸν καὶ τῷ λέγοντι καὶ τοῖς πειθομένοις. Ὁ τῆς βοῆς ὑμῶν ἔπαινος ἐνταῦθα τὸν λέγοντα ποιεῖ λαμπρὸν, ἡ δὲ τῆς ψυχῆς ὑμῶν εὐλάβεια πολλὴν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ δίδωσι παῤῥησίαν τῷ διδάξαντι. Ὥστε, εἴ τις τῶν λεγόντων ἐρᾷ, μὴ τῶν κρότων, ἀλλὰ τῆς ὠφελείας τῶν ἀκουόντων ἐράτω. Οὐκ ἔστι τὸ τυχὸν κακὸν ἀδελφῶν ἀμελεῖν, ἀλλ' ἐσχάτη κόλασις, καὶ ἀπαραίτητος τιμωρία· καὶ τοῦτο ὁ τὸ τάλαντον καταχώσας ἐδήλωσεν. Οὐδὲν γοῦν ὑπὲρ τῆς οἰκείας ἐνεκαλεῖτο ζωῆς· οὐδὲ γὰρ ἐγένετο κακὸς περὶ τὴν καταθήκην· ὁλόκληρον γὰρ αὐτὴν ἀπέδωκεν· ἀλλ' ὅμως ἐγένετο κακὸς καὶ περὶ τὴν ἐργασίαν τῆς παρακαταθήκης. Οὐ γὰρ ἐδιπλασίασε τὸ πιστευθέν· διὸ καὶ ἐκολάζετο. Ὅθεν δῆλον, ὅτι κἂν ἡμεῖς σπουδαῖοι ὦμεν καὶ συγκεκροτημένοι, κἂν πολλὴν ἐπιθυμίαν ἔχωμεν περὶ τὴν ἀκρόασιν τῶν θείων Γραφῶν, οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῶν. Διπλασιάσαι γὰρ χρὴ τὴν παρακαταθήκην, διπλῆ δὲ γίνεται, ὅταν μετὰ τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς ἑτέρων ἀντιλαμβανώμεθα προνοίας. Ἐπεὶ κἀκεῖνος εἶπεν, Ἴδε ἔχεις τὸ σὸν σῶον· ἀλλ' οὐκ ἤρκεσεν αὐτῷ τοῦτο πρὸς ἀπολογίαν. Ἔδει γὰρ, φησὶ, καταβαλεῖν ἐπὶ τοὺς τραπεζίτας τὸ καταβληθέν. Καί μοι σκόπει, πῶς κοῦφα τοῦ Δεσπότου τὰ ἐπιτάγματα. Ἄνθρωποι μὲν γὰρ τοὺς δανείζοντας χρήματα δεσποτικὰ καὶ τῆς ἀπαιτήσεως ὑπευθύνους ποιοῦσι. Σὺ κατέβαλες, σὺ, φησὶν, ἀπαίτησον· ἐμοὶ λόγος οὐδεὶς πρὸς τὸν δεξάμενον. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καταβαλεῖν κελεύει μόνον, οὐκέτι δὲ καὶ τῆς ἀπαιτήσεως ἡμᾶς ὑπευθύνους ποιεῖ. Τοῦ συμβουλεῦσαι γὰρ, οὐ τοῦ πεῖσαι κύριος ὁ λέγων ἐστί. Διὸ τῆς καταβολῆς ὑπεύθυνόν σε ποιῶ μόνον, φησὶ, τῆς δὲ ἀπαιτήσεως οὐκέτι. Τί τούτου κουφότερον; Ἀλλ' ὅμως σκληρὸν ἐκάλει τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον δεσπότην ὁ δοῦλος. Τοιαῦται γὰρ τῶν ἀγνωμόνων καὶ ῥᾳθύμων οἰκετῶν αἱ συνήθειαι· τῶν οἰκείων ἁμαρτημάτων εἰς τοὺς δεσπότας ἀεὶ μετατιθέασι τὰς αἰτίας. Διὰ τοῦτο στρεβλούμενος καὶ δεσμούμενος ἐκεῖνος εἰς τὸ σκότος ἐξήγετο τὸ ἐξώτερον. Ὅπερ ἵνα μὴ ἡμεῖς πάθωμεν, καταβάλλωμεν τὴν διδασκαλίαν ἐπὶ τοὺς ἀδελφοὺς, κἂν πείθωνται, κἂν μὴ πείθωνται. Πειθόμενοι μὲν γὰρ, καὶ ἑαυτοὺς καὶ ἡμᾶς ὠφελήσουσι· μὴ πειθόμενοι δὲ, αὐτοῖς μὲν ἀπαραίτητον ἐπισπῶνται κόλασιν, ἡμᾶς δὲ οὐδὲ τὸ τυχὸν παραβλάψαι δύναιντ' ἄν. Τὸ γὰρ ἡμέτερον ἐποιήσαμεν, συμβουλεύσαντες· εἰ δὲ μὴ πείθοιντο, οὐδὲν ἡμῖν ἐκ τούτου γένοιτ' ἂν βλάβος. Ἔγκλημα γὰρ, οὐ τὸ μὴ πεῖσαι, ἀλλὰ τὸ μὴ συμβουλεῦσαι· μετὰ δὲ τὴν παραίνεσιν καὶ τὴν συμβουλὴν, τὴν διηνεκῆ καὶ τὴν συνεχῆ, οὐκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ἔσται ὁ λόγος τῷ Θεῷ. Ἐβουλόμην γοῦν εἰδέναι σαφῶς, ὅτι παραινοῦντες αὐτοὺς διατελεῖτε, καὶ εἰ διαπαντὸς μένουσιν ἐπὶ τῆς ῥᾳθυμίας ἐκεῖνοι, καὶ οὐκ ἂν ὑμῖν οὐδέποτε ἠνόχλησα· νῦν δέδοικα, μή ποτε ἐκ τῆς ὑμετέρας ὑπεροψίας καὶ ἀμελείας μένωσιν ἀδιόρθωτοι. Καὶ γὰρ ἀμήχανον ἄνθρωπον συνεχῶς ἀπολαύοντα παραινέσεως καὶ διδασκαλίας, μὴ γενέσθαι βελτίω καὶ σπουδαιότερον. Καὶ δημώδης μέν ἐστιν ἡ παροιμία, ἣν ἐρεῖν μέλλω· πλὴν ἀλλ' αὐτὸ τοῦτο συνίστησι. Πέτραν γὰρ κοιλαίνει, φησὶ, ῥανὶς ὑδάτων ἐνδελεχοῦσα. Καίτοι τί μαλακώτερον ὕδατος; τί δὲ πέτρας σκληρότερον; Ἀλλ' ὅμως ἡ ἐνδελέχεια τὴν φύσιν ἐνίκησεν. Εἰ δὲ φύσιν ἐνδελέχεια νικᾷ, πολλῷ μᾶλλον προαιρέσεως δύναιτ' ἂν περιγενέσθαι. Οὐκ ἔστι παίγνια ὁ Χριστιανισμὸς, ἀγαπητοὶ, οὐδὲ πρᾶγμα πάρεργον. Συνεχῶς ταῦτα λέγομεν, καὶ οὐδὲν πλέον ποιοῦμεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Si esurierit inimicus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg068.local001/.
