# In illud: Si esurierit inimicus 7.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Si esurierit inimicus, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-si-esurierit-inimicus/7.1

Ἀλλ' ὅμως ὁ Δαυῒδ οὐδὲ τοῦτο ἐποίησεν, ἀλλὰ καινόν τινα καὶ παράδοξον εὗρε φιλοσοφίας τρόπον· καὶ οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὐχ ὁ φόβος τῶν μελλόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφαγῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον· ἀλλ' ὥσπερ εὐεργέτου τινὸς, καὶ μεγάλα αὐτὸν πεποιηκότος ἀγαθὰ, οὕτω τοῦ ἐχθροῦ καὶ λελυπηκότος ἐφείσατο. Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην, ἁμαρτημάτων παρελθόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος, τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας, φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως; Τὴν μὲν οὖν φιλοσοφίαν ἐκ τούτων ἔστιν ἰδεῖν, ὅτι οὐ μόνον οὐκ ἔσφαξε, τοσαύτης οὔσης ἀνάγκης, ἀλλ' οὐδὲ ῥῆμα βλάσφημον εἰς αὐτὸν ἐξήνεγκε, καὶ ταῦτα μὴ μέλλοντος αὐτοῦ ἀκούσασθαι τοῦ ὑβριζομένου. Καίτοι γε ἡμεῖς καὶ φίλους λέγομεν πολλάκις κακῶς ἀπόντας, ἐκεῖνος δὲ οὐδὲ τὸν ἐχθρὸν καὶ τοσαῦτα ἠδικηκότα. Τὴν μὲν οὖν φιλοσοφίαν ἐκ τούτων ἔστιν ἰδεῖν· τὴν δὲ φιλανθρωπίαν, καὶ τὴν ἄλλην κηδεμονίαν, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Τὸ γὰρ κράσπεδον κόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ὑφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασωθέντι ταῦτα ὑπέδειξεν, οὐχὶ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν τοῦτο ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν πεῖσαι βουλόμενος, ὅτι εἰκῆ καὶ μάτην αὐτὸν ὑπώπτευεν ὡς ἐχθρὸν, καὶ διὰ τοῦτο αὐτὸν πρὸς φιλίαν ἐπισπάσασθαι σπεύδων. Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν πείσας, καὶ δυνάμενος διαχειρίσασθαι, πάλιν εἵλετο μᾶλλον ἐκπεσεῖν τῆς πατρίδος καὶ ἐν ἀλλοτρίᾳ διατρίβειν, καὶ καθ' ἑκάστην ταλαιπωρούμενος ἡμέραν, τὴν ἀναγκαίαν αὐτῷ πορίζειν τροφὴν, ἢ μένων οἴκοι λυπεῖν τὸν ἐπίβουλον. Τί γένοιτ' ἂν ἡμερώτερον τῆς ἐκείνου ψυχῆς; Ὄντως δικαίως ἔλεγε, Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ μήτε λέγωμεν, μήτε ποιῶμεν κακῶς τοὺς ἐχθροὺς, ἀλλὰ καὶ εὐεργετῶμεν κατὰ δύναμιν· ἡμεῖς γὰρ ἑαυτοὺς εὖ ποιήσομεν μᾶλλον, ἢ ἐκείνους. Ἂν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἐχθροῖς ὑμῶν, ἀφεθήσεται ὑμῖν. Ἄφες δουλικὰ ἁμαρτήματα, ἵνα λάβῃς συγχώρησιν δεσποτικὴν ἁμαρτημάτων· εἰ δὲ μεγάλα ἠδίκησεν, ὅσῳπερ ἂν μείζονα ἀφῇς, τοσούτῳ μείζονα λήψῃ τὴν συγχώρησιν. Διὰ γὰρ τοῦτο ἐδιδάχθημεν λέγειν, Ἄφες ἡμῖν, καθὼς ἀφίεμεν, ἵνα μάθωμεν, ὅτι τὸ μέτρον τῆς ἀφέσεως παρ' ἡμῶν πρῶτον λαμβάνει τὴν ἀρχήν. Ὥστε, ὅσῳπερ ἂν χαλεπώτερα ὁ ἐχθρὸς ἐργάσηται κακὰ, τοσούτῳ μειζόνως εὐεργετεῖ. Σπεύδωμεν τοίνυν καὶ ἐπειγώμεθα καταλλάττεσθαι πρὸς τοὺς λελυπηκότας, ἄν τε δικαίως, ἄν τε ἀδίκως ὀργίζωνται. Ἂν μὲν γὰρ ἐνταῦθα καταλλαγῇς, ἀπηλλάγης τῆς ἐκεῖ κρίσεως· ἐὰν δὲ, μεταξὺ μενούσης τῆς ἔχθρας, θάνατος ἐπιστὰς ἀπαγάγῃ τὴν ἀπέχθειαν μεσολαβήσας, ἐκεῖ λοιπὸν εἰσαχθῆναι τὴν δίκην ἀνάγκη. Καθάπερ οὖν πολλοὶ τῶν ἀνθρώπων πρὸς ἀλλήλους ἀμφισβητοῦντες, ἂν μὲν ἔξω φιλικώτερον διαλύσωνται πρὸς ἀλλήλους, καὶ ζημίας καὶ φόβου καὶ κινδύνων πολλῶν ἑαυτοὺς ἀπαλλάττουσι, κατὰ γνώμην ἑκατέροις τοῦ τέλους τῆς δίκης ἐκβαίνοντος· ἂν δὲ τῷ δικαστῇ καθ' ἑαυτοὺς ἐπιτρέψωσι, καὶ χρημάτων ζημία καὶ τιμωρία πολλάκις, καὶ τὸ τὴν ἔχθραν μένειν ἀκίνητον αὐτοῖς περιέσται· οὕτω δὴ καὶ ἐνταῦθα, ἂν μὲν κατὰ τὴν παροῦσαν ζωὴν διαλυσώμεθα, πάσης ἑαυτοὺς κολάσεως ἀπαλλάξομεν· ἂν δὲ ἐχθροὶ μένοντες εἰς τὸ δικαστήριον ἀπέλθωμεν ἐκεῖνο τὸ φοβερὸν, τὴν ἐσχάτην δώσομεν δίκην ἐπὶ τῇ ψήφῳ τοῦ δικαστοῦ πάντως ἐκείνου, καὶ ἀμφότεροι τιμωρίαν ὑποστησόμεθα ἀπαραίτητον, ὁ μὲν ἀδίκως ὀργιζόμενος, διὰ τοῦτο ὅτι ἀδίκως, ὁ δὲ δικαίως, διὰ τοῦτο ὅτι δικαίως ἐμνησικάκησε. Κἂν γὰρ ἀδίκως ὦμέν τι πεπονθότες κακῶς, συγχώρησιν δεῖ προσνέμειν τοῖς ἠδικηκόσι. Καὶ σκόπει πῶς τοὺς ἀδίκως λυπήσαντας ὠθεῖ καὶ κατεπείγει πρὸς τὴν καταλλαγὴν τῶν ἠδικημένων. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἔμπροσθεν τοῦ θυσιαστηρίου, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου. Οὐκ εἶπε, Συνάγαγε, προσένεγκε τὴν θυσίαν, ἀλλὰ, Διαλλάγηθι, καὶ τότε προσένεγκε. Ἄφες αὐτὴν κεῖσθαι, φησὶν, ἵνα ἡ ἀνάγκη τῆς προσφορᾶς καὶ ἄκοντα καταναγκάσῃ πρὸς τὴν καταλλαγὴν ἐλθεῖν τὸν δικαίως ὀργιζόμενον. Ὅρα πῶς προτρέπει πάλιν πρὸς τὸν παροξύναντα ἐλθεῖν, εἰπὼν, Ἄφετε τοῖς ὀφειλέταις ὑμῶν, ὅπως καὶ ὁ Πατὴρ ὑμῶν ἀφήσῃ ὑμῶν τὰ παραπτώματα. Οὐ γὰρ μικρὸν τέθεικε μισθὸν, ἀλλὰ καὶ σφόδρα ὑπερβαίνοντα τὸ τοῦ κατορθώματος μέγεθος. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὴν ἀμοιβὴν τὴν ἐπὶ τούτῳ γινομένην λογιζόμενοι, καὶ ὡς οὐ πολλοῦ καμάτου καὶ σπουδῆς ἐστιν ἁμαρτήματα ἀπαλεῖψαι, συγχωρῶμεν τοῖς ἡμᾶς ἠδικηκόσιν. Ὃ γὰρ διὰ νηστείας, καὶ ὀδυρμῶν, καὶ εὐχῶν, καὶ σάκκου, καὶ σποδοῦ, καὶ μυρίας ἐξομολογήσεως μόλις ἕτεροι κατορθοῦσι, τὸ τὰ ἁμαρτήματα ἐξαλείφειν λέγω τὰ ἑαυτῶν, τοῦτο ἔξεστιν ἡμῖν ῥᾳδίως ποιεῖν χωρὶς σάκκου καὶ σποδοῦ καὶ νηστείας, ἂν μόνον ἀπὸ τῆς διανοίας ἐξαλείψωμεν τὴν ὀργὴν, καὶ μετὰ εἰλικρινείας ἀφῶμεν τοῖς ἠδικηκόσιν ἡμᾶς. Ὁ δὲ τῆς εἰρήνης καὶ ἀγάπης Θεὸς πάντα θυμὸν καὶ πικρίαν καὶ ὀργὴν τῆς ψυχῆς ἐξορίσας τῆς ἡμετέρας, καταξιώσαι κατὰ τὴν τῶν μελῶν ἀκολουθίαν μετὰ ἀκριβείας συνδεδεμένους ἀλλήλοις, ὁμοθυμαδὸν, ἐν ἑνὶ στόματι καὶ μιᾷ ψυχῇ, διηνεκῶς ἀναπέμπειν τοὺς ὀφειλομένους εὐχαριστηρίους ὕμνους αὐτῷ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Si esurierit inimicus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg068.local001/.
