Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Si esurierit inimicus 2.1
Not analysed yet
Πῶς οἴεσθέ με ὀδυνᾶσθαι, ἀναμιμνησκόμενον ὅτι ἐν μὲν ταῖς πανηγύρεσι πελάγη θαλάττης μακρὰ μιμεῖται τῶν συνάξεων τὰ πλήθη, νῦν δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους ἐκείνου μέρος ἐνταῦθα συλλέγεται; Ποῦ νῦν εἰσιν οἱ διενοχλοῦντες ἡμᾶς ἐν ταῖς ἑορταῖς; Ἐκείνους ἐπιζητῶ, καὶ δι' ἐκείνους ὀδύρομαι, ἐννοῶν ὅσον πλῆθος ἀπόλλυται τῶν σωζομένων, ὅσην ἀδελφῶν ὑπομένω ζημίαν, πῶς εἰς ὀλίγους τὰ τῆς σωτηρίας περιίσταται, καὶ τὸ πλέον τοῦ σώματος τῆς Ἐκκλησίας μέρος νεκρῷ καὶ ἀκινήτῳ προσέοικε σώματι. Καὶ τί πρὸς ἡμᾶς, φησί; Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα τοὺς μὴ θεραπεύοντας, τοὺς μὴ παραινοῦντας καὶ συμβουλεύοντας, πρὸς ὑμᾶς οὐκ ἐπιτιθέντας ἀνάγκην, καὶ μετὰ βίας ἕλκοντας, καὶ τῆς πολλῆς ἀπάγοντας ῥᾳθυμίας. Ὅτι γὰρ οὐχ ἑαυτῷ χρήσιμον εἶναι χρὴ μόνον, ἀλλὰ καὶ πολλοῖς, ἐδήλωσεν ὁ Χριστὸς, ἅλας ἡμᾶς καὶ ζύμην καλέσας καὶ φῶς· ταῦτα δὲ ἑτέροις ἐστὶ χρήσιμα καὶ λυσιτελῆ. Καὶ γὰρ ὁ λύχνος οὐχ ἑαυτῷ φαίνει, ἀλλὰ τοῖς ἐν σκότῳ καθημένοις· καὶ σὺ λύχνος εἶ, οὐχ ἵνα τοῦ φωτὸς ἀπολαύσῃς μόνος, ἀλλ' ἵνα ἐκεῖνον τὸν πεπλανημένον ἐπαναγάγῃς. Τί γὰρ ὄφελος λύχνου, ὅταν μὴ φαίνῃ τῷ ἐν τῷ σκότει καθημένῳ; τί δὲ ὄφελος Χριστιανοῦ, ὅταν μηδένα κερδάνῃ μηδὲ πρὸς ἀρετὴν ἐπαναγάγῃ; Πάλιν τὸ ἅλας οὐχ ἑαυτὸ ἐπισφίγγει μόνον, ἀλλὰ καὶ τὰ σεσηπότα τῶν σωμάτων συστέλλει, καὶ οὐκ ἀφίησι διαῤῥυέντα ἀπολέσθαι. Οὕτω δὴ καὶ σὺ, ἐπειδὴ ἅλας σε κατεσκεύασεν ὁ Θεὸς πνευματικὸν, τὰ σεσηπότα μέλη, τουτέστι, τοὺς ῥᾳθύμους ἀδελφῶν καὶ βαναύσους ἐπίσφιγξον καὶ σύστειλον, καὶ τῆς ῥᾳθυμίας, ὥσπερ τινὸς σηπεδόνος, ἀπαλλάξας, ἕνωσον τῷ λοιπῷ σώματι τῆς Ἐκκλησίας. Διὰ τοῦτό σε καὶ ζύμην ἐκάλεσε· καὶ γὰρ καὶ ἡ ζύμη οὐχ ἑαυτὴν ζυμοῖ, ἀλλὰ τὸ λοιπὸν φύραμα τὸ πολὺ καὶ ἄφατον ἡ μικρὰ καὶ βραχεῖα. Οὕτω δὴ καὶ ὑμεῖς· εἰ καὶ ὀλίγοι ἐστὲ κατὰ τὸν ἀριθμὸν, ἀλλὰ πολλοὶ καὶ δυνατοὶ τῇ πίστει καὶ τῇ κατὰ Θεὸν γίνεσθε σπουδῇ. Ὥσπερ οὖν ἡ ζύμη οὐκ ἀσθενεῖ διὰ τὴν βραχύτητα, ἀλλὰ περιγίνεται διὰ τὴν ἐγκειμένην αὐτῇ θερμότητα καὶ τὴν τῆς ποιότητος δύναμιν· οὕτω δὴ καὶ ὑμεῖς δυνήσεσθε πολλῷ πλείους πρὸς τὴν αὐτὴν ὑμῖν ἐπαναγαγεῖν σπουδὴν, ἂν θέλητε. Εἰ δὲ τὸ θέρος προβάλλοιντο· καὶ γὰρ καὶ ταῦτα ἀκούω λεγόντων, ὅτι Σφοδρὸν τὸ πνῖγος νῦν, τὸ καῦμα ἀφόρητον, οὐκ ἰσχύομεν στενοχωρεῖσθαι καὶ θλίβεσθαι ἐν τῷ πλήθει, ἱδρῶτι πάντοθεν περιῤῥεόμενοι καὶ ἀχθόμενοι τῇ θέρμῃ καὶ τῇ στενοχωρίᾳ· αἰσχύνομαι μὲν ὑπὲρ αὐτῶν, πιστεύσατε· γυναικώδεις γὰρ αἱ σκήψεις, μᾶλλον δὲ οὐδὲ ἐκείναις πρὸς συγγνώμην ἀρκοῦσαι αἱ προφάσεις, αἷς μαλακώτερα τὰ σώματα, καὶ ἀσθενεστέρα ἡ φύσις. Πλὴν εἰ καὶ αἰσχρὸν τὸ ἀποκρίνασθαι πρὸς τὴν τοιαύτην ἀπολογίαν, ἀλλ' ἀναγκαῖον ὅμως. Εἰ γὰρ ἐκεῖνοι τοιαῦτα προφασίζονται, καὶ οὐκ ἐρυθριῶσι, πολλῷ μᾶλλον ἡμᾶς οὐκ αἰσχύνεσθαι χρὴ πρὸς ταῦτα ἀντιλέγοντας. Τί οὖν εἴποιμι τοῖς ταῦτα προβαλλομένοις; Τῶν τριῶν παίδων ἀναμνῆσαι αὐτοὺς βούλομαι τῶν ἐν τῇ καμίνῳ καὶ ἐν τῇ φλογὶ, οἳ πανταχόθεν αὐτοῖς περιτρέχον τὸ πῦρ ὁρῶντες, καὶ τῷ στόματι καὶ τοῖς ὀφθαλμοῖς, καὶ αὐτῇ περικεχυμένον τῇ ἀναπνοῇ, οὐκ ἐπαύσαντο τὸν ἱερὸν καὶ μυστικὸν ἐκεῖνον ὕμνον ᾄδοντες τῷ Θεῷ μετὰ τῆς κτίσεως, ἀλλὰ τῶν ἐν λειμῶνι διατριβόντων, ἐν μέσῃ τότε ἑστῶτες τῇ πυρᾷ, προθυμότερον τὴν εὐφημίαν τῷ κοινῷ τῶν ὅλων ἀνέπεμπον Δεσπότῃ· καὶ μετὰ τῶν τριῶν παίδων τούτων, τῶν λεόντων αὐτοῖς τῶν ἐν Βαβυλῶνι, καὶ τοῦ Δανιὴλ καὶ τοῦ λάκκου· οὐχὶ δὲ τούτου μόνου, ἀλλὰ καὶ ἑτέρου λάκκου καὶ προφήτου, καὶ βορβόρου μέχρι τραχήλου τὸν Ἱερεμίαν ἀποπνίγοντος ἀναμνησθῆναι πάλιν αὐτοὺς ἀξιῶ. Καὶ ἀπὸ τῶν λάκκων ἀναβὰς, εἰσαγαγεῖν εἰς τὸ δεσμωτήριον βούλομαι τούτους τοὺς τὸ καῦμα προβαλλομένους, καὶ δεῖξαι τὸν Παῦλον ἐκεῖ καὶ τὸν Σίλαν τῷ ξύλῳ προσδεδεμένους, μωλώπων γέμοντας καὶ τραυμάτων, τῷ πλήθει τῶν πληγῶν ἅπαν καταξανθέντας τὸ σῶμα, ἐν μέσῃ τῇ νυκτὶ τὸν Θεὸν ὑμνοῦντας, καὶ τὴν ἱερὰν ἐκείνην παννυχίδα ἐπιτελοῦντας. Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμελεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω πλανᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές; Τοσαύτη δρόσος τῶν θείων λογίων, καὶ καῦμα προβάλλῃ; Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, φησὶν ὁ Χριστὸς, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Πηγὰς ἔχων, εἰπέ μοι, καὶ ποταμοὺς πνευματικοὺς, καῦμα δέδοικας αἰσθητόν; ἐπὶ δὲ τῆς ἀγορᾶς, εἰπέ μοι, ἔνθα τοσοῦτος θόρυβος καὶ στενοχωρία καὶ πολὺς ὁ καύσων, πῶς οὐ προβάλλῃ πνῖγος καὶ θέρμην; Οὐ γὰρ δὴ τοῦτο ἔχεις ἂν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ψυχροτέρας τῆς τοῦ ἀέρος φύσεως ἔστιν ἀπολαύειν, ἐνταῦθα δὲ ἅπαν ἡμῖν συνῆκται τὸ πνῖγος, ἀλλὰ πᾶν τοὐναντίον, ἐνταῦθα μὲν καὶ ἀπὸ τῆς ὑποκειμένης πλακὸς, καὶ ἀπὸ τῆς ἄλλης τοῦ οἴκου κατασκευῆς (καὶ γὰρ εἰς ὕψος ἀνέστηκεν ἄφατον) κουφότερος καὶ ψυχρότερος ὁ ἀήρ· ἐκεῖ δὲ πολὺς μὲν ἥλιος πανταχοῦ, πολλὴ δὲ ἡ στενοχωρία καὶ καπνὸς καὶ κόνις, καὶ ἕτερα πολλῷ πλείονα τούτων ἐπιτείνοντα τὴν ἀηδίαν. Ὅθεν δῆλον, ὅτι ῥᾳθυμίας καὶ ψυχῆς ἀναπεπτωκυίας καὶ τῆς τοῦ Πνεύματος φλογὸς ἀπεστερημένης αὗται αἱ προφάσεις αἱ ἄλογοι.